Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 2.1
Not analysed yet
Τοῦτο καὶ διὰ τοῦ νόμου καὶ τῶν προφητῶν καὶ διὰ τῶν ἱερῶν Εὐαγγελίων ὁ Δεσπότης παρακελεύεται, καὶ μεστὴ πᾶσα ἡ θεία Γραφὴ τῆς τοιαύτης νομοθεσίας. Οὐ γὰρ ἁπλῶς φυλάττειν, ἀλλὰ Σφόδρα φυλάττειν παρεγγυᾷ, τουτέστι, σὺν ἀκριβείᾳ πάσῃ· καὶ οὐχὶ τὴν μὲν φυλάττειν, τὴν δὲ ἀθετεῖν, ἀλλὰ πάσας τὰς ἐντολὰς φυλάττειν Σφόδρα εἴρηκε. Διὸ καὶ ἕτερος προφήτης ἔλεγεν· Ἀπὸ τῶν ἐντολῶν σου οὐ μὴ παρέλθω, ἵνα μὴ ἀποθάνω. Ὄφελον κατευθυνθείησαν αἱ ὁδοί μου, τοῦ φυλάξασθαι τὰ δικαιώματά σου. Διὰ τοῦτο, φησὶν, ἀντιβολῶ, οἷόν τινι κανόνι, τῷ σῷ νόμῳ τὴν ἐμὴν ὁδὸν εὐθυνθῆναι, ὡς ἂν διατηρήσαιμί σου τὰ δικαιώματα. Εὐχῆς δέ ἐστι πρόσρημα τὸ Ὄφελον, ἀντὶ τοῦ εἰπεῖν, γένοιτό μοι κατευθυνθῆναι φυλάττειν πάσας τὰς ἐντολάς σου. Ἐπειδὴ πᾶς ἄνθρωπος πόθον ἔχων φυλάττειν τὰς ἐντολὰς τοῦ Θεοῦ, εἰ μὴ συνεργὸν ἔχῃ τῆς ἀγαθουργίας αὐτὸν, οὐκ ἂν εἰς πέρας πρὸς τὸ ποθούμενον φθάσοι· γέγραπται γὰρ, Οὐ τοῦ θέλοντος, οὐδὲ τοῦ τρέχοντος, ἀλλὰ τοῦ ἐλεοῦντος Θεοῦ. Οὐκοῦν ἐξ ἡμῶν μέν ἐστιν ἡ ἀρχὴ τοῦ ἀγαθοῦ, τὸ δὲ εἰς πέρας ἐλθεῖν τῆς τοῦ Θεοῦ δέεται βοηθείας· Ἐγγίσατε γὰρ, φησὶ, τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν. Τότε οὐ μὴ αἰσχυνθῶ ἐν τῷ με ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς σου. Παρανομίας γὰρ αἰσχύνη καρπός. Οὕτω καὶ ὁ θεῖος ἀπόστολος ἔφη· Τίνα οὖν καρπὸν εἴχετε τότε, ἐφ' οἷς νῦν ἐπαισχύνεσθε; Οἱ δὲ πάσας τοῦ Θεοῦ πληροῦντες τὰς ἐντολὰς, τὴν ἀπὸ τοῦ συνειδότος ἔχουσι παῤῥησίαν. Τότε δὲ, πότε; Ὅταν, κατὰ τὸν προφήτην Δανιὴλ, Οἱ δίκαιοι ἀναστήσονται εἰς ζωὴν αἰώνιον, οἱ δὲ ἁμαρτωλοὶ εἰς αἰσχύνην αἰώνιον. Παρακαλεῖ οὖν ὁ προφήτης μὴ αἰσχυνθῆναι τότε. Καὶ πῶς γίνεται τοῦτο; Ἐν τῷ ἐπιβλέπειν ἐπὶ πάσας τὰς ἐντολάς· οὐχὶ τὴν μὲν ποιεῖν, τὴν δὲ ἀφιέναι. Ὁ γὰρ εἰπὼν, Μὴ μοιχεύσῃς, εἶπε καὶ, Μὴ πορνεύσῃς· καὶ ὁ εἰπὼν, Μὴ πορνεύσῃς, εἶπε καὶ, Μὴ ἀδικήσῃς. Καὶ Ὅστις ὅλον τὸν νόμον πληρώσει, πταίσει δὲ ἐν ἑνὶ, γέγονε πάντων ἔνοχος, κατὰ τὸν ἀπόστολον Ἰάκωβον. Ἐξομολογήσομαί σοι ἐν εὐθύτητι καρδίας, ἐν τῷ μεμαθηκέναι με τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἐξομολόγησιν, τὴν εὐχαριστίαν καλεῖ. Τότε δυνήσομαι ὕμνον καθαρόν σοι προσενεγκεῖν, ὅταν σου πάντα καταμάθω τὰ κρίματα, καὶ κατὰ ταῦτα βιώσω. Ὁ γὰρ ἀγαθὰς πράξεις ἔχων, ἐκεῖνος ἐξομολογεῖται Ἐν εὐθύτητι καρδίας, ἐξ ὅλης καρδίας μετανοῶν, ὡς ὁ Δαυῒδ ἐπὶ τῇ μοιχείᾳ, καὶ ὡς ὁ τελώνης βοῶν τὸ, Ἥμαρτον, καὶ τὸ, Ἱλάσθητι. Ἐξωμολογήσατο καὶ Ἰούδας, εἰπών· Ἥμαρτον παραδοὺς αἷμα ἀθῷον· ἀλλ' οὐκ Ἐν εὐθύτητι καρδίας· τῇ γὰρ φιλαργυρίᾳ συνείχετο. Ἐξωμολόγητο καὶ ὁ Φαρισαῖος· ἀλλὰ τὴν καρδίαν ὑψηλὴν ἔχων καὶ οὐκ εὐθεῖαν, κατέβη μὴ δικαιωθεὶς, λέγων, ὅτι Οὐκ εἰμὶ ὡς οὗτος ὁ τελώνης. Τὰ δικαιώματά σου φυλάξω· μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Τινὰς πρὸς βραχὺ πολλάκις ἡ θεία χάρις ἀφίησιν, ὠφέλειαν αὐτοῖς ἐντεῦθεν μηχανωμένη. Οὕτως ὁ μέγας Ἠλίας ἐγκαταλειφθεὶς τῷ τῆς δειλίας περιέπεσε πάθει, καὶ τῆς ἀνθρωπείας φύσεως μεμάθηκε τὴν ἀσθένειαν· ἀλλ' εὐθὺς πάλιν τῆς θείας ἀπήλαυσε χάριτος. Οὕτως ὁ θεῖος Πέτρος ὠλίσθησεν ἀρνηθεὶς, ἀλλ' εὐθὺς αὐτὸν ὁ Δεσπότης ὑπήρεισε. Γυμνὸς δὲ παντελῶς Ἰούδας τῆς θείας γενόμενος προμηθείας, ἕτοιμον ἐγένετο θήραμα τοῦ διαβόλου. Ἐγκατελείφθη καὶ ὁ μακάριος Δαυῒδ μετὰ τὴν ἁμαρτίαν ἐκείνην, καὶ ταῖς χαλεπαῖς ἐκείναις περιέπεσε συμφοραῖς, ἀλλὰ πάλιν τὴν πρὸς τὸν Θεὸν ἀπέλαβε παῤῥησίαν, καὶ τῆς ἐκεῖθεν κηδεμονίας ἀπήλαυσεν. Ὁ δὲ Σαοὺλ ταύτης ἔρημος γενόμενος παντελῶς, ἐγυμνώθη μὲν τῆς τοῦ Πνεύματος χάριτος, πονηρῷ δὲ πνεύματι συνεζύγη. Εἰκότως τοίνυν ὁ προφήτης ἱκετεύει μὴ ἐγκαταλειφθῆναι ἕως σφόδρα· τουτέστι, μὴ παντάπασι τῆς προμηθουμένης χάριτος γυμνωθῆναι. Καὶ πάλιν τοίνυν τῇ αὐτῇ ἐννοίᾳ χρησόμεθα, διὰ τοῦ εἰπεῖν τὸν προφήτην, Μή με ἐγκαταλίπῃς ἕως σφόδρα. Γίνεται τοίνυν πολλαχῶς ἐγκατάλειψις τοῦ Θεοῦ διά τινας οἰκονομίας καὶ εὐεργεσίας· ὡς ὅταν κατελείφθη ὁ Ἰὼβ πρὸς τὸ γενέσθαι αὐτὸν μᾶλλον τέλειον. Κατελείφθη καὶ Ἠλίας, ὡς φθάσαντες εἰρήκαμεν, πρὸς βραχὺ ὑποχωρήσας ἀπὸ προσώπου τοῦ Ἀχαὰβ καὶ τῆς Ἰεζάβελ· ἀλλ' ἕτερόν τι ᾠκονομεῖτο πρὸς τὸ ἐλθεῖν αὐτὸν εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ φιλοφρονηθῆναι ὑπὸ γυναικὸς χήρας, καὶ ταύτῃ παρέξαι τροφήν. Οὐ μὴ γὰρ ἐκλείψει, φησὶν, ἡ δρὰξ τοῦ ἀλεύρου, οὐδὲ τὸ ἔλαιον τοῦ καμψάκου· καὶ ἵνα διὰ τὴν κακίαν τῶν Ἰουδαίων στήσῃ τὸν οὐρανὸν τρία ἔτη καὶ μῆνας ἓξ μὴ βρέξαι. Φησὶ γάρ· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ λόγου στόματός μου. Τὸ ἕως σφόδρα καταλειφθῆναι ὑπὸ τοῦ Θεοῦ, τοῦτο δεινὸν, ὥσπερ κατελείφθη ὁ Σαοὺλ καὶ ὁ Ἀβεσσαλὼμ μηκέτι πρὸς σωτηρίαν ἀναστρέψαντες· ἐγυμνώθησαν γὰρ τῆς τοῦ Θεοῦ προμηθείας. Ἐν τίνι κατορθώσει νεώτερος τὴν ὁδὸν αὐτοῦ; Ἐν τῷ φυλάξασθαι τοὺς λόγους σου. Ὀξύῤῥοπον πρὸς ἁμαρτίαν ἡ νεότης, εἰς ἡδονὰς καὶ πάθη ἀτιμίας ἀπαγομένη· ἐὰν δὲ τῇ φυλακῇ τῶν ἐντολῶν τοῦ Θεοῦ κρατῆται, μένει ἀβλαβής· ὅπερ γάρ ἐστιν ἀγελαίῳ πώλῳ χαλινὸς καὶ πωλοδάμνης, τοῦτο τοῖς νέοις γίνεται ὁ θεῖος λόγος. Ἐπειδὴ καὶ Δανιὴλ νέος ἦν· ἀλλ' ἐφύλαττε τὰς ἐντολὰς τοῦ Θεοῦ, καὶ προφητικῆς χάριτος ἠξιώθη, καὶ τῶν ἀποῤῥήτων μυστηρίων εἰσηγητὴς γέγονεν. Ὡσαύτως καὶ οἱ τρεῖς παῖδες νέοι ὄντες τὸ πῦρ τῇ πίστει καὶ τοῖς ἔργοις αὐτῶν εἰς ἐναντίαν φύσιν μετήγαγον· ἀνεψύχοντο γὰρ ἐν μέσῳ τούτου, καὶ ἐδροσίζοντο τῇ παῤῥησίᾳ τῆς πίστεως καὶ τῇ αὔρᾳ τοῦ Πνεύματος. Οὕτως οὖν καὶ ἡμῖν πρόσεστιν. Οἵτινες νέοι ὑπάρχουσι, διὰ τῆς συντηρήσεως τῶν ἐντολῶν τοῦ Θεοῦ κοσμήσωσιν ἑαυτοὺς, καὶ μὴ γένωνται ἥλικες ἀργοὶ, ὡς Ἀβεσσαλὼμ, ὁ τῇ κακίᾳ συζῶν· ὅστις καὶ συνεπομένην ταύτῃ εἶχε κομῶσαν τὴν κεφαλὴν, ὁ ἀναίσθητος ἐν ταῖς φρεσίν. Ἡ γὰρ θρὶξ νεκρότητος σύμβολον. Καὶ ἐκείνῳ μὲν αἰτίαι τῆς ἀπωλείας αἱ τρίχες γεγόνασι, κρεμασθέντι ἐξ αὐτῶν ἐν τῇ δρυῒ, ὡς ἡ τῶν βασιλέων ἱστορία διηγεῖται. Ἀλλ' ἔστι χαλεπὸν, ὅτι καὶ νῦν τινες τοῦτον ζηλοῦντες, ἀπαιωροῦσι πολυμήκεις βοστρύχους καὶ πλοκαμῖδας, τὰ τῆς γυναικωνίτιδος ἔργα τῇ ψοιᾷ καθαπλοῦντες τῇ βλακείᾳ, εἰκῇ φυσιούμενοι ἐν τῷ ἰδίῳ νοΐ· καὶ οὐκ οἴδασιν, ὅτι μᾶλλον ἀτιμίαν ἑαυτοῖς ἐπάγουσι, τοῦ Ἀποστόλου λέγοντος· Ἀνὴρ ἐὰν κομᾷ, ἀτιμία αὐτῷ ἐστιν. Ἕλληνες δὲ παρ' Ὁμήρῳ ἱστόρηνται τοῦτο ποιοῦντες· φησὶ γὰρ, Καρηκομόωντες Ἀχαιοί. Ἐπεὶ καὶ οἱ τῶν ἰατρῶν σοφοί φασι. Πρὸς οὖν εὐπρέπειαν τῆς κεφαλῆς μεμετρημένας τὰς τρίχας ἔχοντες κατὰ τὴν τῶν ἀρχαίων ἀνδρῶν κόσμησιν ἀρκεσθησώμεθα, καὶ μὴ ὑπερκεῖσθαι ταύτας τῇ ψοιᾷ θελήσωμεν, μηδὲ τοῖς μεταφρένοις· ἀτιμία γάρ ἐστι τῷ τοιοῦτο ποιοῦντι, ὡς ἠκούσαμεν τοῦ Ἀποστόλου παραινοῦντος, Ἐν ὅλῃ καρδίᾳ μου ἐξεζήτησά σε, μὴ ἀπώσῃ με ἀπὸ τῶν ἐντολῶν σου.