Ancient Greek · ~21 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 139 [Sp.] 2.1
Not analysed yet
Χρὴ οὖν φεύγειν τὴν πονηρίαν καὶ τὴν ἀδικίαν, ὡς ἡ δύναμις· μὴ μόνον δὲ φεύγειν, ἀλλὰ καὶ τοὺς ἀδικουμένους ἐκ χειρὸς τῶν ἀδικούντων ῥύεσθαι, ὡς ὁ Ἀβραὰμ ἐῤῥύσατο τὸν Λὼτ αἰχμαλωτισθέντα ἐκ χειρὸς τῶν ἀλλοφύλων· ὡς αὐτὸς ὁ Λὼτ τοὺς ἀγγέλους ἐῤῥύσατο ἐκ τῆς τῶν Σοδομιτῶν παρανομίας. Εἰ γὰρ καὶ ἡ φύσις τῶν ἀγγέλων ἀνεπίδεκτος, ἀλλ' ἠτμάτων (forte ἡ τόλμα τῶν) ἀνθρώπων πρόχειρος. Ὡς ὁ Μωϋσῆς τὸν τῶν Ἑβραίων λαὸν ἐῤῥύσατο ἐκ χειρὸς τῶν Αἰγυπτίων· ὡς ὁ Δαυῒδ τὸν Σαοὺλ ἐῤῥύσατο ἐκ τῆς βίας τοῦ δαίμονος· ὡς τοὺς τρεῖς παῖδας ἐκ τῆς καμίνου τῆς καιομένης ὁ συγκαταβὰς αὐτοῖς ἄγγελος· ὡς τὸν Δανιὴλ ἐκ τοῦ λάκκου τῶν λεόντων ἡ πίστις· ὡς τὸν Ἰωνᾶν ἐκ τῆς κοιλίας τοῦ κήτους ἡ μετάνοια· ὡς τὸν Ἱερεμίαν ἐκ λάκκου βορβόρου Ἀβιμέλεχ ὁ εὐνοῦχος· ὡς Δανιὴλ ἐν Βαβυλῶνι ἐκ τῆς κρίσεως τῶν παρανόμων τὴν Σωσάνναν· ὡς ὁ Κύριος πᾶσαν τὴν ἀνθρωπότητα ἐκ χειρὸς τοῦ διαβόλου· ὡς οἱ ἀπόστολοι τοὺς ἐχομένους ἀπὸ πνευμάτων καὶ νόσων. Ἀλλ' οὐ μόνον ὁ λόγος ἄνδρας νομοθετεῖ τοῦτο ποιεῖν, ἀλλὰ καὶ γυναῖκας διδάσκει. Πολλαὶ γὰρ γυναῖκες ἐῤῥύσαντο πολλοὺς ἐκ θανάτου καὶ κινδύνων ὡς Σάῤῥα τὸν Ἀβραὰμ ἐῤῥύσατο ἐκ χειρὸς Ἀβιμέλεχ, ἀδελφὸν αὐτῆς εἶναι σοφισαμένη· ὡς Ῥεβέκκα τὸν υἱὸν αὐτῆς Ἰακὼβ ἐκ χειρὸς τοῦ ἀδελφοῦ αὐτοῦ Ἡσαῦ, τὴν φυγὴν αὐτῷ συμβουλεύουσα· ὡς Ῥαχὴλ τὸν πατέρα ἐκ τῆς εἰδωλολατρείας ἐῤῥύσατο, ἄψυχα εἴδωλα κλέψασα· ἔκλεψε γὰρ οὐ δι' ἄλλο, ἢ ἵνα τῆς εἰδωλολατρείας ῥύσηται τὸν πατέρα· ὡς Ῥαὰβ ἡ πόρνη τοὺς κατασκόπους ἐῤῥύσατο ἐκ χειρὸς τῶν ἀλλοφύλων, εἰς τὴν λινοκαλάμην αὐτοὺς κατακρύψασα· ὡς Μελχὸλ τὸν Δαυῒδ ἐκ χειρὸς Σαοὺλ, τὸ μυστήριον αὐτῷ ἀπαγγείλασα· ὡς Ἀβιγαῒλ τὸν Νάβαλ ἐκ θανάτου, τῷ Δαυῒδ προσπεσοῦσα· ὡς ἡ τοῦ Μωϋσέως μήτηρ ἐκ χειρὸς Φαραὼ τὸ νήπιον εἰς θήβην ἐμβαλοῦσα· ὡς Μάρθα καὶ Μαρία τὸν ἀδελφὸν αὐτῶν Λάζαρον ἐξ ᾄδου, τῷ Κυρίῳ προσκλαύσασαι· ὡς αἱ χῆραι τὴν Ταβιθὰ ἐκ θανάτου ἐῤῥύσαντο, δυσωπήσασαι Πέτρον· ὡς ἡ πίστις τὴν αἱμόῤῥουν, καὶ νηστεία τοὺς Νινευίτας. Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Ἴδωμεν ἀπὸ τίνων ὁ προφήτης εὔχεται ἰδικῶς ῥυσθῆναι. Καὶ γὰρ ἄνθρωπος πονηρὸς ὁ Δωὴκ, καὶ ἀνὴρ ἄδικος ὁ Σαούλ. Ὁ γοῦν Δαυῒδ ἀπὸ προσώπου Σαοὺλ ἦν φεύγων εἰς Νομβᾶ τὴν πόλιν τῶν ἱερέων, κἀκεῖ ὁ Ἀβιμέλεχ ὁ ἱερεὺς ἔδωκεν αὐτῷ τὸ δόρυ τοῦ Γολιὰθ τοῦ ἀλλοφύλου καὶ ἐπισιτισμόν. Τότε Δωὴκ ὁ Ἰδουμαῖος, ὁ ἐπὶ τῶν ἡμιόνων τοῦ Σαοὺλ, παρὼν καὶ ὁρῶν τὰ γινόμενα, ἀπελθὼν διέβαλε τὸν Δαυῒδ καὶ Ἀβιμέλεχ τὸν ἱερέα, λέγων· χθὲς ἤμην εἰς Νομβᾶ τὴν πόλιν, κἀκεῖ Δαυΐδ· καὶ Ἀβιμέλεχ ὁ ἱερεὺς ἔδωκεν αὐτῷ ἐπισιτισμὸν, καὶ τὸ δόρυ Γολιὰθ τοῦ ἀλλοφύλου. Τότε Σαοὺλ θυμωθεὶς καὶ ὅλος τῆς ὀργῆς γινόμενος, λέγει τοῖς παρατρέχουσιν αὐτῷ στρατιώταις· Σφάξατε τοὺς ἐν τῇ Νομβᾷ τῇ πόλει ἱερεῖς. Οἱ δὲ οὐκ ἐτόλμησαν χεῖρας ἐπενεγκεῖν ἐπὶ τοὺς ἱερεῖς, φόβῳ Θεοῦ χαλινωθέντες τὰς χεῖρας, πρὸ δὲ τῶν χειρῶν τὰς γνώμας. Τότε πρὸς τὸν Δωὴκ ὁ Σαοὺλ ἀποστρέφων φησί· σὺ ἅπαντας τοὺς ἱερεῖς Κυρίου θανάτωσον, καὶ μὴ φείσῃ, μὴ πρεσβυτέρου, μὴ νεωτέρου, μὴ γυναικὸς, μὴ παρθένου, μὴ νηπίου, μὴ θηλάζοντος· ἕως ὄνου καὶ προβάτου καὶ μόσχου πάντας ἀπόκτεινον εἰς ἐξάλειψιν. Τότε ἀποστρέψας ὁ Δωὴκ, καὶ διελὼν τὸν ὑπ' αὐτοῦ ἀρχόμενον λαὸν τρέχει, καὶ τοὺς μὲν τὴν πόλιν κυκλῶσαι παρεσκεύασεν, ἐπὶ τὸ μηδένα φεύγειν, καὶ σωτηρίαν πορίσασθαι, τοὺς δὲ εἰς τὴν πόλιν πῦρ βάλλειν παρεκέλευσεν· αὐτός τε, καθάπερ λέων πρόθυμος εἰς βορὰν, ὥρμησε κατ' αὐτῶν ἐν τῇ πόλει, καθάπερ κατὰ μεμανδρευμένων προβάτων, καὶ ἔσφαξε τῇ ἡμέρᾳ ἐκείνῃ τριακοσίους πεντήκοντα ἱερεῖς αἴροντας Ἐφοὺδ, καὶ οὐκ ἐφείσατο οὐ πρεσβυτέρου, οὐ νεωτέρου, οὐ παρθένου, οὐ γυναικὸς, οὐ νηπίου θηλάζοντος, καὶ ἀπὸ προβάτου καὶ μόσχου καὶ ὄνου, καὶ τὴν πόλιν ἐνέπρησε πυρί. Τότε Δαυῒδ θεωρήσας τοῦτο, φεύγων ἔλεγεν· Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ· ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Ἦν γὰρ ἀληθῶς ἰδεῖν ὠμότατα πράγματα, τὰ τῶν νέων αἵματα καὶ τῶν νηπίων συμπεφυρμένα, καὶ νηπίων στομάτων ἄκρα τοῖς τῶν μητέρων μαστοῖς προσηρτημένα, καὶ ἄωρον κήραν (f. κουρὰν) πρὸ καιροῦ τεμνομένην, καὶ στάχυας πρὸ καιροῦ θεριζομένους, καὶ βότρυας μήπω περκάσαντας, θυμῷ χαλάζης φονευομένους. γυναικείων πλοκάμων, ὧν ἔδει κρύπτεσθαι, τὸ σεμνὸν μυστήριον πομπεῦον. Τοῦ γὰρ λινέου ἐπὶ τῆς κεφαλῆς χιτωνίσκου περιῤῥιπτομένου, γυμνὸν τὸ κρανίον τῆς κόμης διεδείκνυτο, καὶ στέρνα γυμνούμενα, τὰ καὶ ὄψιν ἡλίου ἰδεῖν αἰσχυνόμενα, καὶ παιδογόνα, ἃ καὶ αὐτὴ ἡ φύσις καλύπτειν ἐδίδασκε. Καὶ τίς ἂν τὴν τότε γενομένην ἀνάγκην εἰπεῖν ἐξισχύσειεν; Ἐπεὶ οὖν τοιαῦτα ὁ πονηρὸς ἄνθρωπος καὶ ὁ ἄοικος ἀνὴρ διαπράττονται, μὴ παυσώμεθα πάντοτε ἐκτενῶς δέεσθαι τῷ Θεῷ καὶ λέγειν· Ἐξελοῦ με, Κύριε, ἐξ ἀνθρώπου πονηροῦ, ἀπὸ ἀνδρὸς ἀδίκου ῥῦσαί με. Μὴ μόνον δὲ στόματι ταῦτα προσευχώμεθα, ἀλλὰ καὶ δι' ἔργων ἀγαθῶν ἑαυτοὺς ἀξίους πρὸς τὸ εἰσακούεσθαι τὴν δέησιν ἡμῶν εὐτρεπίσωμεν. Οὕτω γὰρ παρακαλοῦντες τὸν Θεὸν εἰσακουσθησόμεθα, καὶ οὐ μόνον ἐξ ἀνθρώπου πονηροῦ καὶ ἀπὸ ἀνδρὸς ἀδίκου ἐξελεῖται καὶ ῥύσεται ἡμᾶς, ἀλλὰ καὶ ἐκ τῶν ἀοράτων ἐχθρῶν ἡμῶν λυτρώσεται ἡμᾶς, καὶ σὺν τοῖς ἐπιγείοις ἀγαθοῖς καὶ τῶν αἰωνίων αὐτοῦ ἀξιώσει ἀγαθῶν. Ἐξαιρέτως δὲ τὴν εἰς ἀλλήλους ἀγάπην ἄδολον καὶ εἰλικρινῆ φυλάξωμεν, καὶ οἰκεῖον κέρδος τὴν εἰς πλησίον γινομένην προκοπὴν λογισώμεθα. Ἐν τούτῳ γὰρ μιμηταὶ Θεοῦ κατὰ τὸ δυνατὸν ἀνθρώποις γινόμεθα. Καὶ γὰρ ὁ Θεὸς ἡμῶν ἀγάπη ἐστί τε καὶ ὀνομάζεται. Αὐτῷ ἡ δόξα καὶ τὸ κράτος, τῷ Πατρὶ, καὶ τῷ Υἱῷ, καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.