Ancient Greek · ~19 min
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 145 6.1
Not analysed yet
Εἶδες εὐγνωμοσύνην οἰκέτου; ᾜτησε τῆς ἀσθενείας ἀπαλλαγῆναι, καὶ οὐκ ἐπένευσεν ὁ Θεός· καὶ οὐ μόνον οὐκ ἤλγησεν ὁ Παῦλος, ἀλλὰ καὶ καυχᾶται ἐπὶ τῇ ἀσθενείᾳ. Οὕτω καὶ ἡμεῖς παρασκευάσωμεν τὰς ἑαυτῶν ψυχὰς, κἂν δῷ ὁ Θεὸς, κἂν μὴ δῷ ταῦτα ἅπερ αἰτοῦμεν, ἡμεῖς ὑπὲρ ἀμφοτέρων εὐχαριστήσωμεν τῷ Θεῷ. Ἀμφότερα γὰρ ἡμῖν συμφερόντως ποιεῖ. Εἰ τοῦ δοῦναι κύριός ἐστι, οὐκοῦν καὶ τοῦ πότε δοῦναι, καὶ τοῦ τί δοῦναι, καὶ τοῦ μὴ δοῦναι. Οὐκ οἶδας σὺ τὰ συμφέροντα, ὡς αὐτὸς οἶδε σαφῶς. Πολλάκις αἰτεῖς ἐπιβλαβῆ καὶ σφαλερά· ὁ δὲ μᾶλλον κηδόμενός σου τῆς σωτηρίας, οὐ τῇ αἰτήσει προσέχει, ἀλλὰ πρὸ ταύτης τὸ συμφέρον σοι πανταχοῦ σκοπεῖ. Εἰ γὰρ οἱ κατὰ σάρκα πατέρες οὐ πάντα αἰτοῦσι τοῖς παιδίοις παρέχουσιν, οὐκ ἐπειδὴ καταφρονοῦσιν αὐτῶν, ἀλλ' ἐπειδὴ μάλιστα κήδονται αὐτῶν· πολλῷ μᾶλλον ὁ Θεὸς, καὶ μᾶλλον φιλῶν, καὶ πλέον ἁπάντων καὶ τὸ συμφέρον εἰδὼς, τοῦτο ποιεῖ. Σχολάσωμεν οὖν ταῖς εὐχαῖς διηνεκῶς, μὴ μόνον δι' ἡμέρας, ἀλλὰ καὶ διὰ νυκτός. Ἄκουσον γὰρ τί φησιν αὐτὸς ὁ προφήτης· Μεσονύκτιον ἐξηγειρόμην τοῦ ἐξομολογεῖσθαί σοι ἐπὶ τὰ κρίματα τῆς δικαιοσύνης σου. Ἄνθρωπος βασιλεὺς ἐν φροντίσι τοσαύταις ὢν, δήμων καὶ πόλεων καὶ ἐθνῶν ἀρχὴν ἐγκεχειρισμένος, εἰρήνης φροντίζων, πολέμους καταλύων, πραγμάτων ἄφατον ὄχλον ὁρῶν περὶ αὐτὸν ἀεὶ περιεστῶτα, οὐδὲ μικρὸν ἀναπνεῦσαι ἔχων, οὐ μόνον τὰς ἡμέρας, ἀλλὰ καὶ τὰς νύκτας προσετίθει ταῖς εὐχαῖς. Εἰ δὲ ὁ βασιλεὺς ὁ ἐν τοσαύτῃ τρυφῇ ζῶν, ὁ τοσαύτας ἔχων φροντίδας, ὁ τοσούτοις πράγμασι περικυκλούμενος, οὐδὲ τὴν νύκτα ἠρέμει, ἀλλὰ τῶν ἐν ὄρεσι καθημένων μοναχῶν ἀκριβέστερον τὰς εὐχὰς ποιούμενος διετέλει, ποίας, εἰπέ μοι, τευξόμεθα συγγνώμης ἡμεῖς, ἐν ἀδείᾳ μὲν ζῶντες πολλῇ, καὶ τὸν ἰδιωτικὸν καὶ ἀπράγμονα ἐπανῃρημένοι βίον, οὐ μόνον δὲ τὰς νύκτας καθεύδοντες ἁπάσας, ἀλλ' οὐδὲ ἐν τῇ ἡμέρᾳ μετὰ τῆς προσηκούσης ἀγρυπνίας τὰς νενομισμένας ἐπιτελοῦντες εὐχάς; Μέγα ὅπλον προσευχὴ, μέγας κόσμος εὐχὴ, καὶ ἀσφάλεια καὶ λιμὴν, καὶ θησαυρὸς ἀγαθῶν, καὶ ἄσυλος πλοῦτος. Ἀνθρώπων μὲν οὖν δεόμενοι, καὶ δαπάνης χρημάτων δεόμεθα, καὶ κολακείας δουλοπρεποῦς, καὶ πολλῆς περιόδου καὶ πραγματείας. Οὐ γὰρ ἐξ εὐθείας αὐτοῖς τοῖς κυρίοις δοῦναι τὴν χάριν ἔνι διαλεχθῆναι πολλάκις, ἀλλ' ἀνάγκη πρότερον διακόνους καὶ οἰκονόμους αὐτῶν, καὶ ἐπιτρόπους, καὶ χρήμασι, καὶ ῥήμασι, καὶ παντὶ θεραπεῦσαι τρόπῳ, καὶ τότε δι' ἐκείνων δυνηθῆναι τὴν αἴτησιν λαβεῖν· ἐπὶ δὲ τοῦ Θεοῦ οὐκ ἔστιν οὕτως· οὐδὲ οὕτω δι' ἑτέρων παρακαλούμενος, ὡς δι' ἡμῶν αὐτῶν δεομένων, ἐπινεύει τῇ χάριτι. Καὶ ἐνταῦθα μὲν καὶ λαμβάνοντα, καὶ μὴ λαμβάνοντα ἔστι κερδαίνειν· ἐπὶ δὲ τῶν ἀνθρώπων ἐν ἑκατέρῳ πολλάκις ἐβλάβημεν. Ἐπεὶ οὖν μεῖζον τὸ κέρδος καὶ μείζων ἡ εὐκολία τοῖς τῷ Θεῷ προσιοῦσι, μὴ καταφρονῶμεν εὐχῆς. Τότε γάρ σοι μᾶλλον καταλλαγήσεται, τότε σοι μᾶλλον δίδωσιν ὅπερ αἰτεῖς, ὅταν σὺ διὰ σεαυτοῦ παρακαλῇς, ὅταν καθαρὰν παρέχῃς διάνοιαν, ὅταν νήφοντα λογισμὸν, ὅταν μὴ παρέργως αἰτῇς, ὅπερ ποιοῦσι πολλοὶ, καὶ ἡ γλῶττα μὲν αὐτοῖς λέγει τὰ ῥήματα τῆς εὐχῆς, ἡ δὲ ψυχὴ πολλαχοῦ τῆς οἰκίας, τῆς ἀγορᾶς, τῶν ὁδῶν περιέρχεται· τοῦτο ὅλον τοῦ διαβόλου τὸ μηχάνημα. Ἐπειδὴ γὰρ οἶδεν ὅτι κατ' ἐκεῖνον τὸν καιρὸν δυνάμεθα ἀφέσεως τυχεῖν ἁμαρτιῶν, βουλόμενος ἡμῖν τὸν τῆς εὐχῆς προσχῶσαι λιμένα, κατ' αὐτὸν ἀνίσταται, ἐκκρούων ἡμῶν τὴν διάνοιαν τῶν λεγομένων, ὥστε ζημιωθέντας μᾶλλον ἢ κερδάναντας ἀπελθεῖν. Ταῦτα οὖν εἰδὼς, ἄνθρωπε, ὅταν προσέρχῃ τῷ Θεῷ, ἐννόησον τίνι προσέρχῃ· καὶ ἀρκεῖ σοι εἰς νῆψιν τὸ ἀξιόπιστον τοῦ μέλλοντός σοι διδόναι τὴν χάριν. Ἀνάβλεψον εἰς τὸν οὐρανὸν, καὶ διανοοῦ πρὸς τίνα σοι ὁ λόγος ἐστίν. Εἰ γὰρ ἀνθρώπῳ τις διαλεγόμενος ὀλίγον ἀναβεβηκότι ταῖς ἀνθρωπίναις τιμαῖς, κἂν ἁπάντων ῥᾳθυμότερος ᾖ, πάντως ἑαυτὸν διανίστησι, καὶ νήφειν παρακελεύεται τῇ ψυχῇ· πολλῷ μᾶλλον ἂν νοήσωμεν ἡμεῖς, ὅτι τῷ τῶν ἀγγέλων Δεσπότῃ διαλεγόμεθα, ἱκανὴν εἰς τὸ προσέχειν ἑαυτοῖς ὑπόθεσιν ἐκ τούτου ληψόμεθα. Εἰ δὲ δεῖ τινα καὶ ἑτέραν μέθοδον εἰπεῖν, δι' ἧς δυνησόμεθα τὴν ῥᾳθυμίαν ἐκφυγεῖν ταύτην, ἐκεῖνο ἂν εἴποιμι· Πολλάκις πληρώσαντες τὴν εὐχὴν, μηδὲν ἀκούσαντες ὧν εἰρήκαμεν, ἀπήλθομεν. Ἂν οὖν ἐννοήσωμεν τοῦτο, εὐθέως πάλιν αὐτὴν ἀναλάβωμεν· κἂν τὸ αὐτὸ πάθωμεν πάλιν, καὶ τρίτον καὶ τέταρτον αὐτὴν εἴπωμεν, καὶ μὴ πρότερον ἀποστῶμεν εὐχόμενοι, ἕως ἂν ἅπασαν αὐτὴν μετὰ διανοίας νηφούσης εἴπωμεν. Ἂν αἴσθηται ὁ διάβολος, ὅτι οὐ πρότερον ἀφιστάμεθα, ἕως ἂν μετὰ σπουδῆς αὐτὴν καὶ διανοίας νηφούσης εἴπωμεν, ἀποστήσεται λοιπὸν ὁ ἐνεδρεύων, εἰδὼς ὅτι οὐδὲν ἔσται πλέον αὐτῷ τῆς ἐπιβουλῆς, ἢ τὸ πολλάκις ἀναγκάζειν τὴν αὐτὴν ἡμᾶς ἀναλαμβάνειν εὐχήν. Πολλὰ μεθ' ἡμέραν, ἀγαπητοὶ, λαμβάνομεν τραύματα ἐκ τῶν οἰκείων, ἐκ τῶν ἀλλοτρίων, ἐν ἀγορᾷ, ἐν οἰκίᾳ, ἀπὸ τῶν δημοσίων πραγμάτων, ἀπὸ τῶν ἰδιωτικῶν, ἀπὸ τῶν γειτόνων, ἀπὸ τῶν φίλων. Πάντων ἐκείνων τῶν τραυμάτων φάρμακα ἐπιθῶμεν τῷ καιρῷ τῆς εὐχῆς. Δυνατὸς γὰρ ὁ Θεὸς, εἰ μετὰ νηφούσης διανοίας καὶ πεπυρωμένης ψυχῆς καὶ θερμοῦ συνειδότος αὐτῷ προσέλθωμεν, καὶ συγγνώμην αἰτήσαιμεν, πάντων ἡμῖν δοῦναι τῶν πεπλημμελημένων ἄφεσιν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα σὺν τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.