Ancient Greek
ΣΤΑΣΙΣ Γʹ Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 3.1-3
Not analysed yet
Ὁρᾷς, φησὶν, ἅπαντα, Δέσποτα· οὐ γὰρ ἀφέστηκας ἀφ' ἡμῶν, ἀλλὰ τὴν οἰκουμένην πληροῖς, καὶ ἀληθείᾳ χρώμενος πρυτανεύεις τὴν κτίσιν. Τοῦτο καὶ αὐτὸς ὁ Θεὸς διὰ τοῦ προφήτου φησί· Θεὸς ἐγγίζων ἐγώ εἰμι, καὶ οὐ Θεὸς πόῤῥωθεν. Πάντα γὰρ οἶδε καὶ ἐρευνᾷ, καὶ τὰ βάθη τῶν καρδιῶν ἡμῶν. Καὶ ὁ Μακάριος Παῦλος· Ἐν αὐτῷ γὰρ ζῶμεν καὶ κινούμεθα καὶ ἐσμέν. Κατ' ἀρχὰς ἔγνων ἐκ τῶν μαρτυρίων σου, ὅτι εἰς τὸν αἰῶνα ἐθεμελίωσας αὐτά. Μαρτύρια καλεῖ τὸν οὐρανὸν καὶ τὴν γῆν. Καταβὰς γὰρ, φησὶ, διαμάρτυραι αὐτοῖς τὸν οὐρανὸν καὶ τὴν γῆν. Διὰ τοῦτο καὶ Μωϋσῆς ὁ μέγας τῆς ᾠδῆς ἀρχόμενος ἔφη· Πρόσεχε, οὐρανὲ, καὶ λαλήσω· ἀκουέτω γῆ ῥήματα ἐκ στόματός μου. Ἐν δὲ τούτοις ὁρᾶται διηνεκῶς ἡ τοῦ Θεοῦ πρόνοια· μετὰ πολλῆς γὰρ ὁδεύει τάξεως ἅπαντα. Ἐντεῦθεν, φησὶν, ἔγνων ἀκριβῶς, ὡς ἐγγὺς εἶ, καὶ πάρει τοῖς γινομένοις, καὶ λανθάνει σε τῶν πραττομένων οὐδέν. Καὶ ἄλλως ἐκ προοιμίων, φησὶν, ἔγνων ὅτι βέβαιά εἰσι τὰ παρὰ σοῦ λαλούμενα, Δέσποτα, καὶ διηνεκεῖς σου αἱ ἐντολαί. Οὐδὲ γὰρ ὥσπερ τῶν βασιλέων καὶ τῶν πόλεων οἱ νόμοι μετατίθενται, οὕτω καὶ οἱ τοῦ Θεοῦ· ἀλλ' ὥσπερ ὁ οὐρανὸς καὶ ἡ γῆ εἰς τὸν αἰῶνα μένει, οὕτω καὶ αἱ τοῦ Θεοῦ ἐντολαί. Ἐπ' αὐτοῖς γὰρ, φησὶν, οὐκ ἔστι προσθεῖναι, καὶ ἀπ' αὐτῶν οὐκ ἔστιν ἀφελεῖν. Ἔφη δὲ καὶ ὁ Κύριος· Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται· οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν. Ἴδε τὴν ταπείνωσίν μου, καὶ ἐξελοῦ με, ὅτι τοῦ νόμου σου οὐκ ἐπελαθόμην. Ὁ ταπεινῶν ἑαυτὸν, ὑψωθήσεται, κατὰ τὴν τοῦ Κυρίου φωνήν· καὶ Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν. Ταύτῃ καὶ ὁ θεῖος προφήτης τὰς ἄλλας ἐκόσμησεν ἀρετὰς, καὶ ταύτην προϊσχόμενος τὴν θείαν ἐπαγγέλλεται βοήθειαν. Πολλὰ δέ εἰσιν εἴδη τῆς ταπεινώσεως· ταπεινοῦται γάρ τις καὶ ἐν θλίψει καὶ ἐν συμφοραῖς καὶ ὑπὸ ἀνθρωπίνων ἐπηρειῶν. Ἡ δὲ ἀληθὴς ταπείνωσίς ἐστιν, ὅταν διὰ τὰς ἁμαρτίας ἡμῶν ἐπιστρέφωμεν· οἷον ἐταπεινώθη αὐτὸς ὁ Δαυῒδ εἰπὼν καὶ ποιήσας· Λούσω καθ' ἑκάστην νύκτα τὴν κλίνην μου, ἐν δάκρυσί μου τὴν στρωμνήν μου βρέξω· καὶ, Ἴδε τὴν ταπείνωσίν μου, καὶ τὸν κόπον μου· καὶ ἄφες πάσας τὰς ἁμαρτίας μου. Ὡσαύτως, καὶ ἐὰν ταπεινωθῶμεν ὑπὸ τὴν κραταιὰν χεῖρα τοῦ Θεοῦ, ἀγαπῶντες καὶ φυλάττοντες τὰ προστάγματα αὐτοῦ, περὶ ὧν ὁ Κύριός φησι· Μακάριοι οἱ πτωχοὶ τῷ πνεύματι. Κρῖνον τὴν κρίσιν μου, καὶ λύτρωσαί με· διὰ τὸν λόγον σου ζῆσόν με. Ἐπειδὴ ἐκ τοῦ ἀρχεκάκου ἐχθροῦ διὰ τῆς ἀναβάσεως ἀπέστη τὸ ἀνθρώπινον γένος ἐκ τοῦ Θεοῦ, εὔχεται ὁ προφήτης κριθῆναι καὶ σωτηρίας τυχεῖν τὸ ἀνθρώπινον γένος· αὕτη δὲ γίνεται διὰ τοῦ λόγου τοῦ εὐαγγελικοῦ. Τοῦ γὰρ Εὐαγγελίου κηρυχθέντος ἐν πάσῃ τῇ οἰκουμένῃ, κατηργήθη ὁ διάβολος, καὶ σέσωσται τὸ ἀνθρώπινον γένος ζωοποιηθὲν Πνεύματι. Ἀναμιμνήσκει τοίνυν ὑποσχέσεων τὸν Δεσπότην, καὶ παρ' αὐτοῦ τὴν σωτηρίαν αἰτεῖ, καὶ κρῖναι αὐτῷ καὶ τοῖς δυσμενέσιν ἀντιβολεῖ. Μακρὰν ἀπὸ ἁμαρτωλῶν σωτηρία, ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Τῆς παρὰ σοῦ, φησὶ, σωτηρίας ἑαυτοὺς ἐστέρησαν οἱ παρανομίᾳ συζῶντες, μὴ βουληθέντες καταμαθεῖν τίνα πράττειν ἐνομοθέτησας. Τοῦτο δὲ παραίτιον τῆς ἀπωλείας, τὸ μὴ ἐκζητεῖν ἡμᾶς τὰ τοῦ Θεοῦ δικαιώματα. Καὶ οὐκ εἶπε μόνον, ὅτι οὐκ ἐπίστευσαν, ἀλλ', Ὅτι τὰ δικαιώματά σου οὐκ ἐξεζήτησαν. Ἐν γὰρ τῷ καταφρονεῖν ἡμᾶς τῶν ἐντολῶν τοῦ Θεοῦ, μακρύνει ἀφ' ἡμῶν τὴν σωτηρίαν. Οἱ οἰκτιρμοί σου πολλοὶ, Κύριε· κατὰ τὸ κρίμα σου ζῆσόν με. Οὗτος ὁ στίχος προφανῆ τὴν διάνοιαν ἔχει, καὶ οὐ δέεται λόγων εἰς ἑρμηνείαν· λέγει γάρ· πολὺς τῆς σῆς φιλανθρωπίας ὁ πλοῦτος, δικαία σου ἡ ψῆφος· τὴν ἀπὸ τούτων σωτηρίαν αἰτῶ. Πολλοὶ οἱ ἐκδιώκοντές με καὶ θλίβοντες· ἐκ τῶν μαρτυρίων σου οὐκ ἐξέκλινα. Πολλαῖς, φησὶ, περιστοιχιζόμενος συμφοραῖς, τῶν ὑπὸ σοῦ νενομοθετημένων οὐκ ἠνεσχόμην τι παραβῆναι. Καὶ τὴν ὑπόθεσιν εἰρηκότες τοῦ ψαλμοῦ εἴπομεν, ὡς ἅπαντα ὁ θεῖος Δαυῒδ τὰ συμβεβηκότα αὐτῷ ἐν τούτῳ συνήγαγε τῷ ψαλμῷ, καὶ ὅτι τὰ μὲν ἁρμόττει τοῖς ὑπὸ τοῦ Σαοὺλ προγεγενημένοις αὐτῷ λυπηροῖς, τὰ δὲ τοῖς ὑπὸ τοῦ Ἀβεσσαλώμ. Ταῦτα μέντοι δῆλον ὡς ὑπὸ τοῦ Σαοὺλ διωκόμενος εἴρηκε· τηνικαῦτα γὰρ τῆς ἁμαρτίας ἀπείρατος ἦν. Πολλοὶ οὖν τοὺς ἁγίους ἐδίωκον, καὶ εἰς θάνατον ἀπήγαγον, ἀλλ' αὐτοὶ ἐκ τῶν μαρτυρίων τοῦ Θεοῦ οὐκ ἐξέκλιναν. Ἐμέμνηντο γὰρ τοῦ Κυρίου λέγοντος· Μακάριοι οἱ διωκόμενοι ἕνεκεν δικαιοσύνης, ὅτι αὐτῶν ἐστιν ἡ βασιλεία τῶν οὐρανῶν· ὡσαύτως καὶ τοῦ ἀποστόλου Παύλου· Ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Τούτου ἕνεκεν διῆλθον διὰ πυρὸς καὶ ὕδατος οἱ μακάριοι καὶ ἀοίδιμοι μάρτυρες, καὶ ἔδωκαν τὰ σώματα αὐτῶν διὰ τὴν τοῦ Θεοῦ ὁμολογίαν καὶ ἀγάπην· ἀλλ' ἔχουσιν ἀντάμειψιν, γεγονότες σύσσωμοι καὶ συμμέτοχοι Χριστοῦ τοῦ Θεοῦ ἡμῶν. Εἶδον ἀσυνετοῦντας, καὶ ἐξετηκόμην, ὅτι τὰ λόγιά σου οὐκ ἐφυλάξαντο. Οὕτως ὁ μακάριος Παῦλος Ἰουδαίους ὠδύρετο· οὕτως αὐτὸς ὁ Δεσπότης τὴν Ἱερουσαλὴμ ὠλοφύρετο· οὕτως ὁ θεῖος Ἱερεμίας τὴν τοῦ λαοῦ παρανομίαν ἐθρήνησε. Τοιούτους χρὴ εἶναι ἡμᾶς, ἀδελφοί· ἐκτήκεσθαι καὶ λυπεῖσθαι ἐπὶ τῶν ἀτάκτως περιπατούντων, καὶ ἐλέγχειν αὐτοὺς καὶ παρακαλεῖν, πρόδηλον τὴν ἡμετέραν ζωὴν διευθύνοντες· Ὁ γὰρ ἐπιστρέφων ἁμαρτωλὸν ἐκ πλάνης ὁδοῦ αὐτοῦ, σώσει ψυχὴν ἐκ θανάτου, καὶ καλύψει πλῆθος ἁμαρτιῶν· εἰ δὲ ἀδιόρθωτοι μένουσι, στέλλεσθε ἀπὸ τῶν τοιούτων, ὡς ὁ Ἀπόστολος διδάσκει· Στέλλεσθε γὰρ, φησὶν, ἀπὸ παντὸς ἀδελφοῦ ἀτάκτως περιπατοῦντος· καὶ, Ἐάν τις ἀδελφὸς ὀνομαζόμενος ᾖ πόρνος, ἢ πλεονέκτης, ἢ μέθυσος, ἢ λοίδορος, ἢ ἅρπαξ, τῷ τοιούτῳ μηδὲ συνεσθίειν. Ἴδε ὅτι τὰς ἐντολάς σου ἠγάπησα, Κύριε· ἐν τῷ ἐλέει σου ζῆσόν με. Συνεχῶς ἐντολῶν καὶ δικαιωμάτων καὶ νόμων μνημονεύει καὶ μαρτυρίων, τὸν περὶ ταῦτα πόθον δεικνύς. Διδάσκει δὲ ἡμᾶς τὸ ῥητὸν, ἵνα, κατὰ τὸν ἀδελφόθεον Ἰάκωβον, ἀγαπῶμεν μὴ λόγῳ καὶ γλώσσῃ, ἀλλ' ἔργῳ καὶ ἀληθείᾳ. Οὕτω γὰρ ἂν ἐν τῷ ἐλέει τοῦ Θεοῦ ζησόμεθα. Ἀρχὴ τῶν λόγων σου ἀλήθεια, καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου.