Ancient Greek
Section 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 50 (homilia 2) [Sp.] 8.1
Not analysed yet
Καὶ ἵνα μάθῃς ὅτι ἀψοφητὶ ἦλθεν, οὐ ταράττων, οὐ θορυβῶν, οὐκ ἀπολλύων, οὐ λυμαινόμενος, Καταβήσεται ὡς ὑετὸς ἐπὶ πόκον. Εἶπες αὐτοῦ τὴν κατάβασιν τὴν ἀψοφητὶ γενομένην· λέγε αὐτοῦ καὶ τὴν προδοσίαν· Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Λέγε τῶν Ἰουδαίων τὸν φθόνον· Ἐμίσησάν με δωρεάν. Λέγε αὐτοῦ καὶ τὸ δικαστήριον· Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ. Λέγε αὐτοῦ καὶ τὸν σταυρόν· Ὤρυξαν χεῖράς μου καὶ πόδας μου· ἐξηρίθμησαν πάντα τὰ ὀστᾶ μου. Λέγε αὐτοῦ καὶ τὴν βρῶσιν καὶ τὴν πόσιν· Ἔδωκαν εἰς τὸ βρῶμά μου χολὴν, καὶ εἰς τὴν δίψαν μου ἐπότισάν με ὄξος. Λέγε καὶ τὴν ἐκβολὴν τῶν Ἰουδαίων· Οὐ δέξομαι ἐκ τοῦ οἴκου σου μόσχους, οὐδὲ ἐκ τῶν ποιμνίων σου χιμάρους. Λέγε καὶ τὴν κλῆσιν τῶν ἐθνῶν· Πάντα τὰ ἔθνη, κροτήσατε χεῖρας, ἀλαλάξατε τῷ Θεῷ ἐν φωνῇ ἀγαλλιάσεως· ὅτι Κύριος ὕψιστος. φοβερὸς, βασιλεὺς μέγας ἐπὶ πᾶσαν τὴν γῆν. Λέγε αὐτοῦ καὶ τὰς παρὰ Ἰουδαίων λοιδορίας· Ἤλπισεν ἐπὶ Κύριον, ῥυσάσθω αὐτὸν, σωσάτω αὐτὸν, ὅτι θέλει αὐτόν. Λέγε αὐτοῦ καὶ τὸν τάφον· Ἔθεντό με ἐν λάκκῳ κατωτάτῳ. Λέγε αὐτοῦ καὶ τὴν ἀνάστασιν· Ὅτι οὐκ ἐγκαταλείψεις τὴν ψυχήν μου εἰς ᾅδην, οὐδὲ δώσεις τὸν ὅσιόν σου ἰδεῖν διαφθοράν. Λέγε αὐτοῦ καὶ τὴν ἀνάβασιν· Ἀνέβη ὁ Θεὸς ἐν ἀλαλαγμῷ, Κύριος ἐν φωνῇ σάλπιγγος. Λέγε αὐτοῦ καὶ τὴν καθέδραν· Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Λέγε αὐτοῦ καὶ τὴν δόξαν τῆς Ἐκκλησίας· Παρέστη ἡ βασίλισσα ἐκ δεξιῶν σου ἐν ἱματισμῷ διαχρύσῳ περιβεβλημένη, πεποικιλμένη. Λέγε καὶ τὸν χορὸν τῶν παρθένων· Ἀπενεχθήσονται παρθένοι ὀπίσω αὐτῆς. Λέγε καὶ τῶν ἀποστόλων τὴν ἐκλογήν· Ἀντὶ τῶν πατέρων σου ἐγεννήθησαν οἱ υἱοί σου. Λέγε καὶ τὸ βάπτισμα· Ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Λέγε καὶ τὰ μυστήρια· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξ ἐναντίας τῶν θλιβόντων με· λέγε καὶ τὸ χρῖσμα· Ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν σου μεθύσκον με ὡσεὶ κράτιστον. Λέγε καὶ τὴν αἴτησιν τῶν ἐθνῶν· Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς. Ἰδοὺ γὰρ, Τὰ ἄδηλα καὶ τὰ κρύφια τῆς σοφίας σου ἐδήλωσάς μοι. [Ἐγὼ μέντοι συγγνώμης οὐδεμιᾶς ἐμαυτὸν ἄξιον νομίζω, μετὰ τοσαύτας δωρεὰς γεγενημένος ἀχάριστος. Οὐ γὰρ μόνον τοῖς βασιλικοῖς ἐνίδρυσας θρόνοις, ἀλλὰ καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐνανθρώπησιν καὶ τὸ σωτήριον πάθος καὶ τὴν ἀνάστασιν. Ταῦτα πάντα παρὰ τοῦ ἁγίου σου προδιδαχθεὶς Πνεύματος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθεσπίζω τοῖς ἄλλοις. Διὸ βοῶ· Ῥαντιεῖς με ὑσσώπῳ, καὶ καθαρισθήσομαι· πλυνεῖς με, καὶ ὑπὲρ χιόνα λευκανθήσομαι. Μόνη γὰρ ἡ τοῦ βαπτίσματος δωρεὰ ταύτην ἐργάσασθαι τὴν κάθαρσιν δύναται.] Διό φησιν, ὅτι τῆς δοθησομένης ἅπασιν ἀνθρώποις προσδέομαι χάριτος. Ἐκείνη γὰρ ἀκριβῶς ἀποῤῥύψαι με δύναται μόνη, καὶ τῆς χιόνος μου τὴν λευκότητα δοῦναι. Ὅτι δὴ τὸ ὕσσωπον οὐδεμίαν ἄφεσιν ἁμαρτημάτων εἰργάζετο, ῥᾴδιον ἐκ τῶν Μωσαϊκῶν συγγραμμάτων καταμαθεῖν. Ἑτέρων τοίνυν ἐστὶ πραγμάτων τὸ ὕσσωπον αἴνιγμα. Ὑσσώπῳ γὰρ ἐν Αἰγύπτῳ τῷ αἵματι τοῦ προβάτου ταῖς φλιαῖς ἐπιῤῥαίνοντες, τοῦ ὀλοθρεύοντος τὰς χεῖρας διέφυγον. Τύπος δὲ ἐκεῖνα τῶν σωτηρίων παθημάτων. Αἷμα γὰρ κἀνταῦθα, καὶ ξύλον σωτήριον, καὶ σωτηρία τοῖς μετὰ πίστεως προσιοῦσι χορηγουμένη. Ἀκουτιεῖς μοι ἀγαλλίασιν καὶ εὐφροσύνην· ἀγαλλιάσονται ὀστέα τεταπεινωμένα. Ταύτης, φησὶ, τῆς εὐφροσύνης τὰ ὦτα ἔμπλησον, τὴν τελείαν κάθαρσιν ὑπισχνούμενος, ἵνα εἰς ἅπαντα ἡ θυμηδία διαδράμῃ τὰ τοῦ σώματος μόρια, καὶ τὰ νῦν τεταπεινωμένα ὀστᾶ τῇ κακουχίᾳ ἀνθήσῃ πάλιν, καὶ ἀπολάβῃ τὴν οἰκείαν ἰσχύν. Μηδὲ ἴδῃς, φησὶ, τὰς ὑπ' ἐμοῦ τετολμημένας ἀνομίας, ἀλλ' ἐμὲ τὸν ταύτας ὀλοφυρόμενον, καὶ τὴν ἀνομίαν μου ἐξάλειψον. Τί θέλεις, ὦ προφῆτα; Ἐλύθη σου τὸ ἁμάρτημα, ἠφανίσθη σου ἡ τιμωρία. Οὐκ ἀρκοῦμαι τούτοις· φιλάνθρωπον ἔχω Δεσπότην, πλείονα διδόντα ὧν αἰτῶ. Καὶ τί θέλεις; Προφήτης ἤμην· θέλω προφήτης εἶναι πάλιν. Τὴν παῤῥησίαν ἐκείνην ζητῶ, τὴν δωρεὰν τοῦ Πνεύματος, τὴν χάριν τὴν μεγάλην. Ἀπέστη ἀπ' ἐμοῦ ἡ χάρις, καθάπερ περιστερὰ βόρβορον βλέπουσα· καθάπερ μέλιτταν βούλομαι αὐτὴν ἐπανελθεῖν. Ἀπόστρεψον τὸ πρόσωπόν σου ἀπὸ τῶν ἁμαρτιῶν μου καὶ πάσας τὰς ἀνομίας μου ἐξάλειψον. Εἰπὲ τί θέλεις φανερῶς. Καρδίαν καθαρὰν κτίσον ἐν ἐμοὶ, ὁ Θεός. [Ἐπειδὴ γὰρ τὸ γῆρας ἐδεξάμην τῆς ἁμαρτίας, τῇ σῇ με φιλανθρωπίᾳ καινούργησον. Ταῦτα καὶ δι' Ἰεζεκιὴλ τοῦ προφήτου τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις ὑπέσχετο. Δώσω γὰρ αὐτοῖς, φησὶ, καρδίαν καινὴν καὶ πνεῦμα καινόν. Πνεῦμα δὲ οὐ τὸ πανάγιον λέγει, ἀλλὰ τοῦ λογικοῦ τὴν ὁρμήν· τουτέστι, τῇ μακρᾷ ταύτῃ παιδεύσας παιδείᾳ, καὶ διδάξας ὑμᾶς οἵους ἡ ἁμαρτία φύει καρποὺς, τὴν ἀρετὴν αἱρεῖσθαι παρασκευάσω. Τοῦτο κἀνταῦθα ὁ μακάριος ᾔτησε Δαυῒδ, τήν τε βλαβεῖσαν αὐτοῦ νεουργηθῆναι καρδίαν, καὶ τὸ λογικὸν ῥωσθῆναι, ὥστε τὴν εὐθεῖαν τρέχειν ὁδόν. Καὶ πνεῦμα εὐθὲς ἐγκαίνισον ἐν τοῖς ἐγκάτοις μου.]