Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 2) [Sp.] 4.1
Not analysed yet
Καὶ ἵνα μάθῃς τοῦτο ἀκριβῶς, ἄκουε· Εἶπε, Θέλω γενέσθαι οὐρανὸν, καὶ ἐγένετο οὐρανός· Θέλω γενέσθαι γῆν, καὶ ἐγένετο γῆ, καὶ μὴ οὖσα ἡ οὐσία ἐκείνη ὑπέστη· Θέλω γενέσθαι ἀγγέλους, καὶ ὁ δῆμος τῶν ἀγγέλων ἐγένετο. Οὐσίας νοερὰς καὶ σώματα μὴ ὑφεστηκότα ἐργάζεται ὁ λόγος αὐτοῦ, καὶ ἁμαρτήματα λῦσαι οὐ δύναται; Τί γάρ ἐστιν ἁμαρτία πρὸς τὴν τοῦ Δεσπότου φιλανθρωπίαν; Ἀράχνη. Ἄνεμος φυσᾷ, καὶ διασπᾶται ἀράχνη· Θεὸς βούλεται, καὶ οὐ παραλύεται ἁμαρτία; Ταῦτα λέγω, οὐχ ἵνα ῥᾳθυμοτέρους ἐργάσωμαι, ἀλλ' ἵνα ὑμᾶς εἰς πίστιν ἀγάγω προσδοκίας μείζονος καὶ χρηστοτέρας ἐλπίδος. Μηδέποτε ἀπογίνωσκε, ὦ ἄνθρωπε· ἐκείνου ἀπόγνωθι τοῦ ἀπογινώσκοντος ἑαυτόν. Ἐννόησον τοίνυν τὸν μέγαν προφήτην τοῦτον, τὸν Δαυῒδ λέγω, μετὰ τὴν τοῦ Πνεύματος χάριν, μετὰ τὴν πρὸς Θεὸν παῤῥησίαν, μετὰ κατορθωμάτων πλῆθος, μετὰ τρόπαια τοσαῦτα, ἀνακηρύττοντα καὶ λέγοντα· Ἐλέησόν με, ὁ Θεὸς, κατὰ τὸ μέγα ἔλεός σου. Ἐπὶ τὸ πέλαγος ἐμαυτὸν ἥπλωσα τῆς τοῦ Δεσπότου φιλανθρωπίας. Καὶ τί θέλεις; εἰπέ μοι. Ἤκουσας τοῦ προφήτου λέγοντος· Καὶ Κύριος ἀφεῖλε τὸ ἁμάρτημά σου. Τί πλέον ζητεῖς; Οὐ ζητῶ τοῦτο μόνον· τὸ κάλλος μου ζητῶ, τὴν παῤῥησίαν μου ζητῶ. Καὶ κατὰ τὸ πλῆθος τῶν οἰκτιρμῶν σου, ἐξάλειψον τὸ ἀνόμημά μου. Ὁρᾷς τί ζητεῖ; Τί οὖν; οὐκ ἐξήλειπται; τί ἄλλο θέλεις; Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἁμαρτίας μου, καὶ ἀπὸ τῆς ἀνομίας μου καθάρισόν με. Τί γάρ; Πλείονα ζητῶ, μείζονα λαμπηδόνος καθαρότητα. Ἐπὶ πλεῖον πλῦνόν με ἀπὸ τῆς ἁμαρτίας μου. Τί γὰρ ἐποίησας, ἵνα γένηται; Πρόσεχε μετὰ ἀκριβείας τῷ λόγῳ· πρόσεχε, καὶ σύντεινον σαυτόν. Ὁ ἔλεος τοῦ Θεοῦ ἄφατος, ἀνερμήνευτος, καταληφθῆναι μὴ δυνάμενος, ὑπερβαίνων νοῦν, νικῶν λογισμόν. Ἀλλ' εἰ καὶ τοιοῦτός ἐστιν ὁ ἔλεος τοῦ Θεοῦ, ἵνα μὴ οἱ ἄνθρωποι ἄχρηστοι γένωνται ἐλεούμενοι, χρείαν ἔχει καὶ τῶν παρ' ἡμῶν. Πρόσχες ὃ λέγω· Ὁ Θεὸς ἐλεεῖ, ἀλλ' οὐχ ἁπλῶς ἐλεεῖ, ἀλλὰ λέγει· Δὸς καὶ σύ. Τί ποτε; Οἷόν τι λέγει· Μυρία ἔχεις ἁμαρτημάτων φορτία, ἔχεις πλημμελήματα πολλά· θέλω αὐτὰ κουφίσαι. Δὸς καὶ σὺ χεῖρα· οὐκ ἐπειδὴ ἐγὼ σοῦ χρείαν ἔχω, ἀλλ' ἐπειδὴ βούλομαι καὶ σέ τι συνεισενέγκασθαι εἰς τὴν σαυτοῦ σωτηρίαν· καὶ πῶς, ἐγὼ λέγω. Οἷον ὁ λῃστὴς ἐσώθη, καὶ τοσαῦτα ἔλυσεν ἁμαρτήματα· ἀλλ' οὐκ ἐλέῳ μόνῳ, ἀλλὰ καὶ τῇ αὑτοῦ πίστει. Τί γάρ φησι; Μνήσθητί μου. Κύριε, ἐν τῇ βασιλείᾳ σου. Τί εἰσήνεγκεν ὁ Θεὸς εἰς τὴν σωτηρίαν τὴν ἐκείνου; Λύσιν ἁμαρτημάτων. Τί εἰσήνεγκεν ὁ λῃστὴς εἰς τὴν σωτηρίαν τὴν ἑαυτοῦ; Πίστιν. Ποταπήν; Μεγάλην, ὑψηλὴν, τοῦ οὐρανοῦ ἁπτομένην. Πῶς, ἐγὼ λέγω· Ἰουδαῖοι εἶδον νεκροὺς ἐγειρομένους, λεπροὺς καθαιρομένους, δαίμονας ἐλαυνομένους, θάλατταν χαλινουμένην, γῆν πηγάζουσαν, ἰχθὺν στατῆρα φέροντα, ἀστέρα ἄγοντα Μάγους, τὴν ἄνω, τὴν κάτω κτίσιν δορυφοροῦσαν, καὶ μετὰ ταῦτα πάντα ἐσταύρωσαν αὐτὸν τὸν ἑαυτῶν καὶ πάντων Δεσπότην. Ὁ λῃστὴς οὐδὲν τούτων εἶδεν, ἀλλ' ἐμπτυόμενον, ὑβριζόμενον, λοιδορούμενον· καὶ οὐκ ἐσκανδαλίσθη, ἀλλὰ βασιλέα ὡμολόγησεν. Ὁρᾷς ὅτι οὐχ ἁπλῶς ἠλεήθη, ἀλλὰ καὶ αὐτὸς εἰσήνεγκε; Δεῖ γὰρ τὸν ἐλεούμενον καὶ αὐτόν τι εἰσφέρειν εἰς τὴν οἰκείαν σωτηρίαν. Πάλιν ὁ τελώνης ἅρπαξ ὢν, πλεονέκτης ὢν, πῶς ἐσώθη; Παρῄει ὁ Χριστὸς, καὶ λέγει αὐτῷ· Δεῦρο, ἀκολούθει μοι· καὶ ἀναστὰς ἠκολούθησεν αὐτῷ. Ὥσπερ οὖν ὁ λῃστὴς τὸ ῥῆμα εἰσήνεγκεν, οὕτω καὶ ὁ τελώνης τὴν ἀκολούθησιν αὐτῷ παρέσχεν. Ὥσπερ γὰρ ἐπὶ τῶν καμνόντων καὶ νοσήμασιν ἀνιάτοις κατεχομένων, καὶ πολυτελῶν δεομένων φαρμάκων, ἐὰν εἰσέλθῃ ὁ ἰατρὸς, καὶ εἴπῃ πρὸς τὸν ἄῤῥωστον· Πολλῶν χρεία ἐστὶν εἰδῶν πρὸς κατασκευὴν τοῦ φαρμάκου· λέγει ὁ νοσῶν· Οὐκ ἔχω δοῦναι τοσοῦτον, πτωχείᾳ κατέχομαι· λέγει πρὸς αὐτὸν ὁ ἰατρός· Τὸ καὶ τὸ δός μοι εἶδος, καὶ τὰ ἄλλα πάντα παρ' ἐμαυτοῦ παρέχω· οὕτω ποιεῖ καὶ ὁ Θεός. Ἐξομολόγησίν μοι δὸς καὶ δάκρυα καὶ μετάνοιαν, καὶ τὰ ἄλλα ἀπὸ τῆς ἐμῆς φιλανθρωπίας δωροῦμαί σοι.