Ancient Greek · ~18 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 2) [Sp.] 2.1
Not analysed yet
Προσέρχεται τοίνυν καὶ λέγει· Ἐλέησον με, ὁ Θεός. Οὐ λέγει τὰ κατορθώματα τοῦ βίου, ἀλλὰ τὴν φιλανθρωπίαν τοῦ Δεσπότου, ἐπὶ τὸν ἔλεον καταφεύγων, τὸν κοινὸν τῶν ἁπάντων ἡμαρτηκότων λιμένα. Ἐλέησόν με, ὁ Θεός. Ὁ γὰρ ἔλεός σου ἄφατος, καὶ λόγον ὑπερβαίνων, ἑρμηνευθῆναι μὴ δυνάμενος· ἁμαρτωλῷ παραμυθία. ἀλλὰ καὶ δικαίῳ ἀσφάλεια πολλή. Οὐ γὰρ ἁμαρτωλοὶ μόνον ἐλέῳ σώζονται, ἀλλὰ καὶ δίκαιοι ἐλέῳ τειχίζονται. Καὶ ἵνα μάθῃς ὅτι δίκαιοι ἐλέῳ τειχίζονται, ἄκουε τί φησι τῷ Πέτρῳ, τῷ στύλῳ, τῇ κρηπῖδι, τῷ διὰ τοῦτο κληθέντι Πέτρῳ, ἐπειδὴ τῇ πίστει πεπετρωμένος ἦν· Σίμων, Σίμων, πολλάκις ἠθέλησεν ὁ Σατανᾶς σινιάσαι σε ὡς τὸν σῖτον· ἐγὼ δὲ ἐδεήθην περὶ σοῦ, ἵνα μὴ ἐκλίπῃ ἡ πίστις σου. Ὁρᾷς ὅτι καὶ οἱ δίκαιος ἐλέους χρῄζουσιν, ἵνα καὶ ἐξ ἁμαρτωλῶν δίκαιοι γένωνται, καὶ ἵνα δίκαιοι γενόμενοι, μένωσι δίκαιοι. Καὶ γὰρ ὁ Ἀπόστολος ἐξ ἐλέου ἐγένετο τοιοῦτος· Χάριν ἔχω τῷ ἐνδυναμώσαντί με Χριστῷ Ἰησοῦ, ὅτι πιστόν με ἡγήσατο, θέμενος εἰς διακονίαν τὸν πρότερον ὄντα βλάσφημον καὶ διώκτην καὶ ὑβριστήν. Πῶς οὖν ἐσώθης; Ἀλλὰ διὰ τοῦτο ἠλεήθην. Ὁρᾷς καὶ τοῦτον ἐλέῳ σωζόμενον; Ἐδίωκεν, ἐλυμαίνετο τὴν Ἐκκλησίαν, ἀνέσπα τὰς ἀμπέλους, λύκος ἐγένετο. Προφήτας ἀνέγνω, καὶ τὰ προφητευόμενα παρηνόμει. Ὁ τοῦ πατρῴου νόμου ζηλωτὴς προφήτας ἀνέγνω, καὶ τὸν προφητευθέντα οὐκ ᾔδει. Πῶς οὖν ἠλεήθη; Σαῦλε, Σαῦλε, τί με διώ κεις; Ὢ φιλανθρωπίας τοῦ Δεσπότου, ποῦ κατέβη; Θεὸς ἀνθρώπῳ λέγει, Τί με διώκεις; Τὸν Πατέρα τὸν ἑαυτοῦ μιμεῖται. Καὶ γὰρ ἐκεῖνος τῷ δήμῳ τῷ Ἑβραϊκῷ λέγει· Λαός μου, τί ἐποίησά σοι, ἢ τί ἠδίκησά σε, ἢ τί παρηνώχλησά σοι; ἀποκρίθητί μοι. Καὶ ὁ Υἱὸς αὐτοῦ τῷ Σαύλῳ λέγει· Σαῦλε, Σαῦλε, τί με διώκεις; Τί οὖν ἐκεῖνος; Τίς εἶ, Κύριε; Εὐθέως τὴν δεσποτείαν ὡμολόγησεν. Εἶδες ψυχὴν εὐγνώμονα; Τίς εἶ, Κύριε; Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις. Ὢ σοφίας Δεσπότου. Διὰ τί μὴ εἶπεν, Ἐγώ εἰμι ὁ Υἱὸς τοῦ Θεοῦ, ἐγώ εἰμι ὁ ἐν ἀρχῇ Λόγος, ἐγώ εἰμι ὁ ἐν δεξιᾷ καθήμενος τοῦ Πατρὸς, ἐγώ εἰμι ὁ ἐν μορφῇ Θεοῦ ὑπάρχων, ἐγώ εἰμι ὁ τὸν οὐρανὸν τείνας, ἐγώ εἰμι ὁ τὴν γῆν ἐδράσας, ἐγώ εἰμι ὁ τὴν θάλασσαν ἁπλώσας, ἐγώ εἰμι ὁ τοὺς ἀγγέλους ποιήσας, ἐγώ εἰμι ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, ἐγώ εἰμι ὁ πρὸ αἰώνων ἐκ Πατρὸς γεννηθείς; Διὰ τί μὴ εἶπε τὰ σεμνὰ ἐκεῖνα καὶ ὑψηλὰ καὶ μεγάλα, ἀλλ', Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὁ ἀπὸ τῆς κάτω πόλεως; Διότι ἠγνόει αὐτὸν ὁ διώκων. Εἰ γὰρ ᾔδει αὐτὸν, οὐκ ἂν ἐδίωκεν. Ἠγνόει ὅτι ἐκ τοῦ Πατρὸς ἦν γεννηθείς· ὅτι δὲ ἀπὸ Ναζαρὲτ ἦν, ᾔδει. Εἰ οὖν εἶπεν αὐτῷ, ὅτι Υἱὸς τοῦ Θεοῦ εἰμι, ὁ ἐν ἀρχῇ Λόγος, ὁ τὸν οὐρανὸν ποιήσας, εἶχεν εἰπεῖν, ὅτι Ἄλλος ἐστὶν ἐκεῖνος, καὶ ἄλλος ὂν ἐγὼ διώκω. Συνήκατε τί εἶπον; Εἰ εἶπεν αὐτῷ ἐκεῖνα τὰ μεγάλα καὶ ὑψηλὰ, εἶχεν εἰπεῖν· Ἄλλος ἐστὶν, οὐκ ἔστιν οὗτος ὁ σταυρωθείς. Ἀλλ' ἵνα μάθῃ, ὅτι ἐκεῖνον διώκει τὸν σαρκωθέντα, τὸν μορφὴν δούλου ἀναλαβόντα, τὸν μεθ' ἡμῶν ἀναστραφέντα, τὸν σταυρωθέντα, τὸν ἀποθανόντα, τὸν ταφέντα, τὸν ἀναστάντα, τὸν ἀπὸ τοῦ κάτω χωρίου, λέγει· Ἐγώ εἰμι Ἰησοῦς ὁ Ναζωραῖος, ὃν σὺ διώκεις, ὃν εἶδες καὶ γνωρίζεις, τὸν μετὰ σοῦ ἀναστραφέντα. Διὰ τοῦτο εὐθέως τὴν δεσποτείαν ὡμολόγησε. Κατέβη τοσοῦτον ὁ Δεσπότης, ὅσον ὁ δοῦλος ἀναβῆναι ἠδύνατο· καὶ διὰ τοῦτο ἠλεήθη. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Καὶ ἡ Χαναναία ἐπὶ τὸν λιμένα τοῦτον καταφεύγει· Ἐλέησόν με· ἡ θυγάτηρ μου κακῶς δαιμονίζεται. Ὅπου γὰρ ἔλεος, ἐξέτασις οὐκ ἔστιν· ὅπου ἔλεος, δικαστήριον οὐ κάθηται· ὅπου ἔλεος, εὐθῦναι οὐκ ἀπαιτοῦνται· ὅπου ἔλεος, ἀνεξέταστος ἡ σωτηρία· ὅπου ἔλεος, συγχωρεῖται ἡ ἀπολογία. Ἐλεηθῆναι ζητῶ μόνον. Τίνος ἕνεκεν ἀπαιτεῖς με εὐθύνας; Ἅπαξ ἔλεον ζητῶ, ἀπερίεργον σωτηρίαν. Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα σου ἔλεος. Εἶπες μέγα, εἰπὲ πόσον; Οὐκ οἶδα· ὅτι μέγα, οἶδα· καταμετρῆσαι οὐ δύναμαι, καταλαβεῖν οὐκ ἰσχύω. Οὐκ οἶδα τὴν ποσότητα τοῦ μεγέθους, οὐ καταλαμβάνει ἡ διάνοια, οὐχ ἑρμηνεύει γλῶσσα. Βλέπω τοῦ ἐλέους τὸν καρπὸν μέγαν. Εἰ μὴ γὰρ πολὺ ἦν μέγας, ὀλίγοι ἂν ἐσώθησαν. Τοῦτον τὸν ἔλεον καὶ ὁ Υἱὸς αὐτοῦ ἐπιδείκνυται. Ἐλθὼν γὰρ ἐλέῳ πάντας ἔσωσεν. Ἐλέησόν με, ὁ Θεὸς, ὁ λιμὴν ὁ ἀκύμαντος, ὁ γαλήνης γέμων. Μέγας ὁ θόρυβος τῶν ἁμαρτημάτων μου, ἀλλὰ πολλὴ ἡ ἀσφάλεια τῆς τοῦ Δεσπότου μου φιλανθρωπίας. Ἐγένετο ἄνθρωπος· τοῦτο ἐλέους. Εἰς μήτραν ἦλθε παρθενικήν· τοῦτο φιλανθρωπίας. Ἐγένετο ὅπερ ἦς σὺ, ἵνα γίνῃ σὺ, ὅπερ οὐκ ἦς· τοῦτο ἐλέους. Καὶ ἐλθὼν εὐθέως τίνας ἐκάλεσε; Μάγους. Μετ' ἐκείνους τίνα; Τελώνην. Μετ' ἐκεῖνον; Πόρνην. Μετ' ἐκείνην; Λῃστήν. Μετ' ἐκεῖνον τίνα; Βλάσφημον.