Ancient Greek · ~20 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 139 [Sp.] 1.1
Not analysed yet
Θαυμάζω τί δήποτε ὁ προφήτης οὐκ ηὔξατο ῥυσθῆναι ἀπὸ δαιμόνων, ἢ λεόντων, ἢ δρακόντων, ἀλλ' ἐξ ἀνθρώπου πονηροῦ. Δῆλον οὖν ὅτι χείρονές εἰσιν οἱ πονηροὶ ἄνθρωποι τῶν λεόντων. Οἱ μὲν γὰρ λέοντες τὸν Δανιὴλ ἐνετράπησαν, Ἰουδαῖοι δὲ τὸν Κύριον ἐσταύρωσαν· οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, τὸν δὲ Ἰωσὴφ οἱ ἀδελφοὶ πιπράσκοντες ἔτρωγον, ὃν καὶ δεόμενον ὑπερεῖδον. Ἐδέετο γὰρ αὐτῶν ὁ παῖς τοῦ μὴ πραθῆναι τοῖς ἀλλοφύλοις· οἱ δὲ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὴν ἱκεσίαν αὐτοῦ ὑπερεῖδον, καὶ οὔτε νεαρὰν ἡλικίαν ἠλέησαν, οὔτε σπλάγχνα ἀδελφικὰ ᾐδέσθησαν, οὐχ ὅτι σπορεὺς αὐτοῖς εἰσέσπειρε, καὶ μία σχεδὸν χώρα ἐβλάστησεν, ἀλλὰ τῇ ὑπερβολῇ τῆς ὠμότητος τὸν εὐγενέστατον καὶ ἀδελφὸν ὡς δοῦλον ἐπίπρασκον. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Μέλισσαι ἄγριαι τὸν Ἰωάννην ἐν τῇ ἐρήμῳ ἔτρεφον, Ἡρωδιὰς δὲ αὐτὸν ἐν ἀρίστῳ ἀπέτεμε. Δράκοντες καὶ κεράσται καὶ ἀσπίδες τὸν ἄνδρα ᾐσχύνοντο, γύναιον δὲ πονηρὸν τὸν προφήτην οὐκ ἔφριττε. Δανιὴλ ἐν Βαβυλῶνι τὸν δράκοντα ἔκτεινε, Δαυῒδ δὲ τοῦ Σαοὺλ τὸν φθόνον νικῆσαι οὐκ ἴσχυσεν. Ὁ ὄφις τὴν Εὔαν μόνον ἠπάτησεν· ὁ δὲ Κάϊν τὸν ἀδελφὸν αὐτοῦ δόλῳ ἐφόνευσεν. Ὁ κύων Κάϊν μαστιζόμενος, τῷ Δεσπότῃ ὑποτάσσεται· Ἰούδας δὲ καὶ τρεφόμενος τὸν Δεσπότην παρέδωκεν. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. οὐκ ἀπὸ θηρίων· τὰ μὲν γὰρ θηρία προφανῆ τὴν πονηρίαν κέκτηνται, οἱ δέ γε πονηροὶ ἄνθρωποι κρύπτουσι τὴν πονηρίαν τῷ σχήματι τῆς ἐπιεικείας. Καὶ ὥσπερ οἱ τὰ δηλητήρια φάρμακα διδόντες, μέλιτι πολλάκις περιχρίουσι τὴν πικρίαν τῇ γλυκύτητι· οὕτω καὶ οἱ πονηροὶ ἄνθρωποι τὸ μὲν γλυκὺ τῶν λόγων ἐν τῷ στόματι φέρουσι, τὸ δὲ πικρὸν τῶν τρόπων ἐν καρδίᾳ κατέχουσι· τὸ μέλι ἐν τῇ γλώττῃ βαστάζουσι, καὶ τὸ ξίφος ἐν τῇ γνώμῃ χαλκεύουσιν, ἄλλοι ἔξωθεν φαινόμενοι, καὶ ἄλλοι ἔνδοθεν κρυπτόμενοι. Οὕτως οὖν χαλεπώτερός ἐστιν ὁ πονηρὸς ἄνθρωπος τοῦ θηρίου· καὶ πῶς, ἄκουε. Τὸ μὲν θηρίον οὐκ ἔχον φρόνησιν, οὐχ εὑρίσκει κακὰ κατὰ τοῦ ἀνθρώπου· οὐδὲ γὰρ λογίζεται, οὐδὲ γὰρ τὴν ὑπαγορεύουσαν αὐτῷ φρόνησιν καὶ τὸν δόλον· ὁ δέ γε πονηρὸς ἄνθρωπος κεκτημένος τὴν φρόνησιν, καὶ χρῆται αὐτῇ πρὸς τὴν πονηρίαν, καὶ ὅταν δὲ βούληται, θήρατρα διὰ τῆς φρονήσεως ἐξευρίσκει. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἀπ' ἀγγέλου πονηροῦ Εἰσὶ γὰρ καὶ ἄγγελοι πονηροί· ὡς ὅταν λέγῃ Δαυΐδ· Ἐξαπέστειλεν εἰς αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, θυμὸν καὶ ὀργὴν καὶ θλίψιν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. Ὡδοποίησε τρίβον τῇ ὀργῇ αὐτοῦ. Χείρων δὲ ὁ πονηρὸς ἄνθρωπος τοῦ ἀγγέλου τοῦ πονηροῦ. Ὁ μὲν γὰρ πονηρὸς ἄγγελος τὰ προστεταγμένα φυλάττει· ὁ δὲ πονηρὸς ἄνθρωπος τὰ προστεταγμένα παραχαράσσει. Τί πονηρότερον τοῦ διαβόλου; Ἀλλ' ὅμως φθονήσας τῷ Ἰὼβ, οὐκ ἐτόλμησεν αὐτῷ προσελθεῖν δίχα προστάγματος θεϊκοῦ. Ὁ δὲ πονηρὸς ἄνθρωπος ἀκούων τὸ, Ἀγαπᾶτε τοὺς ἐχθροὺς ὑμῶν, οὐ μόνον οὐκ ἀγαπᾷ τοὺς ἐχθροὺς, ἀλλά γε καὶ τοὺς εὐεργετοῦντας μισεῖ, καὶ τούτους φονεύει, ὡς καὶ ὁ Σαοὺλ ἐποίει τῷ Δαυΐδ. Ὁ μὲν γὰρ τὸν ἀντίδικον αὐτοῦ Γολιὰθ σφενδονίσας ἀπέκτεινε, καὶ τοῦ φόβου ἀπήλασεν· ὁ δὲ τὴν δολοφονίαν κατ' αὐτοῦ ἀνέπνει. Τὸν δαίμονα αὐτοῦ πάλιν τῇ ψαλμῳδίᾳ αὐτοῦ ἀπήλαυνεν, ὁ δὲ τὸ ξίφος κατ' αὐτοῦ ἀκονήσας ἠκόντιζε. Τοιοῦτος γάρ ἐστιν ὁ πονηρός· ὅσον εὐεργετεῖται, τοσοῦτον μᾶλλον πρὸς φθόνον ἐκκαίεται. Ὕλη γὰρ φθόνου ἰσχὺς τῷ εὐεργετουμένῳ πονηρῷ ἀνθρώπῳ τυγχάνει. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἀπὸ δαιμόνων. Οἱ μὲν γὰρ δαίμονες τῷ σημείῳ τοῦ σταυροῦ ἀπελαύνονται, ὁ δὲ πονηρὸς ἄνθρωπος αὐτῷ τῷ Κυρίῳ ἀντιτάσσεται. Ὁ μέντοι Παῦλος ῥήματι τοὺς δαίμονας ἐξεδίωκεν, Ἀλεξάνδρου δὲ τοῦ χαλκέως τὴν πονηρίαν νικῆσαι οὐκ ἴσχυσε· φησὶ γὰρ, Ἀλέξανδρος ὁ χαλκεὺς πολλὰ κακά μοι ἐνεδείξατο· ἀποδῴη αὐτῷ ὁ Κύριος. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἐξ ἀνθρώπου ἀγαθοῦ. Ὁ μὲν γὰρ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας προφέρει τὰ ἀγαθά· ὁ δέ γε πονηρὸς ἄνθρωπος ἐκ τοῦ πονηροῦ θησαυροῦ προφέρει τὰ πονηρά· καὶ ὥσπερ ἀπό τινος ῥίζης, τῆς καρδίας ἕκαστος αὐτῶν προφέρει τὰ βλαστήματα, ὁ ἀγαθὸς τὴν ἀγαθότητα, καὶ ὁ πονηρὸς τὴν πονηρίαν. Καὶ ὥσπερ τῆς πικρᾶς ῥίζης καὶ οἱ κλάδοι καὶ τὰ φύλλα καὶ τὰ ἄνθη καὶ ὁ καρπός ἐστι πικρός· οὕτω καὶ τοῦ πονηροῦ ἀνθρώπου τὸ βάδισμα καὶ τὸ βλέμμα καὶ τὸ σχῆμα καὶ αἱ χεῖρες πονηραί εἰσι. Περὶ γὰρ ποδῶν, ὡς ὅταν λέγῃ ἡ σοφία· Ἔκκλινον δὲ ἀπ' αὐτῶν καὶ παράλλαξον· οἱ γὰρ πόδες αὐτῶν ἐπὶ πονηρίαν τρέχουσι. Περὶ δὲ χειρῶν, ὡς ὅταν εὐχόμενος λέγῃ ὁ προφήτης· Ῥῦσαί με, Κύριε, ἐκ χειρὸς ἁμαρτωλοῦ, ἐκ χειρὸς παρανομοῦντος καὶ ἀδικοῦντος. Περὶ δὲ ὀφθαλμοῦ πονηροῦ, ὡς ὅταν ὁ Κύριος βοᾷ· Εἰ ὁ ὀφθαλμός σου ἐστὶ πονηρὸς, ὅτι ἐγὼ ἀγαθός εἰμι; Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ. Ὁ τοιοῦτος δόλους πλέκει, ὑποκρίσεις μελετᾷ, τὸν φθόνον ἐν καρδίᾳ χαλκεύει. Ἐξ ἀνθρώπου πονηροῦ· οὐκ ἐξ ἀνθρώπου δικαίου. Δίκαιος μὲν γὰρ οἰκτείρει ψυχὰς κτηνῶν, καθὼς γέγραπται· ἄδικοι δὲ καὶ τὰς τῶν ἀνθρώπων ἀφαιροῦνται. Δίκαιος οἰκτείρει ψυχὰς κτηνῶν, ὡς ὁ Μωϋσῆς εἰς τὸ ὅρος ἀναδραμὼν τὰ πρόβατα Ἰωθὸρ διψῶντα ἐπότισεν· ὁ δὲ ἄδικος Φαραὼ τὰ πρωτότοκα τῶν Ἑβραίων εἰς τὸν ποταμὸν ἔπνιγε· καὶ ὁ μὲν δι' ὕδατος πρόβατα ἐπότιζεν· ὁ δὲ δι' ὕδατος ἀνθρώπους ἀπέκτεινε.