Ancient Greek · ~17 min
Section 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 1) [Sp.] 6.1
Not analysed yet
Ταῦτα δὲ λέγω διὰ τοὺς ἁμαρτωλοὺς καὶ πολλὰ ἑαυτοῖς συνειδότας κακὰ, ἵνα ἀκούοντες μὴ ἀπογινώσκωσι τῆς ἑαυτῶν σωτηρίας. Γέγραπται γάρ· Οὐ φονεύσεις, οὐ μοιχεύσεις. Τὰς γὰρ δύο ταύτας πρώτας ἐντολὰς παρέβη. Ἐμοίχευσε. καὶ τότε ἐφόνευσε τὸν ἠδικημένον. Χαλεπὸν τὸ ἕλκος, μέγα τὸ τραῦμα. Ἐπεὶ οὖν ὁ Οὐρίας ἀπελθὼν εἰς τὸν πόλεμον ἐσφάγη, καὶ εὐθέως ἐσκίρτησεν ἡ ἁμαρτία ἡ συνεσκιασμένη, τότε λοιπὸν ἀπῆλθε πρὸς αὐτὸν Νάθαν ὁ προφήτης. Ἀπηρτίσθη ἡ ἐπιθυμία, ἐπληρώθη ἡ παρανομία, ἀνῄρητο ὁ ἠδικημένος. Ὁ προφήτης προφήτην ἐλέγχει. Διὰ τί; Καίτοι ὁ Δαυῒδ προφήτης ἦν· πῶς οὖν ἑαυτὸν οὐ θεραπεύει; Ὥσπερ οὖν οἱ ἰατροὶ, ὅτε νοσοῦσι, χρῄζουσιν ἑτέρων ἰατρῶν, καὶ ἡ ἀῤῥωστία τὴν τέχνην λυμαίνεται· οὕτω δὴ καὶ ἐνταῦθα προφήτης ἐκεῖνος, προφήτης οὗτος. Ἀλλ' ἐκεῖνος οὐκ ἐν κλίνῃ κείμενος, ἀλλ' ἐν ἁμαρτίᾳ διαγινόμενος. Λέγουσιν αὐτῷ· Νάθαν ὁ προφήτης ἔξω. Λέγει· Εἰσέλθῃ. Εἰσέρχεται ὁ προφήτης. Ὁρᾷ αὐτὸν καθεζόμενον μετὰ λαμπηδόνος πολλῆς καὶ τύφου τοῦ βασιλικοῦ. Καὶ τί φησι; Δίκην ἔχω, βασιλεῦ. ἄκουσόν μου. Ὢ σοφίας ἰατροῦ. Εἰσῆλθε σιδήριον λαβὼν, ἵνα τέμῃ τὸ ἕλκος· ἀλλ' οὐ δείκνυσι τῷ νοσοῦντι, ἵνα μὴ στερηθῇ τῆς ἰατρείας· κρύπτει ἔνδον, οὐχ ὑπὸ τὸ ἱμάτιον. ἀλλ' ὑπὸ τὸ δρᾶμα τῆς διηγήσεως. Εὐθέως γὰρ εἰσελθὼν οὐκ εἶπεν αὐτῷ· Ὦ παράνομε, ὦ βέβηλε, ὦ μοιχὲ, ὦ ἀνδροφόνε· οὐ γυμνοῖ τὸν ἔλεγχον, οὐδὲ χωρὶς προσωπείου τὴν παῤῥησίαν· ἀλλὰ τὸν σίδηρον ἐγκεκρυμμένον φέρει καὶ λέγει· Δίκην ἔχω, βασιλεῦ, ἄκουσόν μου. Τί οὖν ὁ βασιλεύς; Εἰπὲ τὴν δίκην. Ὁ δὲ λέγει· Ἄνθρωπός τις ἦν πλούσιος· οὗτος εἶχε ποίμνια καὶ βουκόλια πολλά· ἄνθρωπος δέ τις ἦν πένης. Δύο ἄνθρωποι, Οὐρίας καὶ Δαυΐδ. Μάνθανε τὰ προσωπεῖα ἐν τῇ ἀληθείᾳ. Ὁ μὲν πένης οὐκ εἶχεν εἰ μὴ μίαν ἀμνάδα (τὴν μοιχευθεῖσαν γυναῖκα λέγει), ἥτις ἀπὸ τῆς τραπέζης αὐτοῦ ἤσθιε, καὶ ἀπὸ τοῦ ποτηρίου αὐτοῦ ἔπινε, καὶ ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν. Ὁρᾶς τὴν πενίαν φιλοστοργίας ὑπόθεσιν ἔχουσαν; Ἐπὶ μὲν γὰρ τῶν πλουτούντων πολὺς ὁ τῦφος· ἐπὶ δὲ τῶν πενήτων ἡ γυνὴ ὑπηρέτις γίνεται καὶ διάκονος, καὶ τίκτει παιδίον, καὶ γίνεται αὐτὴ καὶ μήτηρ καὶ τροφός. Ἐπὶ δὲ τῶν πλουτούντων οὐχ οὕτως ἀλλὰ τίκτει παιδίον, καὶ δίδωσιν αὐτὸ ἔξω, καὶ τὴν φιλοστοργίαν διατέμνει ὁ τῦφος. Τίκτει ἡ μήτηρ, καὶ οὐ γίνεται τροφός. Αἰσχύνεται γὰρ γενέσθαι τροφὸς ἡ γενομένη μήτηρ. Ὁ δὲ Χριστὸς οὐχ οὕτως. Ἐγέννησε γὰρ ἡμᾶς, καὶ αὐτὸς τροφεὺς ἡμῶν ἐγένετο. Διὰ τοῦτο καὶ ἀντὶ βρωμάτων τὴν ἰδίαν σάρκα ἡμᾶς ἔθρεψε, καὶ ἀντὶ πόματος τὸ ἴδιον αὐτοῦ αἷμα ἡμᾶς ἐπότισεν. Ἡ οὖν ἀμνὰς ἐν τῷ κόλπῳ αὐτοῦ ἐκάθευδεν. Ηὐξήθη ἡ τραγῳδία τῇ διηγήσει τῆς φιλοστοργίας. Ἦλθε τοίνυν ξένος ἄνθρωπος πρὸς τὸν πλούσιον ἐκεῖνον. Τίς ὁ ξένος; Ἡ ἐπιθυμία. Ἵνα οὖν δείξῃ αὐτοῦ τὴν σεμνότητα, ξένον τῇ μεθόδῳ τὴν ἐπιθυμίαν ἐκάλεσεν. Οὐδέποτε γὰρ ἀλλότριον γάμον διώρυξεν. οὐδὲ ἀδίκοις ἐθεάσατο τοῖς ὀφθαλμοῖς· ἀλλὰ τρωθεὶς δὴ εἰς ἐκείνην τὴν γυναῖκα τὴν σεμνότητα ἀπώλεσε, καὶ μικρὸν ῥᾳθυμήσας ἐξέπεσε τοῦ προσήκοντος Ἦλθεν ὁ ξένος, ἡ ἐπιθυμία ἡ ἀκόλαστος, ἡ θηριώδης ἐκείνη ἦλθε πρὸς αὐτόν. Ξένος πρὸς τὸν πλούσιον ἐκεῖνον ἦλθε, καὶ οὐκ ἔλαβεν ἀπὸ τῶν ποιμνίων καὶ βουκολίων αὐτοῦ· ἀλλ' ἔπεμψε καὶ ἔλαβε τὴν ἀμνάδα ἐκείνην, τὴν ἐν τῷ κόλπῳ τοῦ πένητος καθεύδουσαν, καὶ ἀπὸ τῆς τραπέζης αὐτοῦ ἐσθίουσαν. Τί οὖν; Ὠργίσθη ὁ βασιλεύς. Ἐνόμιζε γὰρ ἀλλοτρίαν δίκην δικάζειν. Ὠργίσθη ὁ βασιλεὺς, καὶ τὸ δίκαιον ἐξεφώνησε μετὰ πολλῆς τῆς λαμπρότητος. Οὐ γὰρ ἦν φιλοστοργία ἡ λυμαινομένη τὸ δίκαιον. Ῥομφαίᾳ, φησὶν, ἀποθανεῖται, καὶ τὴν ἀμνάδα τετραπλάσιον ἀποτίσει. Ὑπὲρ τὸν νόμον κελεύει. Ὁ γὰρ νόμος κελεύει τὸν κλέπτοντα τετραπλασίονα ἀποδιδόναι· αὐτὸς δὲ ὑπερβέβηκε τὸν νόμον· κελεύει γὰρ καὶ αὐτὸν ἀναιρεθῆναι, καὶ ἐν τετραπλῷ ἀποτῖσαι. Ἐξήνεγκε τὴν ψῆφον, καὶ τὴν καταδίκην ἀπήρτισε. Ῥίπτει οὖν τὸ προσωπεῖον ὁ προφήτης, καὶ λέγει· Σὺ εἶ, βασιλεῦ. Ὢ τομὴ, οὐ ξίφει τέμνουσα τὴν αἴσθησιν τῆς ὀδύνης, ἀλλ' ἐν τῇ συντομίᾳ τοῦ ἐλέγχου. Ὅτε γὰρ ἔδει, ὑπεκρίνατο τὸ δρᾶμα· ὅτε δὲ χρεία ἦν τοῦ ἐλέγχου, εὐθέως ἔδωκε καὶ ἀπέτεμεν, οὐ πολλὴν ὀδύνην ἐργασάμενος· Σὺ εἶ, βασιλεῦ. Τί οὖν αὐτός; Ἡμάρτηκα τῷ Κυρίῳ. Ὁρᾷς καὶ ἐν τῇ νόσῳ τὴν εὐγένειαν τῆς ψυχῆς; Οὐκ εἶπε πρὸς αὐτόν· Ὦ ἄθλιε καὶ ταλαίπωρε, οὔτε φανερῶς ἐλέγξαι ἐβουλήθη. Τί οὖν λέγει ὁ βασιλεύς; Ἡμάρτηκα τῷ Κυρίῳ Τί δὲ ὁ προφήτης; Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Ὀξεῖα ἡ μετάνοια· ἀλλ' ὀξυτέρα ἡ συγχώρησις. Λέγε σὺ τὰς ἀνομίας σου, φησὶ, πρῶτος, ἵνα δικαιωθῇς. Διὰ πραγμάτων ἥμαρτες, καὶ διὰ ῥημάτων μετανόει.