Ancient Greek · ~18 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 145 2.1
Not analysed yet
Ταύτην καὶ ἡμεῖς τιμῶμεν τὴν ἑβδομάδα, καὶ ἀντὶ φοινίκων ἐξῆλθον κἀγὼ μεθ' ὑμῶν διδασκαλίας λόγον προτεινόμενος, τὰ δύο καταβάλλων λεπτὰ καθάπερ ἡ χήρα. Ἐξῆλθον τότε ἐκεῖνοι βαΐα φοινίκων ἔχοντες, καὶ ἐπεβόων καὶ ἔλεγον· Ὡσαννὰ ἐν τοῖς ὑψίστοις· εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου. Ἐξέλθωμεν καὶ ἡμεῖς, καὶ ἀντὶ τῶν φοινίκων βαΐων προαίρεσιν θάλλουσαν ἐπιδεικνύμενοι βοήσωμεν, καθάπερ σήμερον ὑπεψάλλομεν· Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον· αἰνέσω Κύριον ἐν ζωῇ· κἀκεῖνο τὸ ῥῆμα Δαυϊδικὸν, καὶ τοῦτο· μᾶλλον δὲ οὐδὲ ἐκεῖνο Δαυϊδικὸν, οὐδὲ τοῦτο· ἀλλ' ἀμφότερα τῆς τοῦ Πνεύματος χάριτος. Ἐφθέγξατο μὲν γὰρ ὁ προφήτης, ἐκίνησε δὲ τὴν τοῦ προφήτου γλῶσσαν ὁ Παράκλητος. Διὰ τοῦτό φησιν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Καθάπερ ὁ κάλαμος οὐκ ἀφ' ἑαυτοῦ γράφει, ἀλλ' ἀπὸ τῆς ἐξουσίας τῆς κινούσης αὐτὸν χειρός· οὕτω δὴ καὶ ἡ γλῶττα τῶν προφητῶν οὐκ ἀφ' ἑαυτῆς ἐφθέγγετο, ἀλλ' ἀπὸ τῆς τοῦ Θεοῦ χάριτος. Ἀλλὰ τίνος ἕνεκεν οὐκ εἶπεν, Γλῶσσά μου κάλαμος γραμματέως, ἁπλῶς, ἀλλὰ, Κάλαμος γραμ ματέως ὀξυγράφου; Ἵνα μάθῃς, ὅτι πνευματικὴ ἡ σοφία· διὸ καὶ πολλὴ ἡ εὐκολία, καὶ πολὺς ὁ δρόμος. Ἄνθρωποι μὲν γὰρ ἀφ' ἑαυτῶν φθεγγόμενοι συντιθέασι, βουλεύονται, βραδύνουσι, πολὺν παρέλκουσι χρόνον· ἐκεῖ δὲ, ἐπειδὴ καθάπερ ἀπὸ πηγῆς ἀνέβλυζε τὰ ῥήματα, καὶ οὐδὲν ἐμπόδιον ἦν, ἀλλὰ τὸν δρόμον τῆς γλώττης ἐνίκα τῶν νοημάτων ἡ ἐπιῤῥοὴ, διὰ τοῦτο ἔλεγεν· Ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. Ἀναβλύζει κάτω τὰ νάματα μετὰ πολλῆς δαψιλείας, φησί. Διὸ πολλὴ ἡ ὀξύτης. Οὐ δεῖ σκέψεως ἡμῖν, οὐδὲ μελέτης καὶ πόνου. Ἀλλ' ἴδωμεν τί φησιν. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Ταῦτα καὶ ἡμεῖς μετὰ τοῦ Δαυῒδ ψάλλωμεν σήμερον. Εἰ γὰρ καὶ μὴ τῷ σώματι πάρεστιν, ἀλλὰ τῷ πνεύματι πάρεστι. Καὶ ὅτι πάρεισιν ἡμῖν οἱ δίκαιοι, καὶ μεθ' ἡμῶν ψάλλουσιν, ἄκουσον τι φησιν ὁ Ἀβραὰμ πρὸς τὸν πλούσιον. Λέγοντος γὰρ ἐκείνου, Πέμψον Λάζαρον, ἵνα οἱ ἀδελφοί μου, μαθόντες τὰ ἐν ᾅδου, διορθώσωνται τὰ καθ' ἑαυτούς· λέγει πρὸς αὐτόν· Ἔχουσι Μωϋσέα καὶ τοὺς προφήτας. Καὶ μὴν Μωϋσῆς καὶ οἱ προφῆται πάντες πάλαι τεθνήκεσαν τῷ σώματι, διὰ τῶν γραμμάτων δὲ εἶχον αὐτούς. Εἰ γὰρ εἰκόνα τις ἄψυχον ἀναθεὶς παιδὸς ἢ φίλου, νομίζει παρεῖναι ἐκεῖνον τὸν ἀπελθόντα, καὶ διὰ τῆς εἰκόνος αὐτὸν φαντάζεται τῆς ἀψύχου· πολλῷ μᾶλλον ἡμεῖς διὰ τῶν θείων Γραφῶν τῆς τῶν ἁγίων ἀπολαύομεν συνουσίας. οὐχὶ τῶν σωμάτων αὐτῶν, ἀλλὰ τῶν ψυχῶν τὰς εἰκόνας ἔχοντες. Τὰ γὰρ παρ' αὐτῶν εἰρημένα τῶν ψυχῶν αὐτῶν εἰκόνες εἰσί. Βούλει μαθεῖν, ὅτι ζῶσιν οἱ δίκαιοι καὶ πάρεισιν; Οὐδεὶς τοὺς τεθνεῶτας μάρτυρας καλεῖ· ὁ δὲ Χριστὸς μάρτυρας αὐτοὺς ἐκάλεσε τῆς οἰκείας θεότητος, καὶ πρὸ τούτων αὐτὸν τὸν Δαυῒδ, ἵνα σε διδάξῃ ὅτι ζῇ. Τῶν γὰρ Ἰουδαίων ἀμφισβητούντων περὶ αὐτοῦ, λέγει πρὸς αὐτούς· Τί ὑμῖν δοκεῖ περὶ τοῦ Χριστοῦ; τίνος ἐστὶν υἱός; Λέγουσιν αὐτῷ, Τοῦ Δαυΐδ. Λέγει αὐτοῖς· Πῶς οὖν Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν καλεῖ λέγων· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου, Κάθου ἐκ δεξιῶν μου; Εἶδες πῶς ζῇ ὁ Δαυΐδ; Εἰ γὰρ μὴ ἔζη, οὐκ ἂν ἐκάλεσεν αὐτὸν μάρτυρα τῆς θεότητος αὐτοῦ. Καὶ οὐκ εἶπε, Πῶς οὖν ὁ Δαυῒδ ἐν Πνεύματι Κύριον αὐτὸν ἐκάλεσεν; ἀλλὰ, Κύριον αὐτὸν καλεῖ; ἵνα δείξῃ ὅτι πάρεστιν ἔτι, καὶ διὰ τῶν γραμμάτων φθέγγεται. Ἔψαλλέ ποτε ὁ Δαυῒδ ἐν ψαλμοῖς, καὶ ἡμεῖς μετὰ τοῦ Δαυῒδ σήμερον. Ἐκεῖνος κιθάραν εἶχεν ἀπὸ νευρῶν ἀψύχων· ἡ Ἐκκλησία κιθάραν ἔχει ἀπὸ νευρῶν ἐμψύχων ἐντεταμένην. Αἱ γλῶτται ἡμῶν νευραὶ τῆς κιθάρας εἰσὶ, διάφορον μὲν ἀφιεῖσαι τὸν φθόγγον, σύμφωνον δὲ τὴν εὐσέβειαν. Καὶ γὰρ καὶ γυναῖκες καὶ ἄνδρες, καὶ πρεσβῦται καὶ νέοι διῄρηνται μὲν κατὰ τὴν ἡλικίαν, οὐ διῄρηνται δὲ κατὰ τὸν τῆς ὑμνῳδίας λόγον· τὴν γὰρ ἑκάστου φωνὴν τὸ Πνεῦμα κεράσαν, μίαν ἐν ἅπασιν ἐργάζεται τὴν μελῳδίαν· καθὼς καὶ αὐτὸς ἐδήλωσεν ὁ Δαυῒδ, πᾶσαν μὲν ἡλικίαν, ἑκατέραν δὲ φύσιν πρὸς τὴν συμφωνίαν ταύτην καλῶν καὶ λέγων· Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον. Αἴνει, ἡ ψυχή μου, τὸν Κύριον. Τίνος ἕνεκεν τὴν σάρκα κατέλιπε; τίνος ἕνεκεν πρὸς τὸ σῶμα οὐδὲν διαλέγεται; ἆρα ἔσχισεν εἰς δύο τὸ ζῶον; Οὐδαμῶς· ἀλλὰ τὸν τεχνίτην πρῶτον διεγείρει. Ὅτι δὲ οὐκ ἀπέσχισε τὴν σάρκα ἀπὸ τῆς ψυχῆς, ἄκουσον ἀλλαχοῦ πῶς φησιν· Ὁ Θεὸς, ὁ Θεός μου, πρὸς σὲ ὀρθρίζω· Ἐδίψησέ σε ἡ ψυχή μου, ποσαπλῶς σοι ἡ σάρξ μου, ἐν γῇ. Ἀλλ' ἐν ὕμνοις δεῖξόν μοι καὶ τὴν σάρκα καλουμένην, φησίν. Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Εἶδες καὶ τὴν σάρκα κοινωνοῦσαν τῆς συμφωνίας; Τί ποτέ ἐστι, Καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ; Τὰ νεῦρα, φησὶ, τὰ ὀστᾶ, τὰς φλέβας, τὰς ἀρτηρίας, καὶ πάντα τὰ ἔνδον μόρια.