Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 2) [Sp.] 1.1
Not analysed yet
Τὰ λείψανα τῆς χθεσινῆς τραπέζης ἀποδοῦναι ὑμῖν βούλομαι σήμερον· ἀλλὰ λείψανα καὶ τράπεζαν ἀκούσας, ἀγαπητὲ, μηδὲν αἰσθητὸν ὑποπτεύσῃς. Οὐ γὰρ κρέα κατακόπτομεν, ἀλλὰ νοήματα διδόαμεν πνευματικά. Οὐκ οἶνον ἄκρατον ἐκχέομεν, ἀλλὰ λόγον ἐνηχοῦμεν ὑμῶν τῇ διανοίᾳ. Ἐπὶ μὲν γὰρ τῆς αἰσθητῆς τραπέζης ἐὰν μείνῃ μίαν ἢ δευτέραν ἡμέραν τὰ κρέα, διαφθείρεται καὶ ἀπόλλυται· ἐπὶ δὲ τῶν νοημάτων, ἐὰν ὅλον τὸν ἐνιαυτὸν παραμείνῃ, τὸ ἄνθος τὸ ἑαυτῶν καὶ τὴν εὐωδίαν ἀποδίδωσιν. Ἔμεινε τὰ κρέα, καὶ διεφθάρη τῷ χρόνῳ· ἔμεινε τὰ νοήματα, καὶ μένει τὴν οἰκείαν εὐωδίαν ἀποδιδόντα. Ἔφαγέ τις κρέα, καὶ εἰς διαφθορὰν ἐχώρησεν· ἔφαγέ τις νοήματα, καὶ εἰς ἀφθαρσίαν ἐχειραγωγήθη. Ἔφαγέ τις κρέα, καὶ ἠρεύξατο πολλὴν δυσωδίαν· ἔφαγέ τις νοήματα εὐωδίας πνευματικῆς, καὶ ἠρεύξατο πολλὴν ἀρετὴν, καὶ τὸν πλησίον εὔφρανε. Ὁ προφήτης οὖν ἐπειδὴ τοιαῦτα ἔτρωγεν, ἔλεγεν· Ἐξηρεύξατο ἡ καρδία μου λόγον ἀγαθόν. Σαλεύεται τὰ κύματα πάλιν, ἀλλ' ἡ διάνοια στηκέτω· σείεται τὰ σώματα, ἀλλ' ἡ ἀκοὴ ἀτρεμὴς ἔστω. Βλέπετε τοίνυν, καὶ μετὰ ἀκριβείας προσέχετε τοῖς λεγομένοις. Εἴδετε χθὲς τὸν βασιλέα καὶ προφήτην πολεμοῦντα, πίπτοντα, ἐγειρόμενον, νικῶντα, στεφανούμενον, ἀνακηρυττόμενον. Εἴδετε τὴν ἁμαρτίαν ἐπερχομένην καὶ σφαζομένην διὰ τῆς μετανοίας. Ὡς ἄρκτος ἐπῆλθεν ἡ ἁμαρτία, καὶ κατέβαλεν, ἀλλ' εἰσῆλθεν ἡ μετάνοια, καὶ ἀνέστησε. Τὸ φάρμακον τῶν τραυμάτων, ἡ τῆς σωτηρίας ἐλπίς. Εἴδετε τὸν προφήτην εἰσιόντα καὶ ἐλέγχοντα τὸν προφήτην. Εἴδετε τὸν βασιλέα μετὰ φιλοσοφίας φέροντα τὸν ἔλεγχον, δεχόμενον τὴν τομὴν, ἀπαλλασσόμενον τῆς σηπεδόνος. Εἴδετε Δεσπότου φιλανθρωπίαν λάμπουσαν, καὶ τὸν νεκρὸν ζωοποιοῦσαν. Εἴδετε λέγοντα αὐτὸν, Ἡμάρτηκα τῷ Κυρίῳ· καὶ τὸν προφήτην λέγοντα· Καὶ Κύριος ἀφῆκε τὸ ἁμάρτημά σου. Σύντομος ἡ ἐξομολόγησις, συντομωτέρα καὶ ἡ ἰατρεία καὶ ἡ διόρθωσις. Διὰ τῶν πραγμάτων ἥμαρτε, διὰ τῶν ῥημάτων ἐξομολογήσατο. Ἔνευσεν ὁ Θεὸς, καὶ τὸ ἕλκος ἠφανίσθη, τὸ τραῦμα διωρθώθη, καὶ ἡ ὑγεία ἐπανῆλθεν. Ἀλλ' οὐκ ἠρκέσθη τούτῳ ὁ προφήτης, ἀλλὰ μετὰ τὸν ἔλεγχον, μετὰ τὴν διόρθωσιν, μετὰ τὴν τῶν τραυμάτων ἀπαλλαγὴν, καὶ ψαλμὸν ἔγραψεν εἰς τὴν ὑπόθεσιν, ὥστε καὶ τῇ μετὰ ταῦτα γενεᾷ τὰ ἐκείνου πάθη γενέσθαι ἰατρεῖον, καὶ τὸ ἐκείνου ναυάγιον γενέσθαι λιμένα, καὶ ἐξ ὧν ἐκεῖνος ἔπαθε, καὶ διωρθώθη, ἕτερον τοῖς αὐτοῖς περιπεσόντα τῆς αὐτῆς ἀπολαῦσαι ἰατρείας καὶ διορθώσεως. Τίς οὖν ἐστιν ὁ ψαλμὸς, καὶ τίς ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ; Ἀκούσωμεν μετὰ ἀκριβείας. Εἰς τὸ τέλος, ψαλμὸς τῷ Δαυΐδ. [Σαφῶς ἡμᾶς ἐδίδαξεν ἡ ἐπιγραφὴ τοῦ ψαλμοῦ τὴν ὑπόθεσιν· καὶ αὐτὰ δὲ τοῦ ψαλμοῦ τὰ ῥήματα ἱκανὰ διδάξαι τῆς διανοίας τὸ βάθος. Εἰδέναι μέντοι προσήκει, ὡς καὶ μελλόντων ἔχει προαγόρευσιν ὁ ψαλμός· διὸ καὶ Εἰς τὸ τέλος ἐπιγέγραπται, τοῦ λόγου δηλοῦντος, ὡς ἕξει τέλος ἡ προφητεία. Ἀλλὰ μηδεὶς ἀμφιβαλλέτω, εἰ κατὰ τὸν τῆς μετανοίας καιρὸν προφητικῆς ἠξίωτο χάριτος ὁ μέγας Δαυΐδ. Τοῦτο γὰρ καὶ διὰ τῶν ἄλλων ψαλμῶν, δι' ὧν τὴν ἐξομολόγησιν ἐποιήσατο, καταμαθεῖν δυνατόν.] Καὶ γὰρ καὶ ἐν ἑτέροις ψαλμοῖς, καὶ μέντοι γε καὶ ἐν τῷ προκειμένῳ ψαλμῷ διαῤῥήδην ἡμᾶς ἐδίδαξεν ὡς οὐκ ἐστέρητο τῆς τοῦ Πνεύματος χάριτος. Τὸ Πνεῦμα γάρ σου, φησὶ, τὸ ἀγαθὸν μὴ ἀντανέλῃς ἀπ' ἐμοῦ. [Οὐ γὰρ ᾔτησεν αὐτῷ παρασχεθῆναι· ἀλλὰ μὴ ληφθῆναι ταύτην ἱκέτευσεν. Ὑπὸ τούτου τοίνυν φωτιζόμενος, καὶ προορῶν ὡς καὶ ὁ λαὸς ὁ ὑπ' αὐτοῦ βασιλευόμενος πεσεῖται παρανομίαις, καί τινας ὑπὲρ τούτων εὐθύνας ὑφέξει, καὶ ὡς ἐξανδραποδισθήσεται, καὶ μέτοικος ἐν Βαβυλῶνι γενήσεται, συνέγραψε τὸν ψαλμὸν, καὶ τὰ οἰκεῖα τραύματα θεραπεύων, καὶ τῷ λαῷ κατασκευάζων κατάλληλον φάρμακον. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου· καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου ἐξάλειψον τὸ ἀνόμημά μου. [Καὶ τῷ θειοτάτῳ Δαυῒδ, καὶ τῷ δορυαλώτῳ λαῷ, καὶ τοῖς ἐν ἡμῖν διακειμένοις κακῶς ἁρμόττει τὰ προκείμενα ῥήματα. Τὰ γὰρ μεγάλα τῶν τραυμάτων ἰσομέτρων δεῖται φαρμάκων. Οὗ δὴ χάριν καὶ ὁ μέγας ἱκετεύει Δαυῒδ ὅλον εἰς αὐτὸν ἐκχυθῆναι τὸν ἔλεον, πᾶσαν τῶν οἰκτιρμῶν τὴν πηγὴν κατακενῶσαι τῆς ἁμαρτίας τὰ ἴχνη. Εἰκότως δὲ ἀνόμημα καλεῖ τὸ πλημμέλημα· διπλῆν γὰρ ἔχει τοῦ νόμου παράβασιν] Ἐξάλειψον τὸ ἀνόμημά μου. Ἤκουσας τοῦ προφήτου λέγοντος· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Τί οὖν πλέον ζητεῖς; Μένω εὐχαριστῶν, μένω δοξολογῶν. Περιῃρέθη τὸ ἁμάρτημά μου, βούλομαι καὶ τὴν οὐλὴν ἀφανισθῆναι· περιῃρέθη τὸ ἕλκος, βούλομαι καὶ τὴν εὐμορφίαν ἀπολαβεῖν.