Ancient Greek · ~19 min
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 1) [Sp.] 5.1
Not analysed yet
Ἀκουέτωσαν οἱ περίεργοι, οἱ τὰ ἀλλότρια περιεργαζόμενοι καὶ καταμανθάνοντες κάλλη. Ἀκουέτωσαν οἱ περὶ τὰ θέατρα μεμηνότες, οἱ λέγοντες· Θεωροῦμεν μὲν, οὐδὲν δὲ βλαπτόμεθα. Ὁ Δαυῒδ ἐβλάβη, καὶ σὺ οὐ βλάπτῃ; Ἐκεῖνος ἐνικήθη, καὶ σοὶ ἔχω θαῤῥῆσαι; Ὁ τοσαύτην ἔχων Πνεύματος χάριν, βέλος ἐδέξατο· καὶ σὺ ἄτρωτος διαμένεις ἐν τῇ τῶν ἀτόπων θεωρίᾳ; Καίτοι ἐκεῖνος οὐκ εἶδε πόρνην, ἀλλὰ σώφρονα γυναῖκα καὶ σεμνήν· καὶ οὐκ ἐν θεάτρῳ, ἀλλ' ἐν οἰκίᾳ· σὺ δὲ ἐν θεάτρῳ, ὅπου καὶ ὁ τόπος κολάζει ψυχήν· ὅπου οὐ βλέπεις μόνον, ἀλλὰ καὶ ἀκούεις ῥημάτων αἰσχρῶν, καὶ βλέπεις στολὴν πορνικὴν καὶ ᾄσματα διαβολικά· καὶ πανταχόθεν πλήττεταί σου ἡ διάνοια· τῇ ὄψει ἀφ' ὧν εἶδες· τῇ ἀκοῇ, ἀφ' ὧν ἀκούεις· τῇ ῥινὶ, ἀφ' ὧν ὀσφραίνῃ. Τοσαῦται φθοραὶ, τοσαῦτα βάραθρα, καὶ ἔχω σοι θαῤῥῆσαι, ὅτι οὐ γίνῃ θηριάλωτος; Μὴ γὰρ λίθος εἶ; μὴ γὰρ σίδηρος εἶ; Ἅνθρωπος εἶ, τῇ κοινῇ τῆς φύσεως ἀσθενείᾳ ὑποκείμενος. Πῦρ κρατεῖς, καὶ οὐ καίῃ; καὶ πῶς ἔχει λόγον; Θὲς λύχνον εἰς χόρτον, καὶ δύνασαί μοι εἰπεῖν, ὅτι οὐ καίεται ὁ χόρτος; Ὅπερ ἐστὶν ὁ χόρτος, τοῦτο καὶ ἡ ἡμετέρα φύσις. Εἶδεν αὐτὴν λουομένην γυμνὴν, ἑάλω τῷ κάλλει, ἐδέξατο τὸ βέλος, ἔλαβε τὸ τραῦμα, ἔπεμψεν ἐπ' αὐτήν· καὶ ὡς μόνον ἦλθε πρὸς αὐτὸν, εἰργάσατο τὴν παρανομίαν, ἐπλήρωσε τὴν ἐπιθυμίαν. Κελεύει αὐτὴν ἀπελθεῖν εἰς τὴν ἰδίαν οἰκίαν. Ταῦτα δὲ λέγων καὶ εἰς μέσον φέρω τὸν τετραυματισμένον, ἵνα οἱ περιεστῶτες ἴδητε πάντες, πῶς θεραπεύεται. Καὶ γὰρ ἰατρὸς χειρουργῶν ἔχει τοὺς περιεστῶτας πάντας, ἵνα βλέπωσι πῶς τῇ τέχνῃ νικᾷ τὴν νόσον· πολλῷ μᾶλλον προφήτου χειρουργουμένου πάντας χρὴ συνδραμεῖν, ἵνα ἴδωμεν πῶς ὀφείλομεν ἀπαλλαγῆναι τῆς σηπεδόνος καὶ τῶν σκωλήκων. Χαλεπὸν τὸ ἁμάρτημα· ἐπιθυμία ἐπληρώθη, ἡ ἁμαρτία ἀπηρτίσθη, ὁ θεραπεύων οὐκ ἦν. Συνέλαβεν ἡ γυνή. Τέως ἐνόμιζε λανθάνειν τὸν ἄνδρα αὐτῆς ὁ βασιλεύς. Εἰ γὰρ καὶ προφήτης ἦν, ἀλλ' ὅλως ἡ ἐπιθυμία αὐτὸν ἐσκότισε. Συνέλαβεν ἡ γυνὴ, ἔγκυος ἐγένετο· δρομαία ἐπὶ τὸν βασιλέα ἔρχεται. Βασιλεῦ, ἀπωλόμην. Τί ἔχεις; Ἔγκυός εἰμι. Ὁ καρπὸς τῆς ἁμαρτίας ἐβλάστησε· τὴν κατηγορίαν ἐν τῇ μήτρᾳ βαστάζω· ὁ ἔλεγχος ηὐξήθη τοῦ ἁμαρτήματος· οἴκοθεν ἔχω τὴν ἀπόδειξιν. Ἐὰν ἔλθῃ καὶ ἴδῃ ὁ ἀνήρ μου, τί ἔχω εἰπεῖν; ἢ τί λαλήσω; Ἐννόησον πόσον κακὸν ἡ ἁμαρτία. Ὁ βασιλεὺς τὸν στρατιώτην φοβεῖται. Οὐ γάρ ἐστι δοῦλος, εἰ μὴ ὁ ποιῶν τὴν ἁμαρτίαν. Διάδημα περιεβέβλητο, καὶ ἐδεδοίκει τὸ ὄνειδος. Οὐχὶ σὺ βασιλεύς; οὐ ξίφους ἐξουσίαν ἔχεις; Ναὶ, ἀλλὰ καὶ χαλεπὸν ἁμάρτημα ἐποίησα. Ὢ ἁμαρτία δειλίας μήτηρ . ὢ ἀτιμίας ἔλεγχος. ὢ σιωπῆς ὑπόθεσις. Δέδοικα, τρέμω, ὅτι με κατῄσχυνας· ἔνδον ἔχω τὸν ἔλεγχον. Ἐὰν ἔλθῃ ὁ ἀνήρ μου, τί εἴπω; τί λαλήσω; Εὑρήσει με ἔγκυον, καὶ φονεύσει ἔνδον ἔχουσαν τὸν ἔλεγχον τῆς ἁμαρτίας. Βλέπεις τὸ ναυάγιον μεμελετημένον; ὁρᾷς πόσον κακὸν ἡ ἁμαρτία; Τί οὖν ὁ βασιλεύς; Ἁμαρτίαν ἐπὶ ἁμαρτίαν προστίθησι. Δεῖ γὰρ πλατῦναι τὸν λόγον τοῦ διηγήματος. Ἦλθεν Οὐρίας ὁ ἀνὴρ αὐτῆς ἀπὸ τοῦ πολέμου, καὶ εἰσῆλθεν ὁ Οὐρίας πρὸς τὸν βασιλέα. Καὶ λέγει αὐτῷ ὁ βασιλεύς· Τί ἐστιν, Οὐρία; πῶς ὁ πόλεμος; Λέγει· Καλῶς· νενικήκαμεν. Ἤκουσεν ὁ βασιλεὺς, ὅτι ὁ στρατιώτης ἐνίκησε, καὶ αὐτὸς ἡττήθη· ὁ στρατιώτης τὸν πόλεμον ὑπέταξε, καὶ ὁ βασιλεὺς ὑπὸ τῆς ἡδονῆς ἡττήθη· ὁ στρατιώτης τοῦ πολέμου περιεγένετο, αὐτὸς δὲ ὑπὸ τῆς ἁμαρτίας κατεβέβλητο· ὁ στρατιώτης ἔλεγε τὴν νίκην, αὐτὸς δὲ ὑπὸ αἰσχύνης οὐδὲ τὴν ἧτταν εἰπεῖν ἐτόλμα. Νενικήκαμεν, φησὶ, καὶ περιεγενόμεθα. Ἐν ἀπορίᾳ ἦν ὁ βασιλεὺς, οὐκ ᾔσθετο τῆς νίκης τοῦ πολέμου διὰ τὴν αἰσχύνην τῆς ἥττης, ἧς αὐτὸς ἡττήθη. Λέγει τῷ στρατιώτῃ· Ὕπαγε εἰς τὸν οἶκόν σου· λοῦσαι, καὶ ἀπόλαυσον τραπέζης, καὶ ἀπόλαυσον τῆς γυναικός σου. Διὰ τί; Ἵνα συσκιάσῃ τὸ ἕλκος, ἵνα ἐξ αὐτοῦ νομισθῇ τὸ παιδίον τίκτεσθαι. Ὁ δὲ ἀκοίμητος ὀφθαλμὸς οὐ συνεχώρησε τοῦτο γενέσθαι, φειδόμενος τοῦ τετραυματισμένου. Τί οὖν ὁ στρατιώτης φησί; Καὶ πῶς δύναμαι καταλιπεῖν σε, καὶ τρυφᾷν; Ἰσραὴλ ἐν τῷ πολέμῳ, ὁ ἀρχιστράτηγος ἐν τῇ παρατάξει, ἡ κιβωτὸς τοῦ Κυρίου ἐν τῇ παρεμβολῇ· καὶ ἐγὼ ἀπελεύσομαι εἰς τὸν οἶκόν μου, καὶ μέλλω τρυφᾷν; Ταῦτα ἔλεγεν ἀγνοῶν ὁ στρατιώτης. Ὄνειδος δὲ ἐγένετο τῷ βασιλεῖ, ὅτι ὁ μὲν στρατιώτης οὐδὲ τὴν οἰκίαν αὐτοῦ ἠβουλήθη ἰδεῖν ἐλθὼν ἐκ τοῦ πολέμου, ὁ δὲ βασιλεὺς τοιαῦτα ἦν παρανομήσας, ὥστε ἀνάγκην ἐπιφέρειν τῷ ἰδίῳ στρατιώτῃ πρὸς τὸ θεάσασθαι τὴν ἰδίαν γυναῖκα, ἵνα δυνηθῇ τὸ ἴδιον τραῦμα καλύψαι. Ἀπῆλθεν ἐπὶ τὸν πόλεμον, καὶ ἐτέχθη τὸ παιδίον. Τί οὖν ποιεῖ; Ἐπειδὴ οὐκ ἐδύνατο συσκιάσαι τὸ ἕλκος, γράφει τῷ στρατηγῷ τοῦ πολέμου· Λαβὼν τὸν Οὐρίαν στῆσον εἰς τὸ κραταιὸν μέρος τοῦ πολέμου. Διὰ τί; Ὥστε αὐτὸν ἀναιρεθῆναι. Καὶ ἐγχειρίζει αὐτῷ τὴν ἐπιστολήν. Ὢ τῆς ἀσελγείας. εἰς ὅσην ὠμότητα τὸν πραότατον ἐκεῖνον ἡ ἁμαρτία προήγαγε. Τὴν μάχαιραν καθ' ἑαυτοῦ ἐβάσταζεν ὁ ἠδικημένος, καὶ ἐπιστολὴν ἔφερεν αἵματος γέμουσαν, καὶ ἀπῄει. Δεῖ γὰρ ἐπιτεμεῖν. Τί οὖν γίνεται; Ἐν τῷ πολέμῳ ἔπεσεν, ἐσφάγη. Ἰδοὺ δύο ἁμαρτήματα, μοιχεία καὶ φόνος. Ὁ φόνος καρπὸς τῆς μοιχείας ἐγένετο.