Ancient Greek
ΣΤΑΣΙΣ Γʹ Ἐπίβλεψον ἐπ' ἐμὲ, καὶ ἐλέησόν με κατὰ τὸ κρίμα τῶν ἀγαπώντων τὸ ὄνομά σου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 118 (homiliae 1-3) [Sp.] 4.1-3
Not analysed yet
Ἀψευδεῖς ἔχεις τὰς ὑποσχέσεις, ἀληθείᾳ τὰς ἐπαγγελίας κοσμεῖς, ἔργῳ βεβαιοῖς σου τοὺς λόγους. Ἐν τῇ κατ' ἀρχὰς τοίνυν κοσμογενείᾳ εἶπεν ὁ Θεὸς τῷ Ἀδάμ· Ἀπὸ παντὸς ξύλου τοῦ ἐν τῷ παραδείσῳ βρώσει φαγῇ· ἀπὸ δὲ τοῦ ξύλου τοῦ γινώσκειν καλὸν καὶ πονηρὸν, οὐ φάγεσθε ἀπ' αὐτοῦ· ᾗ δ' ἂν ἡμέρᾳ φάγητε ἀπ' αὐτοῦ, θανάτῳ ἀποθανεῖσθε. Ἐκράτησεν οὖν αὐτὴ ἡ ἀπόφασις εἰς τὸν αἰῶνα· τὸ γὰρ παρακοῦσαι Θεοῦ θάνατον ἐπεισφέρει. Ἔχει δὲ καὶ ἕτερον ὁ λόγος. Γέγραπται γάρ· Εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· Ἐν τῷ σπέρματί σου ἐνευλογηθήσονται πάντα τὰ ἔθνη· ὅς ἐστι Χριστός. Δι' αὐτοῦ οὖν εἰς τὸν αἰῶνα γέγονεν ἡ δικαιοσύνη τῷ γένει τῶν ἀνθρώπων. Ἀρχὴν δὲ λόγων καλεῖ τὰς πρὸς τὸν Ἀβραὰμ ἐπαγγελίας. Ἐξ ἐκείνου γὰρ τὸ Ἰουδαίων συνέστη γένος· ἀλλ' ἐπλήρωσε τὰς ὑποσχέσεις, καὶ ηὔξησε τὸν λαὸν, ὡς τὰ ἄστρα τοῦ οὐρανοῦ τῷ πλήθει, καὶ ἐν τῷ σπέρματι δὲ αὐτοῦ ηὐλόγησε, κατὰ τὰς ἐπαγγελίας, πάντα τὰ ἔθνη. Τοῦτο γὰρ παρεδήλωσεν εἰρηκώς· Καὶ εἰς τὸν αἰῶνα πάντα τὰ κρίματα τῆς δικαιοσύνης σου. Προφήτης γὰρ ὢν ἑώρα τοῦ Χριστοῦ τὸ αἰώνιον κράτος. Διὸ καὶ ἀληθείᾳ ἔφησε κεκοσμῆσθαι τὴν τῶν θείων λογίων ἀρχήν. Λέγει δὲ καὶ ἐν ἑτέρῳ ψαλμῷ· Ἔργα χειρῶν αὐτοῦ ἀλήθεια καὶ κρίσις. Ἄρχοντες κατεδίωξάν με δωρεὰν, καὶ ἀπὸ τῶν λόγων σου ἐδειλίασεν ἡ καρδία μου. Τοὺς πολεμοῦντας, φησὶ, καὶ διώκοντας οὐκ ἐφοβήθην· τοὺς δὲ σοὺς ἔδεισα νόμους. Διὸ καὶ καθεύδοντα τὸν πολέμιον εὑρὼν, ἀνελεῖν οὐκ ἐτόλμησα. Καὶ τὸν πατραλοίαν δὲ ἐκεῖνον καὶ μυσαρὸν παῖδα οἰκτείρων ἔλεγον· Φείσασθέ μοι τοῦ παιδαρίου. Ταῦτα μὲν ὁ Δαυῒδ διωκόμενος ὑπὸ τοῦ Σαοὺλ ἔλεγε· κατὰ δὲ θεωρίαν καὶ διάνοιαν ἄρχοντές εἰσι τὰ πονηρὰ πνεύματα, ὡς ὁ μακάριος Παῦλος ἡμᾶς διδάσκει· Οὐκ ἔστιν ἡμῖν ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς, πρὸς τὰς ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ κόσμου τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας. Αὐτοὶ οὖν προσβάλλουσιν ἡμῖν, βουλόμενοι ἀπατῆσαι· ἀλλ' ἀπὸ τῶν λόγων τοῦ Θεοῦ φοβηθῶμεν. Εἶπε γὰρ ὁ Κύριος· Μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα, τὴν δὲ ψυχὴν μὴ δυναμένων τι βλάψαι· φοβήθητε δὲ μᾶλλον τὸν δυνάμενον καὶ ψυχὴν καὶ σῶμα ἀπολέσαι ἐν γεέννῃ. Ἀγαλλιάσομαι ἐγὼ ἐπὶ τὰ λόγιά σου, ὡς εὑρίσκων σκῦλα πολλά. Ἐπειδὴ πολεμίων ἐμνημόνευσε διωκόντων, εἰκότως καὶ τῶν σκύλων τὴν μνήμην παρήγαγε. Λέγει δὲ, ὅτι πάντας εἰ ἀνεῖλον ἐκείνους καὶ σκυλεύσας πλεῖστα ὅσα συνήγαγον λάφυρα, οὐκ ἂν οὕτως εὐφράνθην, ὡς τοῖς σοῖς ἀγάλλομαι νόμοις. Ὅπερ δὲ ἄνω εἶπε, τοῦτο καὶ ἐνταῦθα λέγει. Ἐκεῖ γὰρ ἔφη· Ἀγαθός μοι ὁ νόμος τοῦ στόματός σου ὑπὲρ χιλιάδας χρυσίου καὶ ἀργυρίου· καὶ, Ἠγάπησα τὰς ἐντολάς σου ὑπὲρ χρυσίον καὶ τοπάζιον. Διδάσκει οὖν, ἵνα ὑπὲρ πᾶσαν εὐφροσύνην χαίρωμεν καὶ ἀγαλλιώμεθα ἐπὶ ταῖς ἐντολαῖς τοῦ Θεοῦ. Ἀδικίαν ἐμίσησα καὶ ἐβδελυξάμην, τὸν δὲ νόμον σου ἠγάπησα. Ἀληθὴς καὶ οὗτος ὁ λόγος. Ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα διακείμενος, τἀναντία μυσάττεται. Καὶ γὰρ ὁ μισῶν τὴν ἀδικίαν, πάντως τὴν δικαιοσύνην ἐπισπᾶται. Δύο γὰρ ἐναντίους λόγους περὶ τοῦ αὐτοῦ πράγματος ἀληθεῖς εἶναι φύσιν οὐκ ἔχει. Εἶπε δὲ καὶ ὁ Κύριος· Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ. Ἑπτάκις τῆς ἡμέρας ᾔνεσά σε ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Τινὲς τὸ, Ἑπτάκις, Πλειστάκις ἡρμήνευσαν. Καὶ τοῦτο δὲ κἀκεῖνο τὸν θερμὸν ἔρωτα τοῦ προφήτου δηλοῖ. Τῆς γὰρ θείας ὑμνῳδίας οὐκ ἐλάμβανε κόρον. Ἀδιαλείπτως τοίνυν χρὴ καὶ ἡμᾶς αἰνεῖν τὸν Θεὸν, τουτέστιν, ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης αὐτοῦ. Οἱ δὲ ἐπιεικέστεροι καὶ εὐλαβεῖς ἑπτάκις ποιοῦνται τὴν στάσιν αὐτῶν πρὸς τὸν Θεὸν νύκτωρ καὶ μεθ' ἡμέραν· πρῶτα μὲν διανυκτερεύοντες, ὃ καὶ ὄρθρον ὀνομάζομεν· εἶθ' οὕτως, ἀνατέλλοντος τοῦ ἡλίου, εὐχαριστοῦσι τῷ ἀγαγόντι τὴν ἡμέραν· τρίτῃ ὥρᾳ, ὅτε τὸ Πνεῦμα τὸ ἅγιον ἐπὶ τοὺς ἀποστόλους ἐπεδήμησε· τῇ ἕκτῃ, ὅτε Χριστὸς ὁ Θεὸς ἡμῶν σαρκὶ ἐπὶ τῷ σταυρῷ προσηλώθη, καὶ ἐξήλειψε τὸ καθ' ἡμῶν χειρόγραφον· τῇ ἐννάτη, ὅτε τὸ αἷμα ἐξέχεε καὶ παρέδωκε τὸ πνεῦμα, καὶ ἐλυτρώσατο ἡμᾶς ἐκ τῆς τοῦ διαβόλου κατοχῆς· περὶ ἡλίου δυσμὰς, ὃ καὶ λυχνικὸν ὀνομάζομεν, διὰ τὸ εὐχαριστεῖν ἡμᾶς ἐπὶ τῇ παρελεύσει τῆς ἡμέρας· πάλιν δὲ, ὅταν πρὸς τὸν ὕπνον ὑπάγωμεν. Ταῦτα οὖν συναριθμούμενα Ἑπτάκις γίνεται. Εἰρήνη πολλὴ τοῖς ἀγαπῶσι τὸν νόμον σου, καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Οἱ τῷ θείῳ πυρπολούμενοι φίλτρῳ, καὶ τὴν πρὸς αὐτὸν εἰρήνην διὰ τῆς τῶν ἐντολῶν προσκτώμενοι φυλακῆς, κἂν ὑπὸ πάντων ἀνθρώπων πολεμῶνται, θυμήρη ζῶσι ζωήν. Καὶ μάρτυς ὁ θεσπέσιος Παῦλος βοῶν· Ἐν παντὶ θλιβόμενοι, ἀλλ' οὐ στενοχωρούμενοι· ἀπορούμενοι, ἀλλ' οὐκ ἐξαπορούμενοι· διωκόμενοι, ἀλλ' οὐ καταλιμπανόμενοι· καταβαλλόμενοι, ἀλλ' οὐκ ἀπολ λύμενοι. Καὶ ὁ Κύριος δὲ τοὺς ἱεροὺς ἀποστόλους ὡς πρόβατα ἐν μέσῳ λύκων εἰς πᾶσαν ἀποστείλας τὴν οἰκουμένην, ἔφη πρὸς αὐτούς· Εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν, εἰρήνην τὴν ἐμὴν ἀφίημι ὑμῖν. Αὐτοὶ γὰρ καὶ τὸν εὐαγγελικὸν νόμον ἔλαβον, καὶ πανταχοῦ ἐκήρυξαν. Τοῦτο γὰρ δηλοῖ τὸ, Πολλή. Καὶ οὐκ ἔστιν αὐτοῖς σκάνδαλον. Συνετρίβη γὰρ ὁ σατανᾶς ὑπὸ τοὺς πόδας αὐτῶν. Προσεδόκων τὸ σωτήριόν σου, Κύριε, καὶ τὰς ἐντολάς σου ἠγάπησα. Οὐδὲ συμφοραῖς περιστοιχιζόμενος ἀπέκοψα τὰς χρηστοτέρας ἐλπίδας, ἀλλὰ τὴν σὴν ἀναμένων σωτηρίαν διετέλεσα, καὶ ταῖς σαῖς ἑπόμενος ἐντολαῖς· ἐπειδήπερ οἱ ἀγαπῶντες τὰς ἐντολὰς τοῦ Θεοῦ ἀντάμειψιν ζητοῦσι τῆς ἀγάπης καὶ τῆς φυλακῆς, καὶ προσδοκῶσιν ἀποκεῖσθαι αὐτοῖς τὴν τῶν οὐρανίων ἀγαθῶν ἀπόλαυσιν. Ἐφύλαξεν ἡ ψυχή μου τὰ μαρτύριά σου, καὶ ἠγάπησεν αὐτὰ σφόδρα. Ἐφύλαξα τὰς ἐντολάς σου καὶ τὰ μαρτύριά σου, ὅτι πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. Εἰδὼς γὰρ ὡς ἅπαντα ἐφορᾷς, ὡς ὑπὸ σοὶ θεατῇ πολιτευόμενος, οὐ μόνον ἐπλήρωσά σου τὰς ἐντολὰς, ἀλλὰ καὶ μετὰ θερμῆς τοῦτο δέδρακα διαθέσεως. Ταῦτα δὲ ὁ προφήτης πρὸς ἡμετέραν νουθεσίαν καὶ παράκλησιν διαλέγεται, ἵνα φυλάττωμεν τὰς ἐντολὰς τοῦ Θεοῦ καὶ τὰ μαρτύρια αὐτοῦ. Ὅσοι οὖν οὐ δι' ἐμπορίαν καὶ αἰσχροκερδίαν, οὐδὲ διὰ τὸ θεαθῆναι καὶ ἐπαινεθῆναι παρὰ τῶν ἀνθρώπων, ἀγαθὰ ποιοῦσιν, οὗτοι λέγουσι· Πᾶσαι αἱ ὁδοί μου ἐναντίον σου, Κύριε. Ἐγγισάτω ἡ δέησίς μου ἐνώπιόν σου, Κύριε· κατὰ τὸ λόγιόν σου συνέτισόν με.