Ancient Greek
ΕΙΣ ΤΟΝ ΡΙΗʹ ΨΑΛΜΟΝ, Ἤτοι τὸν ἄμωμον. Στάσις αʹ
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 3.1
Not analysed yet
Ζητοῦσι μὲν γὰρ πολλοὶ τὸν Θεὸν, ἀλλ' οὐκ ἐν ὅλῃ καρδίᾳ· μερίζουσι γὰρ ταύτην οὐ μόνον εἰς φροντίδας πραγμάτων βιωτικῶν, ἀλλὰ καὶ εἰς ἐπιθυμίας ἀτόπους καὶ φθόνους καὶ δόλους καὶ τὰς τῶν πλησίον ἐπιβουλάς. Ὁ δὲ τῶν θείων ἐραστὴς πᾶσαν ἀφιεροῖ τῷ Θεῷ τὴν διάνοιαν, καὶ τῆς ἐκεῖθεν ἀπολαύει προνοίας, μὴ καταπίπτων ἀπὸ τῶν αὐτοῦ ἐντολῶν εἰς βάραθρον ἀπωλείας, ἀλλὰ στοιχῶν τῷ ζῶντι Θεῷ, καὶ πᾶσαν τὴν ἑαυτοῦ διάνοιαν αὐτῷ ἀνατιθέμενος. Ἐν τῇ καρδίᾳ μου ἔκρυψα τὰ λόγιά σου, ὅπως ἂν μὴ ἁμάρτω σοι. Ὁ χρυσὸν κεκτημένος ἢ ἄργυρον ἢ λίθους τιμίους οὐκ ἔξω ταῦτα προτίθησιν, ἀλλ' ἔνδον ἐν τοῖς ταμείοις καὶ τοῖς θαλάμοις ἐναποκρύπτει, ὥστε διαφυγεῖν τῶν τοιχωρύχων τὰς χεῖρας· οὕτω ὁ τὸν πλοῦτον ἔχων τῆς ἀρετῆς, κρύπτει τοῦτον ἐν τῇ ψυχῇ, ὡς ἂν μὴ διὰ δόξης κενῆς τοῦτον οἱ τῶν ψυχῶν συλήσαιεν λωποδύται. Καὶ ἄλλως· οὐ κατέκρυψα, φησὶ, χρυσὸν ἣ ἄργυρον ἢ ἐσθῆτα μαλακήν τε καὶ περιῤῥέουσαν, ὅπου σὴς καὶ σκώληξ ἀφανίζει, καὶ κλέπται διορύσσουσι καὶ κλέπτουσιν· ἀλλ' ἐν τοῖς ταμείοις τῆς καρδίας ἔκρυψα τὰ λόγιά σου, φησὶν ὁ προφήτης, ἵνα μὴ καταπέσω εἰς ἁμαρτίαν. Διδάσκει δὲ καὶ ἕτερον ὁ λόγος οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ· Μὴ δῶτε γὰρ, φησὶ, τὰ ἅγια τοῖς κυσὶ, μηδὲ ῥίψητε τοὺς μαργαρίτας ὑμῶν ἔμπροσθεν τῶν χοίρων. Ταῦτα δὲ εἰ καὶ παρ' αὐτῷ εἴρηται, ἀλλ' οὖν ἡμεῖς οἱ ψάλλοντες ὀφειλέται ἐσμὲν συντηρεῖν τῆς ὑμνῳδίας ἡμῶν τὴν ὁμολογίαν. Ἔχει δὲ καὶ ἕτερον νοῦν ὁ λόγος. Οὐχὶ πρὸς τὸ θεαθῆναι τοῖς ἀνθρώποις τὰ ἀγαθὰ πράττω, ἐπεὶ ἀπέχω τὸν μισθόν μου· ἀλλ' ἐμαυτῷ ποιῶ τὸ καλὸν, ἵνα ὁ βλέπων Θεὸς ἐν τῷ κρυπτῷ ἀποδώσῃ μοι ἐν τῷ φανερῷ. Εὐλογητὸς εἶ, Κύριε· δίδαξόν με τὰ δικαιώματά σου· ἀντὶ τοῦ, ἥμερος εἶ καὶ φιλάνθρωπος, καὶ ἄξιος παρὰ πάντων ὑμνεῖσθαι· οὗ δὴ χάριν ἀντιβολῶ σε μαθεῖν παρὰ σοῦ τὰ δικαιῶσαι δυνάμενα. Ἢ οὕτως· εὐλογημένος εἶ καὶ δεδοξασμένος παρὰ πάντας, ὅτι φιλάνθρωπος εἶ, οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος· ἱκετεύω, δίδαξόν με τὰ δικαιώματά σου. Οὐ πλούτου ἐφίεμαι, οὐ χρυσὸν ζητῶ, οὐκ ἄργυρον, οὐκ ἀξίαν, οὔτε τι τῶν τερπνῶν τοῦ κόσμου τούτου· ἀλλὰ τὰ δικαιώματά σου μαθεῖν ζητῶ, ὅτι ἐν τῷ φυλάσσειν αὐτὰ ἀνταπόδοσις πολλή. Τοῦτο γάρ ἐστι Χριστιανοῦ ζήτησις. Ἐν τοῖς χείλεσί μου ἐξήγγειλα πάντα τὰ κρίματα τοῦ στόματός σου. Οὐ γὰρ γινώσκοντι τὰ κρίματα τοῦ Θεοῦ πρέπον ἐστι σιωπᾷν ἐν ἑαυτῷ, ἀλλ' ἐξαγγέλλειν, καὶ ἑτέρους ἐπανορθοῦν· Θεοῦ γὰρ ἀναγγέλλειν ἔργα ἔνδοξον. Ἃ γὰρ ἂν παρὰ τῆς σῆς ἀγαθότητος μάθοιμι, ταῦτα διδάξω τοὺς ἀγνοοῦντας. Ἐν τῇ ὁδῷ τῶν μαρτυρίων σου ἐτέρφθην, ὡς ἐπὶ παντὶ πλούτῳ. Ἐπίπονος μὲν ἡ τῆς ἀρετῆς ὁδὸς, ἀλλὰ τοῖς τελείοις τριπόθητος. Διά τοι τοῦτο καὶ Δεσπότης ἔφη Χριστός· Λάβετε τὸν ζυγόν μου ἐφ' ὑμᾶς, ὅτι ὁ ζυγός μου χρηστὸς, καὶ τὸ φορτίον μου ἐλαφρόν ἐστι. Τοῦτο καὶ ὁ προφητικὸς ἔφη λόγος· ὅτι πλούτου παντὸς θυμηρεστέρα μοι τῶν σῶν μαρτυρίων ἡ κτῆσις. Τὸ δὲ, Ἐπὶ παντὶ πλούτῳ, οὐχ ἁπλῶς πρόσκειται, ἀλλὰ τὸν παντοδαπὸν πλοῦτον παραδηλοῖ. Πολλὰ γὰρ τοῦ πλούτου τὰ εἴδη. Ὁ μὲν γὰρ χρυσὸν ἔχων ὀνομάζεται πλούσιος· ὁ δὲ ἄργυρον· ὁ δὲ γῆν πλείστην, τὴν μὲν πεφυτευμένην, τὴν δὲ καὶ σπειρομένην· ὁ δὲ βοσκήματα. Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ προφήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφησεν ἀξιέραστα αὐτῷ εἶναι τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη· καὶ ὥσπερ ὁ ταῦτα πλουτῶν εὐφραίνεται, οὕτω καὶ μάλα εἰκότως ἐπὶ τοῖς δικαιώμασι τοῦ Θεοῦ, ὡς ἐπὶ παντὶ πλούτῳ, ἀγάλλεται. Ἐν ταῖς ἐντολαῖς σου ἀδολεσχήσω, καὶ κατανοήσω τὰς ὁδούς σου. Σχολάζειν καὶ μελετᾷν ἐπαγγέλλεται ὁ προφήτης ἐν ταῖς ἐντολαῖς τοῦ Θεοῦ, καὶ οὐχὶ παρέργως ταύτας ἔχειν. Τούτου γὰρ χάριν, φησὶν, ἐνδελεχῶς τῶν σῶν λόγων τὴν μελέτην σχήσω, καὶ ἐν ταῖς σαῖς ὁδοῖς τὴν πορείαν ποιήσομαι. Διὰ γὰρ τοῦτο κατενόησε καὶ τὰς ὁδοὺς αὐτοῦ· διὸ καὶ ἐπιφέρει· Ἐν τοῖς δικαιώμασί σου μελετήσω· οὐκ ἐπιλήσομαι τῶν λόγων σου· τουτέστιν, ἄληστον τῶν σῶν λογίων ἐν ἐμαυτῷ φυλάξω τὴν μνήμην. Ἀνταπόδος τῷ δούλῳ σου. Οὐ πάντες τοῦτο παρακαλοῦμεν· τῶν γὰρ δικαίων ἐστὶν ἡ παράκλησις. Οἱ σωφρόνως καὶ εὐσεβῶς καὶ δικαίως ζῶντες, αὐτοὶ τεθαῤῥηκότως λέγουσιν· Ἀνταπόδος τῷ δούλῳ σου· οἱ δὲ ἐν ἁμαρτίαις καὶ ἡδοναῖς καὶ πάθεσιν ἀτιμίας, οὐ δύνανται λέγειν· Ἀνταπόδος τῷ δούλῳ σου. Οὐδεὶς γὰρ πονηρὸν συνειδὸς περιφέρων εἰς ἀνταπόδοσιν τὸν κριτὴν διεγείρει· ὁ δὲ καθαροῖς χρώμενος λογισμοῖς σὺν παῤῥησίᾳ ταύτῃ κέχρηται τῇ φωνῇ. Ζήσομαι, καὶ φυλάξω τοὺς λόγους σου. Ταύτην τὴν ζωὴν αἰτῶ, ἵνα ἐν φυλακῇ τῶν λόγων σου πορεύωμαι· τῆς σῆς γὰρ ἀπολαύων ἐπικουρίας, διαφεύξομαι τῆς ἁμαρτίας τὸν θάνατον, καὶ τὴν ἐκ τῶν λόγων σου τρυγήσω ζωήν. Ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσια ἐκ τοῦ νόμου σου. Οὐχ ἅπαντες οἱ τοῖς θείοις ἐντυγχάνοντες λογίοις, τὰ τούτων κατανοοῦσι θαυμάσια, ἀλλ' οἱ τῆς ἄνωθεν ἀπολαύοντες αἴγλης· οὗ δὴ χάριν καὶ ὁ μακάριος ἔφη Παῦλος· Ὅταν δὲ ἐπιστρέψῃ πρὸς Κύριον, περιαιρεῖται τὸ κάλυμμα· ὁ δὲ Κύριος τὸ Πνεῦμά ἐστιν. Αὐτὸς μέντοι τῷ φωτὶ τῷ θείῳ καταυγαζόμενος εἰκότως ἐβόα· Ἡμεῖς δὲ ἅπαντες ἀνακεκαλυμμένῳ προσώπῳ τὴν δόξαν Κυρίου κατοπτριζόμενοι, εἰς τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα, ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ Κυρίου Πνεύματος. Ἡμᾶς δὲ προσήκει τὸν Δεσπότην ἀντιβολεῖν, ἵνα τὸ κάλυμμα τῶν τῆς διανοίας ἡμῶν περιελὼν ὀφθαλμῶν, ὑποδείξῃ τῶν θείων λογίων τὴν δύναμιν. Τὰς γὰρ θείας Γραφὰς κατὰ ἀναγωγὴν καὶ θεωρίαν κατοπτριζόμεθα καὶ νοοῦμεν· ὡς ὅτι ὁ ἀμνὸς ὁ πάλαι σφαζόμενος παρὰ τῶν Ἰσραηλιτῶν, τύπος ἦν τοῦ ἀληθινοῦ ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν, τοῦ σφαγιασθέντος ὑπὲρ ἡμῶν· καὶ ὥσπερ ἐκεῖ ἡ χρῖσις τοῦ αἵματος τῶν φλιῶν ἔσωσε τοὺς χρίσαντας, οὕτω τὸ αἷμα τοῦ ἀληθινοῦ ἀμνοῦ Χριστοῦ τοῦ Θεοῦ ἡμῶν ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς κατάρας τοῦ ἐχθροῦ καὶ τῆς τοῦ θανάτου διαμονῆς. Πάλιν δὲ καὶ ὁ Ἰσραηλίτης λαὸς τὸν Ἰορδάνην διαβὰς, καὶ εἰσελθὼν εἰς τὴν γῆν τῆς ἀπαγγελίας, τύπος ἡμῶν τῶν Χριστιανῶν γέγονεν· ὅτι ἡμεῖς δι' ὕδατος τοῦ ἁγίου βαπτίσματος εἰς τὴν ἐπηγγελμένην γῆν, τὴν βασιλείαν τῶν οὐρανῶν, εἰσαγόμεθα. Ἑβραῖοι δὲ οὐδὲν τοιοῦτον κατανοοῦσιν, ὅτι Κάλυμμα ἐπὶ τοὺς ὀφθαλμοὺς αὐτῶν κεῖται, καθὼς λέγει ὁ θεῖος ἀπόστολος Παῦλος. Πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ· μὴ ἀποκρύψῃς ἀπ' ἐμοῦ τὰς ἐντολάς σου.