Ancient Greek · ~10 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 145 5
Not analysed yet
Ὁρᾷς πανταχοῦ μετὰ τῆς νηστείας τὴν προσευχήν; Τότε γὰρ καὶ τερπνοτέρα καὶ δοκιμωτέρα ἀπὸ τῆς λύρας ἀναπέμπεται μελῳδία. Οὐκ εἰσὶ διάβροχοι αἱ νευραὶ, τῇ πλεονεξίᾳ τῆς μέθης διαλυθεῖσαι, ἀλλ' εὔτονος ὁ λογισμὸς, διεγηγερμένος ὁ νοῦς, νήφουσα ἡ ψυχή. Οὕτω προσιέναι τῷ Θεῷ καὶ διαλέγεσθαι χρὴ μόνον πρὸς μόνον. Εἰ γὰρ πρὸς φίλους ἔχοντές τι τῶν ἀναγκαίων εἰπεῖν, καταμόνας αὐτοὺς λαμβάνοντες, οὕτω διαλεγόμεθα· πολλῷ μᾶλλον ἐπὶ τοῦ Θεοῦ τοῦτο ποιεῖν χρὴ, εἰσελθόντας εἰς τὸ ταμιεῖον μεθ' ἡσυχίας πολλῆς· καὶ πάντως ἐπιτευξόμεθα πάντων, ἂν συμφερόντως τὴν αἴτησιν ποιησώμεθα. Καὶ γὰρ μέγα ἀγαθὸν εὐχὴ, ὅταν μετὰ διανοίας εὐχαρίστου γίνηται καὶ νηφούσης· πῶς δὲ καὶ εὐχάριστος ἔσται; Ἂν παιδεύσωμεν ἑαυτοὺς, μὴ μόνον λαμβάνοντας, ἀλλὰ καὶ ἀποτυγχάνοντας εὐχαριστεῖν τῷ Θεῷ. Καὶ γάρ ποτε μὲν δίδωσιν ὁ Θεὸς, ποτὲ δὲ οὐ δίδωσιν· ἀμφότερα δὲ χρησίμως ποιεῖ· ὥστε, κἂν λάβῃς, κἂν μὴ λάβῃς, ἔλαβες τῷ μὴ λαβεῖν· κἂν ἐπιτύχῃς, κἂν μὴ ἐπιτύχῃς, ἐπέτυχες ἐν τῷ μὴ ἐπιτυχεῖν. Ἔστι γὰρ ὅτε τὸ μὴ λαβεῖν ὅπερ αἰτοῦμεν, τοῦ λαβεῖν λυσιτελέστερον γίνεται. Εἰ γὰρ μὴ συμφέρον ἡμῖν πολλάκις ἦν τὸ μὴ λαβεῖν, πάντως ἂν ἔδωκεν ἀεί· τὸ δὲ συμφερόντως ἀποτυχεῖν, ἐπιτυχεῖν ἐστι. Διὰ τοῦτο καὶ ἀναβάλλεται τὴν αἴτησιν ἡμῶν πολλάκις, οὐ βουλόμενος ἡμᾶς παρελκύσαι, ἀλλὰ τῇ μελλήσει τῆς δόσεως τὴν διηνεκῆ προσεδρείαν σοφιζόμενος. Ἐπειδὴ γὰρ λαβόντες πολλάκις ὅπερ αἰτοῦμεν, μετὰ τὸ λαβεῖν τὴν περὶ τὰς εὐχὰς καταλύομεν σπουδὴν, βουλόμενος ἐπιτεῖναι τὴν ἐν ταῖς ἱκετηρίαις ἡμῶν ἀγρυπνίαν, παρέλκει τὴν δόσιν. Οὕτω καὶ φιλόστοργοι πατέρες ποιοῦσι· τὰ ῥᾴθυμα τῶν παίδων, καὶ πρὸς τὰ παιδικὰ παίγνια κατατρέχοντα, πολλάκις ὑποσχέσει δώρου μεγίστου κατέχουσι παρ' ἑαυτοῖς· διὰ τοῦτο ποτὲ μὲν ἀναβάλλονται, ποτὲ δὲ οὐ διδόασιν. Ἔστι γὰρ ὅτε βλαβερὰν αἰτοῦμεν αἴτησιν· ὁ δὲ τὰ συμφέροντα ἡμῖν μᾶλλον εἰδὼς, ὁ Θεὸς οὐκ ἐπινεύει ταῖς ἡμετέραις εὐχαῖς, τὸ λυσιτελὲς ἡμῖν καὶ ἀγνοούντων ἡμῶν οἰκονομῶν. Καὶ τί θαυμαστὸν, εἰ ἡμεῖς οὐκ ἀκουόμεθα, ὅπου γε καὶ ἐπὶ Παύλου τοῦτο γέγονε; Καὶ γὰρ ἐκεῖνος πολλάκις αἰτήσας ἀπέτυχε· καὶ οὐ μόνον οὐκ ἤλγησεν, ἀλλὰ καὶ ηὐχαρίστησε τῷ Θεῷ· Ὑπὲρ τούτου γὰρ, φησὶ, τὸν Κύριον τρὶς παρεκάλεσα· τὸ δὲ, Τρὶς, τὸ πολλάκις σημαίνει. Εἰ δὲ Παῦλος πολλάκις αἰτήσας οὐκ ἐπέτυχε, πολλῷ οὖν μᾶλλον ἡμᾶς ἐπιμένειν χρή. Ἀλλ' ἴδωμεν πῶς, ἐπειδὴ πολλάκις αἰτήσας οὐκ ἔλαβε, διετέθη πρὸς τὸ μὴ λαβεῖν. Οὐ γὰρ μόνον οὐκ ἤλγησεν, ἀλλὰ καὶ καυχᾶται, ἐπειδὴ μὴ ἔλαβεν. Εἰπὼν γὰρ, ὅτι Ὑπὲρ τούτου τρὶς τὸν Κύριον παρεκάλεσα· καὶ εἶπε μοι· Ἀρκεῖ σοι ἡ χάρις μου· ἡ γὰρ δύναμίς μου ἐν ἀσθενείᾳ τελειοῦται· ἐπήγαγεν, ὅτι Ἥδιστα οὖν καυχήσομαι ἐν ταῖς ἀσθενείαις μου.