Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 10.1
Not analysed yet
Ἐπὶ πάντας, φησὶ, πλουσίως ἐγχέεις τὰς τοῦ ἐλέους σου πηγὰς, καὶ ἀνατέλλεις τὸν ἥλιόν σου ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχεις ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ οὐκ ἐπάγεις τὴν ὀργὴν καθ' ἑκάστην ἡμέραν, ἀλλὰ φέρεις μὲν τοὺς διορύττοντας γάμους ἀλλοτρίους, καὶ τοὺς αἵματι μιαινομένους ἀδίκῳ, καὶ ἄλλους σφετεριζομένους τὰ μὴ προσήκοντα, καὶ ταῖς βλασφημίαις τὴν γλῶτταν μολύνοντας, καὶ ἄλλους ἄλλο τι τῶν παρανόμων τολμῶντας. Τοσαύτῃ τοίνυν φιλανθρωπίᾳ χρώμενος, κἀμὲ ταύτης ἀξίωσον, Δέσποτα, τῶν σῶν δικαιωμάτων παρέχων τὴν γνῶσιν. Ὅμοιον τοίνυν καὶ ὁ προφήτης Ἡσαΐας λέγει· Γῆ σύμπασα γνώσεται τὸν Κύριον. Καὶ γὰρ ἐπὶ τῆς γῆς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐλθόντος, πάντα τὰ πέρατα τῆς χάριτος αὐτοῦ ἐνεπλήσθη, καὶ τὰ δικαιώματα αὐτοῦ ἐδιδάχθησαν παρὰ τῶν αὐτοῦ μαθητῶν. Ἔχει δὲ καὶ ἑτέραν ἔννοιαν ὁ λόγος, ὅτι τοῦ ἐλέους αὐτοῦ πάντες ἀπολαύομεν. Βρέχει γὰρ ἐπὶ δικαίους καὶ ἁμαρτωλοὺς, καὶ μακροθύμως φέρει ἐπὶ ταῖς ἁμαρτίαις ἡμῶν, καὶ οὐκ ἀπάγει ὀργήν. Χρηστότητα ἐποίησας μετὰ τοῦ δούλου σου, Κύριε, κατὰ τὸν λόγον σου. Πεῖραν τῆς σῆς ἔλαβον ἀγαθότητος, διόπερ αὖθις ταύτης ἀπολαῦσαι παρακαλῶ, καὶ κατὰ τοὺς σοὺς διαβιῶναι νόμους ἀντιβολῶ. Ἐπεὶ δὲ τοῦ ἐλέους σου πεπλήρωται ἡ γῆ, Χρηστότητα ἐποίησας μετὰ τοῦ ἀνθρωπείου γένους, καθὼς ἐπηγγείλω διὰ τῶν προφητῶν σου. Ἀγαθὸς δὲ οὖν ὁ Θεὸς ἀγαθὰ ἡμῖν ἐδωρήσατο, καὶ ἁμαρτανόντων ἡμῶν παιδεύει ἡμᾶς πρὸς νουθεσίαν ἐπιστρέφων. Ὃν γὰρ ἀγαπᾷ Κύριος, παιδεύει, μαστιγοῖ δὲ πάντα υἱὸν, ὃν παραδέχεται, κατὰ τὸν παροιμιακὸν λόγον. Οὐκοῦν πταίομεν, καὶ δικαίως σωφρονίζει, ἵνα ἐπιστρέφωμεν ἐκ τῆς ὁδοῦ τῆς πονηρᾶς. Γέγραπται γάρ· Καὶ ὁ λαὸς οὐκ ἐπεστράφη, ἕως ἐπλήγη. Καὶ διδασκόμεθα διὰ τῆς χρηστότητος αὐτοῦ καὶ παιδείαν καὶ γνῶσιν, καὶ ἐν ταῖς ἐντολαῖς αὐτοῦ πιστεύειν ἡμῖν τὴν σωτηρίαν δοθήσεσθαι. Χρηστότητα καὶ παιδείαν καὶ γνῶσιν δίδαξόν με, ὅτι ταῖς ἐντολαῖς σου ἐπίστευσα. Οἶδεν ὁ προφήτης τῆς παιδείας τὸ χρήσιμον, καὶ ὅτι φιλανθρωπίᾳ χρώμενος ὁ Δεσπότης, ταύτην ἐπιφέρει τοῖς ἀνθρώποις· οὗ δὴ χάριν ταύτης μεταλαχεῖν ἀξιοῖ. Χρηστότητι γὰρ χρώμενος ὁ Θεὸς τὴν παιδείαν ἐπάγει· ἡ δὲ παιδεία τὴν γνῶσιν. Οὕτω καὶ ὁ προφήτης Ἱερεμίας ἀντιβολεῖ· Παίδευσον ἡμᾶς, Κύριε, πλὴν ἐν κρίσει, καὶ μὴ ἐν θυμῷ, ἵνα μὴ ὀλιγοστοὺς ποιήσῃς ἡμᾶς. Οὕτω καὶ ἄῤῥωστος ὑγίειαν ποθῶν, καὶ σιδήρου τομὴν καὶ καυστῆρα ἐπιζητεῖ. Εἶτα διδάσκει, πόθεν ἔγνω τῆς παιδείας τὸ χρήσιμον. Πρὸ τοῦ με ταπεινωθῆναι, ἐγὼ ἐπλημμέλησα· διὰ τοῦτο τὸ λόγιόν σου ἐφύλαξα. Ἐπειδὴ εὐημερῶν ἐν τῷ κόσμῳ τούτῳ καὶ πλουτῶν πάντως ἥμαρτον· τοῦτο γὰρ δηλοῖ, Πρὸ τοῦ με ταπεινωθῆναι· ὁ πλοῦτος γὰρ πάντως ἐξ ἀδικίας συνάγεται· ἀλλ' ἐπίστρεψόν με, ἵνα φυλάξω τοὺς λόγους σου. Ἐγὼ γὰρ, φησὶν, ἐμαυτὸν εἰς παιδείαν προυξένησα. Ἀδικίας γὰρ ἐλευθέρα τῆς τιμωρίας ἡ ψῆφος. Τῇ ἁμαρτίᾳ ἠκολούθησεν ἡ παιδεία, τῇ δὲ παιδείᾳ τῶν νόμων ἡ φυλακή. Ἠῤῥώστησα, ἐτμήθην, ἐῤῥώσθην. Χρηστὸς εἶ σὺ, Κύριε. Τῷ ὄντι γὰρ χρηστὸς ὑπάρχεις καὶ φιλάνθρωπος, ἀγαθός τε καὶ καθ' ὑπερβολὴν ἀγαθός· καὶ τῇ σῇ ἀγαθότητι ἐν τοῖς δικαιώμασί σου διατήρησόν με. Παρὰ σοῦ γάρ ἐστι πάντα σωτήρια. Καὶ ἐν τῇ χρηστότητί σου δίδαξόν με τὰ δικαιώματά σου. Διὰ τοῦτο θαῤῥῶν αἰτῶ παρὰ σοῦ λαβεῖν τῶν σῶν δικαιωμάτων τὴν γνώσιν. Ἐπληθύνθη ἐπ' ἐμὲ ἀδικία ὑπερηφάνων· ἐγὼ δὲ ἐν ὅλῃ καρδίᾳ μου ἐξερευνήσω τὰς ἐντολάς σου. Πάντες οἱ μὴ φυλάσσοντες τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ κατεπαιρόμενοι κατὰ τῆς γνώσεως αὐτοῦ, αὐτοί εἰσιν ὑπερήφανοι. Καὶ εἰ καὶ μέσον τοιούτων ἀνθρώπων ἀναστρέφομαι, φησὶν, ἀλλ' οὖν τούτοις οὐκ ἐπακολουθήσω, ἀλλ' ἐξερευνήσω ἐν ὅλῃ καρδίᾳ μου τὰς ἐντολάς σου, μένων πεπαγιωμένος ἐν αὐταῖς. Οἱ μὲν γὰρ ἀλαζονείᾳ χρώμενοι, πᾶν εἶδος ἐπιβουλῆς καττύουσι κατ' ἐμοῦ· ἀλλ' ὅμως πρὸς τὴν αὐτῶν παρανομίαν οὐκ ἐρεθίζομαι, ταῖς σαῖς ἐντολαῖς ῥυθμιζόμενος. Ταῦτα δὲ πρὸς νουθεσίαν ἡμῶν ἐγράφησαν, ἵνα ὦμεν ἐῤῥιζωμένοι καὶ τεθεμελιωμένοι εἰς τὸ ἀγαθόν. Ἐτυρώθη ὡς γάλα ἡ καρδία αὐτῶν· ἐγὼ δὲ τὸν νόμον σου ἐμελέτησα. Ἔοικε τοῦτο τῷ προφητικῷ ῥητῷ· Ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου; καὶ τοῖς ὠσὶ βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν. Ἔοικε δὲ καὶ τοῖς ἐν Ἐξόδῳ περὶ τοῦ Φαραὼ εἰρημένοις· Καὶ ἐσκληρύνθη ἡ καρδία Φαραώ. Οἱ οὖν Ἰουδαῖοι ὡς τυρὸς ἐπάγησαν· ὁ δὲ τῶν ἀποστόλων χορὸς, καὶ οἱ πιστεύσαντες δι' αὐτῶν, ἐν μελέτῃ τῶν λόγων τοῦ Θεοῦ ἀναστρέφονται, τῷ εὐαγγελίῳ τοῦ Θεοῦ πειθαρχήσαντες. Ἐκεῖνοι μὲν οὖν, φησὶν, ἀντίτυπον ἐσχήκασι τὴν καρδίαν, αὐτοὶ τὸ ἁπαλὸν αὐτῆς σκληρὸν ἐργασάμενοι, καὶ καθάπερ γάλα πήξαντες, καὶ τυρώσαντες· ἐγὼ δὲ τῇ μελέτῃ τοῦ νόμου τοῦ σοῦ προστέτηκα. Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ὅπως ἂν μάθω τὰ δικαιώματά σου. Χάριν ὁ προφήτης ὁμολογεῖ τοῖς αὐστηροτέροις τοῦ ἰατροῦ φαρμάκοις, τὴν ἐντεῦθεν γενομένην καταμαθὼν ὑγίειαν. Ἀνωτέρω μὲν γὰρ εἶπε, Πρὸ τοῦ με ταπεινωθῆναι ἐγὼ ἐπλημμέλησα· ἐνταῦθα δὲ λέγει, Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με. Πρὸς παιδείαν γὰρ καὶ ἐπιστροφὴ περιπίπτει τις εἰς θλίψεις καὶ συμφοράς· καὶ οἱ ἐν ὑπομονῇ ταύτας δεχόμενοι λέγουσιν· Ἀγαθόν μοι ὅτι ἐταπείνωσάς με, ἵνα τὰ δικαιώματά σου μάθω. Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου.