Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 11
Not analysed yet
Εἰ γὰρ καὶ τῆς βασιλείας ὑπὸ τοῦ παιδὸς ἐξηλάθην, ἀλλὰ διὰ τῆς παιδείας τὸν σὸν νόμον ἀνελαβόμην, ὃν τοῦ πλούτου παντὸς τιμιώτερον ἔχω. Ὁ αὐτὸς δὲ προφήτης ἐν τοῖς ἐπιοῦσι λέγει, Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά· ὧδε δὲ λέγει, Ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου ἀγαθώτερός μοι ὁ νόμος σου, ἡμᾶς ἀσφαλιζόμενος, ἵνα τοῦτον τηρῶμεν, τουτέστι τὰς ἐντολὰς αὐτοῦ, καὶ ταύτας φυλάττωμεν, καὶ ἐν αὐταῖς ἀναστρεφώμεθα. Ἐν αἷς ἀξιωθείητε, ἀδελφοὶ, τὸν βίον ὑμῶν διευθύνειν, ἵνα καταντήσητε ἐν τοῖς ἀποκειμένοις αἰωνίοις ἀγαθοῖς, καὶ ἐν τῷ νῦν αἰῶνι φυλαχθείητε ἀπὸ πάσης κακίας καὶ ἁμαρτίας· χάριτι καὶ οἰκτιρμοῖς Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, ᾧ πρέπει ἡ δόξα καὶ ἡ τιμὴ, σὺν τῷ Πατρὶ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.