Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 2) [Sp.] 5.1
Not analysed yet
Τοῦτο παρακαλεῖ καὶ ὁ Δαυῒδ, τοῦ ἀποπλῦναι ταῦτα. Τί οὖν ἐποίησεν ὁ Δαυΐδ; τί παρέσχεν ὁ Δαυΐδ; Ἐλέησόν με· καὶ, Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἀνομίας μου, καὶ ἀπὸ τῆς ἁμαρτίας μου καθάρισόν με. [Ἤδη γὰρ, φησὶ, διὰ Νάθαν τοῦ προφήτου τὴν ἄφεσιν δέδωκας, καὶ συμφορὰς δὲ παντοδαπὰς, οἷόν τινας καυτῆρας καὶ τομὰς, προσενήνοχάς μοι· ἀλλ' ἔτι δέομαι ῥυμμάτων, πολλὴν τῆς ἁμαρτίας εἰσδεξάμενος τὴν δυσοσμίαν. Καὶ αὖθίς με τοίνυν ἀπόνιψον, Δέσποτα, ἵνα πάντα τῆς ἁμαρτίας ἀποξύσῃς τὸν ῥύπον.] Τί οὖν ἐποίησεν ὁ Δαυΐδ; τί δὲ παρέσχεν; Ἐποίησε μὲν οὖν φόνον, καὶ μοιχείαν· παρέσχε δὲ δάκρυα καὶ ἐξομολόγησιν, καὶ λέγει· Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Συνάλλαγμά ἐστι. Δίδωσιν ὁ Θεὸς, δίδωσιν ὁ σωζόμενος. Ἔδωκεν ὁ Θεὸς ἔλεος, ἔδωκεν ὁ σωζόμενος ἐξομολόγησιν. Τί δίδως, ὦ Δαυῒδ, ἵνα σωθῇς, ἵνα κεράσω τὸ φάρμακον; Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Τοῦτο δίδως; Καὶ ἔστιν ἄνθρωπος ὁ μὴ γινώσκων τὴν ἁμαρτίαν αὐτοῦ; Ναί. Πόσοι εἰσὶν ἁμαρτάνοντες, καὶ παῤῥησιαζόμενοι; πόσοι ἁρπάζουσι, καὶ οὐδὲ οἴδασιν ὅτι ἁρπάζουσι; πόσοι πλεονεκτοῦσι, καὶ οὐδὲ αἰσθάνονται; πόσοι γυμνοῦσι χήρας, καὶ ἄλλας περιεργάζονται; πόσοι θλίβουσιν ὀρφανοὺς, καὶ οὐδὲ πενθοῦσιν, οὐδὲ δακρύουσιν, οὐδὲ ἐξομολογοῦνται; Πῶς οὖν δύνανται σωθῆναι, μηδὲ εἰδότες ὅτι ἁμαρτάνουσιν; Εἶδες τὸν προφήτην βοῶντα καὶ λέγοντα, Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω; [Οὐδὲ γὰρ μετὰ τὴν ἀπὸ σοῦ γενομένην ἄφεσιν λήθην ἐδεξάμην τῆς ἁμαρτίας, ἀλλὰ διηνεκῶς ὁρῶ τῶν ἐμῶν κακῶν τὰς εἰκόνας καὶ τὰς τολμηθείσας παρανομίας, καὶ νύκτωρ ὀνειροπολῶ, καὶ μεθ' ἡμέραν φαντάζομαι,] Ὅτι τὴν ἀνομίαν μου ἐγὼ γινώσκω, καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ὢ εὐγένεια ψυχῆς. Οὐ παρέδωκε τῇ λήθῃ τὴν μνήμην τῆς ἁμαρτίας, ἀλλὰ καὶ συγχωρηθεῖσαν αὐτὴν ἔγραψε. Καθάπερ ἐν εἰκόνι, τῷ συνειδότι καθ' ἑκάστην ἡμέραν ἔβλεπε τὴν μοιχευθεῖσαν, καθ' ἑκάστην ἡμέραν ἔβλεπε τὴν σηπεδόνα. Καὶ ἡ ἁμαρτία μου ἐνώπιόν μου ἐστὶ διὰ παντός. Ἐγὼ αὐτὴν βλέπω, σὺ αὐτὴν μὴ ἴδῃς· ἐγὼ γράφω, σὺ αὐτὴν ἐξάλειψον. Βλέπε γάρ τι γίνεται. Ἐὰν σὺ αὐτῆς μνημονεύσῃς, ὁ Θεὸς αὐτῆς οὐ μνημονεύσει· ἐὰν σὺ αὐτῆς ἐπιλάθῃ, ὁ Θεὸς αὐτῆς μνημονεύσει. [Ἐγὼ γάρ εἰμι, αὐτός φησι διὰ τοῦ προφήτου, ὁ ἐξαλείφων τὰς ἁμαρτίας σου, καὶ οὐ μὴ μνησθῶ ἔτι· σὺ δὲ μνήσθητι.] Διὰ τί ἐγὼ μνησθῶ; Ἵνα εὐγνώμων γένῃ, ἵνα ἐπίστασαι τί σοι συνεχώρησα. Ἐὰν γὰρ ἀεὶ μεμνημένος ᾖς τοῦ ὄγκου τῆς ἁμαρτίας, ἀεὶ καὶ τοῦ μεγέθους τῆς εὐεργεσίας μεμνημένος ἔσῃ. Συνεχώρησά σοι, φησὶν, ἀλλὰ μὴ ἐπιλάθῃ τῆς χάριτος, καὶ οὐ μὴ μνησθῶ τῆς ἁμαρτίας, σὺ δὲ μνήσθητι. Τοιοῦτοι ἦσαν οἱ ἅγιοι· τῶν κατορθωμάτων ἐπελανθάνοντο, καὶ τῶν ἁμαρτημάτων ἐμέμνηντο· οὐχ ὡς οἱ νῦν ἄνθρωποι τῶν ἁμαρτημάτων ἐπιλανθάνονται, ἐὰν δέ τι πράξωσι χρηστὸν, εἰς μέσον φέρουσιν αὐτό. Ἐποίησας ἀγαθόν; Λάθε, ἵνα ὁ Δεσπότης σου αὐτὸ εἴπῃ. Ἐποίησας κακόν; Μνήσθητι, ἵνα ὁ Δεσπότης σου αὐτὸ ἐπιλάθηται. Παραχώρησον τῷ Δεσπότῃ σου. Μὴ γὰρ οὕτω λέγεις σὺ τὰ κατορθώματα, ὡς λέγει αὐτὰ ὁ Δεσπότης σου; Σὺ ἐὰν εἴπῃς, ἐλαττοῖς αὐτά· ὁ Δεσπότης σου ἐὰν εἴπῃ, αὔξει αὐτά. Πῶς, ἐγὼ λέγω· Δίδως πτωχῷ· καὶ ἐὰν εἴπῃς, ἐκεῖ ἐρωτώμενος, πῶς λέγεις; Εἶδον πτωχὸν πεινῶντα, καὶ ἔθρεψα αὐτόν. Αὐτὸς πῶς λέγει; Οὐ λέγει αὐτὰ οὕτως· ἀλλὰ πῶς; Πεινῶντά με εἴδετε καὶ ἐθρέψατε. Ἄφες ἐκείνῳ τῷ δυναμένῳ εἰπεῖν μεγάλως· ἄφες εἰπεῖν αὐτὰ τῷ λέγοντι καὶ ἐξογκοῦντι· τὰ δὲ ἁμαρτήματά σου σὺ λέγε, ἵνα ἐξαλείψῃς αὐτά. Ἀλλ' αἰσχύνῃ εἰπεῖν, διότι ἥμαρτες; Λέγε αὐτὰ καθ' ἡμέραν ἐν τῇ εὐχῇ σου. Καὶ τί; μὴ γὰρ λέγω; Εἰπὲ τῷ συνδούλῳ τῷ ὀνειδίζοντί σε, εἰπὲ τῷ Θεῷ τῷ θεραπεύοντι αὐτά. Οὐ γὰρ, ἐὰν μὴ εἴπῃς, ἀγνοεῖ αὐτὰ ὁ Θεός. Μὴ γὰρ παρὰ σοῦ βούλεται αὐτὰ μαθεῖν; Ὅτε ἔπραττες αὐτὰ, παρῆν· ὅτε εἰργάζου αὐτὰ, παρίστατο, ἠπίστατο. Εἰργάζου, καὶ οὐκ ᾐσχύνου. Τὰ πράγματα τὰ καταισχύνοντά σε οὐκ ᾐσχύνθης, καὶ τὰ ῥήματα τὰ δικαιοῦντά σε αἰσχύνῃ; Εἰπὲ ὧδε, ἵνα μὴ ἐκεῖ εἴπῃς. Εἰπὲ, καὶ δάκρυσον. Ἐν βιβλίῳ γέγραπται τὰ ἁμαρτήματά σου· σπόγγος ἐστὶ τὰ δάκρυά σου. Δάκρυσον, καὶ ἐξαλείφονται· δάκρυσον, καὶ εὑρίσκεται καθαρὸν ἐκεῖ τὸ βιβλίον. Μέγας σπόγγος τὰ δάκρυα τῶν ἁμαρτιῶν· μεγάλη ἡ δύναμις τῶν δακρύων. Εἴπω σοι, πόσον ἰσχύει τὰ δάκρυα; Τί δοκεῖ σοι εἶναι μέγα κατόρθωμα; Ἀλλὰ πρόσεχε μετὰ ἀκριβείας, ὃ λέγω. Τί δοκεῖ σοι μέγα εἶναι τὸ κατόρθωμα; Τὸ μαρτύριον ἐρεῖς· Μείζονα γὰρ ταύτης ἀγάπην οὐδεὶς ἔχει, ἢ ἵνα τις τὴν ψυχὴν αὐτοῦ θῇ ὑπὲρ τῶν φίλων αὐτοῦ. Μέγιστον κατόρθωμα τοῦ μαρτυρίου, ὅτι αἷμα ἐκχέουσιν οἱ μάρτυρες. Φανερὰ γὰρ τὰ πράγματα τῶν μαρτύρων. Οἱ μάρτυρες ἐκχέουσιν αἷμα, οἱ ἁμαρτωλοὶ ἐκχέουσι δάκρυα. Καὶ ἵνα μάθῃς ὅσην δύναμιν ἔχει τὰ δάκρυα, ἡ πόρνη μὴ αἷμα ἐξέχεεν; οὐ πηγὴν δακρύων ἐξέχεε, καὶ ἐξήλειψε τὰ ἁμαρτήματα; Καὶ τί λέγω πόρνην, ἀκάθαρτον γυναῖκα; Ὁ στῦλος τῆς Ἐκκλησίας, ἡ κρηπὶς τῆς πίστεως, ἡ κεφαλὴ τοῦ χοροῦ τῶν ἀποστόλων, ὁ Πέτρος, οὐκ ἠρνήσατο τὸν Χριστὸν καὶ ἅπαξ καὶ δὶς καὶ τρίς; μὴ αἷμα ἐξέχεεν; οὐ πηγὰς δακρύων ἐξέχεε, καὶ ἔκλαυσε, καὶ ἀπεσμήξατο αὐτοῦ τὸ ἁμάρτημα; Καὶ τὴν ἀνομίαν μου ἐγὼ γινώσκω. Οὐκ ἔχεις βιβλίον ἐν τῇ οἰκίᾳ, καὶ γράφεις τὸν λόγον τὸν καθημερινόν; Ἔχε βιβλίον ἐν τῷ συνειδότι, καὶ γράφε τὰ ἁμαρτήματα τὰ καθημερινά. Οἷόν τι λέγω· Ὅταν ἀναπέσῃς εἰς τὴν κλίνην σου, καὶ μηδείς σου διενοχλῇ, πρὸ τοῦ ἐπελθεῖν τὸν ὕπνον, ἄγαγε τὸ βιβλίον ἐν τῷ μέσῳ, καὶ ἀναλόγισαί σου τὰ ἁμαρτήματα, λέγων ἐν ἑαυτῷ· Ἆρα μὴ ἥμαρτον σήμερον; μὴ ἐν λόγῳ, ἢ ἐν ἔργῳ;