Ancient Greek · ~15 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 145 1.1
Not analysed yet
Διηνύσαμεν τῆς νηστείας τὸν πλοῦν, καὶ πρὸς τὸν λιμένα τῇ τοῦ Θεοῦ χάριτι λοιπὸν κατηντήσαμεν· ἀλλὰ μὴ διὰ τοῦτο ῥᾳθυμῶμεν, ἐπειδὴ πρὸς τὸν λιμένα κατηντήσαμεν, ἀλλὰ διὰ τοῦτο σπουδάζωμεν μᾶλλον, ἐπειδὴ πρὸς τὸ τέλος ἐφθάσαμεν. Οὕτω γὰρ καὶ κυβερνῆται ποιοῦσιν· ἐπειδὰν μυριοφόρον ὁλκάδα πεπληρωμένην τῶν σίτων καὶ τῶν φορτίων εἰς ὕψος συγκειμένων εἰς στόμα λιμένος εἰσάγειν μέλλωσιν, ἐναγώνιοι καὶ περιδεεῖς εἰσι, μήποτε μετὰ τὰ μακρὰ πελάγη πέτρᾳ τινὶ προσρῆξαν τὸ πλοῖον, ἐκεῖ τὴν ἐμπορίαν καταδύσῃ πᾶσαν. Οὕτω δὲ καὶ ἡμᾶς δεδοικέναι χρὴ καὶ ἐναγωνίους εἶναι, μὴ πρὸς τῷ τέλει τῆς ἀμοιβῆς τῶν πόνων ἐκπέσωμεν. Διὸ καὶ ἐπιτεῖναι χρὴ τὴν σπουδήν. Οὕτω καὶ οἱ δρομεῖς ποιοῦσιν· ὅταν ἴδωσιν ἑαυτοὺς ἐγγὺς τῶν βραβείων γινομένους, τότε μᾶλλον ἐπιτείνουσι τὸν δρόμον. Οὕτω καὶ ἀθληταὶ, μετὰ μυρία παλαίσματα καὶ μυρίας νίκας, ὅταν περὶ τοὺς στεφάνους πλησιάσωσι, τότε μᾶλλον διανίστανται, καὶ συντείνουσιν αὑτῶν τὴν προθυμίαν. Οὕτω δὴ καὶ ἡμεῖς ποιήσωμεν νῦν. Ὅπερ γὰρ κυβερνήταις λιμὴν, καὶ δρομεῦσι βραβεῖα, καὶ ἀθληταῖς στέφανοι, τοῦτο ἡμῖν ἡ παροῦσα ἑβδομὰς, τὸ κεφάλαιον τῶν ἀγαθῶν, καὶ τὰ περὶ τοὺς στεφάνους παλαίσματα νῦν Διὸ καὶ μεγάλην καλοῦμεν αὐτήν· οὐκ ἐπειδὴ μεῖζον ἔχουσι μῆκος ἄλλων ἁπασῶν αἱ ταύτης ἡμέραι· καὶ γὰρ εἰσὶν ἕτεραι μείζους· οὐδὲ ἐπειδὴ πλείους τὸν ἀριθμόν· καὶ γὰρ ἴσαι ταῖς ἄλλαις εἰσίν· ἀλλ' ἐπειδὴ μεγάλα ἡμῖν γέγονεν ἐν αὐτῇ παρὰ τοῦ Δεσπότου κατορθώματα. Καὶ γὰρ ἐν ταύτῃ τῇ ἑβδομάδι τῇ μεγάλῃ ἡ χρονία τοῦ διαβόλου κατελύθη τυραννὶς, ὁ θάνατος ἐσβέσθη, ὁ ἰσχυρὸς ἐδέθη, τὰ σκεύη αὐτοῦ διηρπάγη, ἡ ἁμαρτία ἀνῃρέθη, ἡ κατάρα κατελύθη, ὁ παράδεισος ἀνεῴχθη, ὁ οὐρανὸς βάσιμος γέγονεν, ἄνθρωποι τοῖς ἀγγέλοις ἀνεμίγησαν, τὸ μεσότοιχον τοῦ φραγμοῦ ἤρθη, τὸ θριγκίον περιῃρέθη, ὁ τῆς εἰρήνης Θεὸς εἰρηνοποίησε τὰ ἄνω καὶ τὰ ἐπὶ τῆς γῆς. Διὰ τοῦτο μεγάλη καλεῖται ἑβδομάς· καὶ ὥσπερ αὕτη κεφάλαιον τῶν λοιπῶν ἑβδομάδων, οὕτω ταύτης κεφαλὴ τὸ σάββατον τὸ μέγα· καὶ καθάπερ ἐν σώματι κεφαλὴ, οὕτως ἐν τῇ ἑβδομάδι τὸ σάββατον. Διὰ τοῦτο ἐν αὐτῇ πολλοὶ τὴν σπουδὴν ἐπιτείνουσι· καὶ οἱ μὲν τὴν νηστείαν αὔξουσιν, οἱ δὲ τὰς ἀγρυπνίας τὰς ἱερὰς, οἱ δὲ ἐλεημοσύνην δαψιλεστέραν ἐργάζονται, τῇ περὶ τὰς ἀγαθὰς πράξεις σπουδῇ καὶ τῇ συντεταμένῃ περὶ τὸν βίον εὐλαβείᾳ τὸ μέγεθος τῆς εὐεργεσίας τῆς εἰς ἡμᾶς γεγενημένης παρὰ τοῦ Θεοῦ μαρτυροῦντες. Καθάπερ γὰρ, ὅτε τὸν Λάζαρον ἀνέστησεν ὁ Κύριος, ἀπήντων αὐτῷ πάντες οἱ ἐν Ἱεροσολύμοις, καὶ τῷ πλήθει ἐμαρτύρουν, ὅτι ἀνέστησε τὸν νεκρὸν (ἡ γὰρ σπουδὴ τῶν ἐξελθόντων τοῦ θαύματος ἦν ἀπόδειξις)· οὕτω δὴ καὶ ἡ νῦν σπουδὴ ἡ περὶ τὴν μεγάλην ἑβδομάδα ταύτην, τοῦ μεγέθους τῶν κατορθωμάτων τῶν ἐν αὐτῇ τεκμήριόν ἐστι καὶ ἀπόδειξις. Οὐδὲ γὰρ ἐκ μιᾶς πόλεως ἐξερχόμεθα ἀπαντῶντες τῷ Χριστῷ σήμερον, οὐδὲ ἐξ Ἱεροσολύμων μόνον, ἀλλ' ἀπὸ τῆς οἰκουμένης ἁπάσης μυρίανδροι πάντοθεν Ἐκκλησίαι ἐξέρχονται ἀπαντῶσαι τῷ Ἰησοῦ, οὐ βαΐα φοινίκων κατέχουσαι καὶ ἐπισείουσαι, ἀλλ' ἐλεημοσύνην καὶ φιλανθρωπίαν καὶ ἀρετὴν καὶ νηστείαν καὶ δάκρυα καὶ εὐχὰς καὶ ἀγρυπνίας καὶ πᾶσαν εὐλάβειαν προσφέρουσαι τῷ Δεσπότῃ Χριστῷ. Οὐχ ἡμεῖς δὲ μόνον ταύτην τιμῶμεν τὴν ἑβδομάδα, ἀλλὰ καὶ οἱ βασιλεῖς τῆς καθ' ἡμᾶς οἰκουμένης, οὐχ ὡς ἔτυχεν, αὐτὴν τετιμήκασιν, ἐκεχειρίαν πᾶσι δόντες τοῖς τὰ κοινὰ τῶν πόλεων πράττουσι πράγματα, ἵνα τῆς ἐκεῖθεν ἀπολαύσαντες σχολῆς, τὰς ἡμέρας ταύτας ἁπάσας τῇ πνευματικῇ προσέχωσι θεραπείᾳ. Διὰ τοῦτο καὶ τῶν δικαστηρίων τὰς θύρας ἀπέκλεισαν. Ἀργείτω, φησὶ, πᾶσα ἀμφισβήτησις καὶ μάχης εἶδος καὶ τιμωρίας, ἀναπαυσάσθωσαν μικρὸν τῶν δημίων αἱ χεῖρες. Κοινὰ τὰ κατορθώματα τοῦ Δεσπότου γέγονε· γενέσθω δή τι καὶ παρ' ἡμῶν τῶν δούλων ἀγαθόν. Οὐ ταύτῃ δὲ μόνον αὐτὴν τετιμήκασι τῇ σπουδῇ καὶ τιμῇ, ἀλλὰ καὶ ἑτέρᾳ οὐκ ἐλάττονι ταύτης. Βασιλικὰ καταπέμπονται γράμματα, λέγοντα τοὺς τὸ δεσμωτήριον οἰκοῦντας ἀφίεσθαι τῶν δεσμῶν. Καθάπερ γὰρ ὁ Δεσπότης ἡμῶν ἐν ᾅδου γενόμενος, τοὺς κατεχομένους ὑπὸ τοῦ θανάτου πάντας ἀπέλυσεν· οὕτω δὴ καὶ οἱ δοῦλοι τὰ κατὰ δύναμιν εἰσφέροντες, καὶ τὴν Δεσποτικὴν μιμούμενοι φιλανθρωπίαν, δεσμῶν ἀπολύουσι τῶν αἰσθητῶν, ἐπειδὴ τῶν νοητῶν οὐκ ἰσχύουσι.