Ancient Greek · ~18 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 1) [Sp.] 4.1
Not analysed yet
Ἦλθε τοίνυν πρὸς τοὺς ἄνδρας, καὶ λέγει αὐτοῖς· Τί δοθήσεται τῷ ἀνδρὶ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; Περὶ μισθῶν διαλέγεται, οὐχ ἵνα λάβῃ μισθὸν, ἀλλ' ἵνα τούτους εἰς πίστιν ἀγάγῃ. Τί οὖν οἱ ἀδελφοί; Πάλιν φθόνος. πάλιν βασκανία. Ἐπὶ τί ἀφῆκας τὰ μικρὰ πρόβατα ἐκεῖνα; Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου. Ὢ φθόνος παθῶν πεπληρωμένος, πῦρ μὴ σβεννύμενον. Καὶ γὰρ καθάπερ σκώληξ τὸ ἔριον διεσθίει, οὕτω καὶ ὁ φθόνος τὸν μὲν φθονοῦντα διατήκει, τὸν δὲ φθονούμενον λαμπρότερον κατασκευάζει. Οὕτω καὶ ἐπὶ τοῦ Ἰωσὴφ καὶ τῶν ἀδελφῶν αὐτοῦ ἐγένετο. Οἱ μὲν γὰρ φθονήσαντες ἀπὸ ἐλευθερίας εἰς δουλείαν καθίσταντο· ὁ δὲ φθονηθεὶς βασιλεὺς ἐγένετο. Πάλιν οὖν οἱ ἀδελφοί· Ἡμεῖς οἴδαμεν τὴν ὑπερηφανίαν καὶ τὴν κακίαν τῆς καρδίας σου, ὅτι ἕνεκα τοῦ ἰδεῖν σε τὸν πόλεμον κατέβης. Τί ἐφθόνησαν; τί ἐβάσκηναν; Λόγον ἤκουσαν, ῥημάτων εὐημερίαν οὐκ ἤνεγκαν. Ἀλλὰ τί οὗτος ὁ σοφὸς ἁνήρ; Ἀπέστη ἀπ' αὐτῶν ὑποτεμνόμενος τὸ ἕλκος, καὶ ἀπῆλθεν εἰς τὸ ἕτερον μέρος τοῦ πολέμου, καὶ λέγει· Τί ἔσται τῷ ἀνθρώπῳ τῷ αἴροντι τὴν κεφαλὴν αὐτοῦ; καὶ εἰσήγαγον αὐτὸν πρὸς τὸν βασιλέα. Εἶδε τοίνυν τὸν βασιλέα καθήμενον, κατεπτηχότα, δεδοικότα, τρέμοντα, καὶ λέγει πρὸς αὐτόν· Ἵνα τί συνέπεσε τὸ πρόσωπον τοῦ κυρίου μου, καὶ ἐν τῇ εὐημερίᾳ τὴν δουλείαν ὁμολογεῖ; Τίς ἐστιν οὗτος; οὐχὶ πορεύσομαι, καὶ ἀφελῶ τὴν κεφαλὴν αὐτοῦ; Τί οὖν ὁ βασιλεύς; Καὶ πῶς δύνασαι, ὅτι παιδάριον εἶ μικρὸν, οὗτος δὲ ἀνὴρ πολεμιστὴς ἐκ νεότητος αὐτοῦ; Μὴ βλέπε τὰ ὁρώμενα, ἀλλὰ τὰ νοούμενα· μὴ ἴδῃς, ὅτι μικρὸς τῷ εἴδει, ἀλλ' ὅτι μέγας τῷ φρονήματι. Τί οὖν ἵνα γίνηται; Ἀπιστεῖ ὁ βασιλεύς· ἀναγκάζεται ὁ Δαυῒδ λοιπὸν αὐτῷ τὰ κατορθώματα αὐτοῦ λέγειν. Ἐγὼ, φησὶ, παιδίον ἤμην μικρὸν παρὰ τὴν ποίμνην τοῦ πατρός μου· καὶ ὅτε ἦλθε λέων, ἢ ἄρκτος, καὶ ἐλάμβανον πρόβατα ἐκ τῆς ποίμνης, ἐξεπορευόμην ὀπίσω αὐτῶν, καὶ ἐξέσπασα ἐκ τοῦ στόματος αὐτῶν, καὶ ἀνεῖλον τὸν λέοντα καὶ τὴν ἄρκτον· καὶ ἔσται οὗτος ὡς ἓν τούτων τῶν θηρίων, ὅτι ὠνείδισε παράταξιν Θεοῦ ζῶντος. Καὶ εἶπεν ὁ Σαοὺλ πρὸς τὸν Δαυΐδ· Πορεύου, ὁ Κύριος μετὰ σοῦ. Καὶ ἔδωκεν αὐτῷ ὅπλα, καὶ οὐκ ἐδύνατο αὐτὰ ὁ Δαυῒδ βαστάσαι. Διὰ τί; Οὐ συγχωρεῖ τοῦτο ὁ Θεὸς, ἵνα γυμνὸς νικήσῃ, ἵνα μὴ τὰ ὅπλα μερίσηται τὴν νίκην τῶν κατορθωμάτων, ἵνα μὴ λέγῃ ὁ βασιλεὺς, ὅτι Τὰ ὅπλα μου ἐνίκησαν. Ῥίπτει τὰ ὅπλα, καὶ ἐνδύεται τὴν πίστιν· ἐξέρχεται γυμνὸς, καὶ τεθωρακισμένος τὴν εὐλάβειαν· ἐξέρχεται ποιμὴν, καὶ οὐ στρατιώτης· ἀφίησι βόλον, οὐ τῇ φύσει τοῦ σώματος θαῤῥῶν, ἀλλὰ τῇ δυνάμει τῆς πίστεως τὴν νίκην ἀπηνέγκατο· ἔδραμεν, ἔλαβεν αὐτοῦ τὸ ξίφος, ἀπέτεμεν αὐτοῦ τὴν κεφαλήν. Καὶ ἐπληρώθη τὸ γεγραμμένον· Ἐν τοῖς ἔργοις τῶν χειρῶν αὐτοῦ συνελήφθη ὁ ἁμαρτωλός. Πάλιν φθόνος, πάλιν βασκανία. Συνεχῶς ἀνορύττω τὴν πηγὴν, ὥστε αὐτὸν εὑρεῖν τὸν ὀφθαλμόν. Οὗτος τοίνυν ὁ τοιοῦτος καὶ τηλικοῦτος ἀνὴρ, περὶ οὗ φησιν ὁ Θεός· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Ὢ ἐγκώμιον ὑψηλόν. ὢ ἀπόδειξις ἀρετῆς. Ὁ Δεσπότης αὐτοῦ λέγει· Εὗρον Δαυῒδ τὸν τοῦ Ἰεσσαὶ, ἄνδρα κατὰ τὴν καρδίαν μου. Οὗτος τοίνυν ὁ τῶν θηρίων περιγενόμενος, ὁ τὸν Γολιὰθ ἀποκτείνας, ὁ τὸν λέοντα πνίξας, ὁ τὴν ἄρκτον κρατήσας, ὁ ἐν νεότητι πεπολιωμένος, ὁ μικρὸς τῷ σώματι καὶ ὑψηλὸς τῷ πνεύματι, ὁ ἐν τῇ βασιλικῇ στολῇ ἀκρίβειαν μοναζόντων ἐπιδειξάμενος· ἔλουε γὰρ, οὐκ ἀπὸ μαργαριτῶν, ἀλλ' ἀπὸ δακρύων καθ' ἑκάστην νύκτα βρέχων τὴν στρωμνὴν αὐτοῦ. Οἱ μὲν γὰρ νῦν ἄνθρωποι καὶ ἐν ἡμέρᾳ καθεύδουσιν, ἐκεῖνος δὲ καὶ ἐν νυκτὶ ἐμμέριμνος ἦν. Διὰ τί ἐν νυκτί; Ἐπειδὴ ἐν ἡμέρᾳ βασιλεὺς ὢν ὑπὸ μυρίων περιηντλεῖτο πραγμάτων· ἐν δὲ νυκτὶ καθάπερ ἐν λιμένι διάγων, τότε μόνος μόνῳ τῷ Θεῷ διελέγετο, καὶ πηγὰς δακρύων ἐξέχεε, καὶ ἔλουε τὴν στρωμνὴν ἑαυτοῦ. Οὗτος τοίνυν ὁ τοσοῦτος καὶ τηλικοῦτος ἀνὴρ, ὁ Πνεύματος χάριν ἐπισπασάμενος, ὁ ἐν ἡλικίᾳ νεότητος πεπολιωμένος, ὁ τῆς ἁψῖδος τῶν οὐρανῶν ἁψάμενος, ὁ τῆς ἄνωθεν ἀπολαύσας δωρεᾶς καὶ χάριτος, ὁ πολέμους καταλύσας, ὁ μυρία κατορθώματα κατὰ τοῦ διαβόλου ἐπιδειξάμενος, μετὰ σωφροσύνην, μετὰ ἐπιείκειαν, μετὰ σεμνότητα, ὅτε κατέσχε τὴν βασιλείαν, ὅτε μυρίους ἐνίκησε πολεμίους, ὅτε ἔθνη ὑπέταξεν, ὅτε εἰρήνη πανταχόθεν, ῥᾳθυμότερος ἐγένετο, ἵνα μάθητε πόσων ἀγαθῶν πρόξενος ἡ θλίψις, καὶ πόσων κακῶν ἡ ἄνεσις. Καὶ πότε; Ἐν μεσημβρίᾳ μέσῃ. Μετὰ ἄριστον ἀναστὰς ἀπὸ τῆς στιβάδος περιεπάτει, καὶ εἶδε γυναῖκα γυμνὴν, λουομένην, καλὴν καὶ εὔμορφον σφόδρα. Ἀλλὰ οὐκ ἔγκλημα τὸ κάλλος· τὸ γὰρ κάλλος Θεοῦ δῶρον. Εἶδε γυναῖκα λουομένην ἐν ὑπερῴῳ, γυναῖκα στρατιώτου, καλὴν, ὡραίαν. Εἶδεν, ἐπτερώθη τῷ ὄμματι, ἐδέξατο τὸ βέλος.