Ancient Greek
Section 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 2) [Sp.] 7.1
Not analysed yet
Ὅπως δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Ἐὰν εἴπῃς σὺ τὰ ἁμαρτήματά μου, καὶ μὴ ἐγὼ εἴπω, καταδικάζομαι. Διὰ τοῦτο ἐλέους χρείαν ἔχω. Ἰδοὺ γὰρ ἐν ἀνομίαις συνελήφθην, καὶ ἐν ἁμαρτίαις ἐκίσσησέ με ἡ μήτηρ μου. Ἄνωθεν, φησὶ, καὶ ἐξ ἀρχῆς τῆς φύσεως ἡ ἁμαρτία κεκράτηκε. Προὔλαβε γὰρ τῆς Εὔας τὴν σύλληψιν τῆς ἐντολῆς ἡ παράβασις. Μετὰ γὰρ τὴν παράβασιν καὶ τὴν τοῦ παραδείσου στέρησιν ἔγνω Ἀδὰμ Εὔαν τὴν γυναῖκα αὐτοῦ, καὶ συλλαβοῦσα τέτοκε τὸν Κάϊν. Τοῦτο τοίνυν εἰπεῖν βούλεται, ὅτι τῶν ἡμετέρων προγόνων κρατήσασα ἡ ἁμαρτία, ὁδόν τινα καὶ τρίβον διὰ τοῦ γένους εἰργάσατο. Διδασκόμεθα δὲ διὰ τούτων ἁπάντων, οὐχ ὅτι φυσικὴ τῆς ἁμαρτίας ἡ ἐνέργεια· ἦ γὰρ ἂν ἦμεν ἐλεύθεροι τιμωρίας· ἀλλ' ὅτι ῥέπει ἡ φύσις ἐπὶ τὸ πταίειν ὑπὸ τῶν παθημάτων ἐνοχλουμένη· νικᾷ δὲ ὅμως ἡ γνώμη πόνοις συνεργοῖς κεχρημένη. Οὐ τοίνυν, ὥς τινες ἀνοήτως ὑπέλαβον, τοῦ γάμου κατηγορεῖ, οὕτω νενοηκότες τὸ, Ἐν ἀνομίαις συνελήφθην· ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει γεγενῆσθαι τῶν ῥευμάτων τούτων πηγήν. Εἰ γὰρ ἐκεῖνοι, φησὶ, μὴ ἥμαρτον, οὐκ ἂν ἐδέξαντο τοῦ θανάτου τὸ ἐπιτίμιον· θνητοὶ δὲ μὴ ὄντες, κρείττους ἂν ἦσαν φθορᾶς· τῇ δὲ ἀφθαρσίᾳ πάντως ἂν καὶ ἀπάθεια συνῆν· ἀπαθείας δὲ πολιτευομένης, χώραν οὐκ ἂν ἔσχεν ἡ ἁμαρτία. Ἐπειδὴ δὲ ἐξήμαρτον, φθορᾷ παρεδόθησαν· φθαρτοὶ γενόμενοι, τοιούτους καὶ γεγεννήκασι παῖδας· τοῖς δὲ τοιούτοις ἐπιθυμίαι καὶ φόβοι καὶ ἡδοναὶ συμπαρέπονται. Πρὸς ταῦτα καὶ λογισμὸς ἀγωνίζεται, καὶ νενικηκὼς μὲν ἀνακηρύττεται, ἡττηθεὶς δὲ αἰσχύνας ὀφλισκάνει. Ὁ δὲ Σύμμαχος, ἀντὶ τοῦ Ἐκίσσησεν, Ἐκύησε τέθεικεν. [Ἰδοὺ γὰρ ἀλήθειαν ἠγάπησας. Οὕτω δὲ, φησὶ, κρίνεις, καὶ τοὺς μὲν κολάζεις, τοὺς δὲ στεφανοῖς, ἐπειδὴ τὴν ἀλήθειαν στέργεις. Τὴν δὲ ἀλήθειαν στέργων, καὶ τῆς φύσεως εἰδὼς τὴν ἀσθένειαν, μετάδος συγγνώμης τοῖς αἰτοῦσι τὰ φάρμακα. Καὶ τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι.] Ἀφεὶς εἰπεῖν τὴν βασιλείαν, λέγει τὴν προφητείαν. Οὕτω με ἐτίμησας, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι καὶ γνώριμον ἐποίησας. Ἔμαθον ὅτι Υἱὸν ἔχεις, ὅτι σύνθρονον ἔχεις, ἔμαθον ὅτι μέλλει γίνεσθαι ἄνθρωπος. Εὐηγγελίσαμεν τὰ Εὐαγγέλια τῇ οἰκουμένῃ, τὸν σταυρὸν, τὸν τάφον, τὴν ἀνάστασιν, τὴν ἀνάληψιν· εἶπον αὐτοῦ τὴν κατάβασιν, εἶπον αὐτοῦ τὴν ἀνάβασιν, εἶπον αὐτοῦ τὴν ἐκ δεξιῶν καθέδραν, εἶπον τῆς Ἐκκλησίας τὴν κλῆσιν, εἶπον τῶν ἐθνῶν τὴν σωτηρίαν, εἶπον τῶν Ἰουδαίων τὴν ἐκβολὴν, εἶπον τῶν ἀποστόλων τὴν ἐκλογήν. Ἰδοὺ γὰρ, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. Οὕτω με ἐτίμησας, οὕτω με ἐφίλησας, ὅτι καὶ τὸ μέγιστον μυστήριον, τὸν Υἱόν σου ἀπεκάλυψάς μοι. Καὶ ποῦ ταῦτα ἐδήλωσεν; Ἄκουσον αὐτοῦ τοῦ προφήτου, πῶς λέγει αὐτοῦ τὴν ἐξ οὐρανοῦ κατάβασιν. Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Τί ἐστι τοῦτο; Ἐπειδὴ παραγενόμενος ὁ Υἱὸς τοῦ Θεοῦ, οὐκ ἦλθε σείων τὴν οἰκουμένην, οὐδὲ ἀστραπὰς ἀφεὶς, οὐδὲ κεραυνοὺς πέμπων, οὐδὲ γυμνῇ τῇ θεότητι· πάντα γὰρ ἂν ἀπώλετο, εἰ ἦλθε γυμνῇ τῇ θεότητι· οὐκ ἂν τὰ ὄρη ἤνεγκαν· ἐπειδὴ, Ἐπιβλέπει ἐπὶ τὴν γῆν, καὶ ποιεῖ αὐτὴν τρέμειν, διότι ἅπτεται τῶν ὀρέων, καὶ καπνίζονται. Εἰ γυμνὴν τὴν οὐσίαν ἔδειξεν, ὁ ἥλιος ἂν ἐσβέσθη, ἡ σελήνη ἂν ἠφανίσθη, θάλαττα ἂν ἐξηράνθη, γῆ ἂν ἀπώλετο, ἡ φύσις ἡμῶν παρελύθη. Διὰ τοῦτο σάρκα περιεβάλετο, ἠρέμα καὶ ἀψοφητὶ ἐρχόμενος, οὐδενὸς ἐπισταμένου, οὐδὲ αὐτοῦ τοῦ διαβόλου· ἀλλ' ἦλθεν ἠρέμα, καὶ ᾤκησεν εἰς μήτραν παρθενικήν. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. Λίθος τήκεται, καὶ μήτρα οὐ τήκεται· τὰ ὄρη διαφθείρεται, καὶ ἡ μήτρα Θεὸν βαστάζει. Πῶς ἑρμηνεύσω; πῶς παραστήσω; Ὢ ἀπόνοια τοῦ αἱρετικοῦ. Πῶς ἡ δούλη τὸν Δεσπότην ἐβάστασεν; Ὁ ἐξετάζων τὰ ἄνω, εἰπὲ τὰ κάτω· ὁ πανταχοῦ παρὼν πῶς ἐν τῇ μήτρᾳ ἦν, καὶ οὐ συνεκλείετο; Καὶ γὰρ καὶ ἐν τῇ μήτρᾳ ἦν, καὶ ἐν τῷ θρόνῳ ἐκαθέζετο Τὸ δὲ πῶς, οὐκ οἶδα· πίστει δέχομαι, οὐ περιεργάζομαι λογισμῷ. Ἀλλ' ὅτι ἀψοφητὶ μέλλει παραγίνεσθαι, οὐ ταράττων, οὐδὲ θορυβῶν, Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Οὐκ εἶπεν, Ἐπὶ τὴν γῆν, ἀλλ', Ἐπὶ πόκον. Ἐπὶ γὰρ τὴν γῆν καταβαίνων ὁ ὑετὸς ψόφον ποιεῖ· ἐπὶ δὲ ἔριον καὶ πόκον καταβαίνων ψόφον οὐ ποιεῖ· τὸ γὰρ ἁπαλὸν τοῦ ἐρίου ἐκλύει τὸ ῥαγδαῖον τῆς καταβολῆς τοῦ ὑετοῦ.