Ancient Greek · ~17 min
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 75 [Sp.] 1.1
Not analysed yet
Οἱ μὲν τοῦ κόσμου τούτου διδάσκαλοι πρὸς τὴν τῶν γραμμάτων γνῶσιν τοὺς παῖδας ἀνάγουσιν· οἱ δὲ τῆς Ἐκκλησίας διδάσκαλοι πρὸς τὴν τῶν κατορθωμάτων τελείωσιν τοὺς μαθητὰς ἐκδιδάσκουσι. Καὶ ἔστιν, ἀγαπητοὶ, καταμαθεῖν ἀκριβῶς ἐκ τῶν ἀρτίως ἡμῖν ἐπαναγνωσθέντων ἐν τῷ ψαλμῷ τὴν τῶν εἰρημένων ἀκριβεστάτην ἀλήθειαν. Τί γὰρ νῦν ἔλεγεν ὁ τοῦ Πνεύματος προφήτης, ὁ μεγαλογράφος Δαυΐδ; Εὔξασθε, καὶ ἀπο δῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Οἷον ὡς ἡ μακαρία Ἰουδὶθ, τοῦ Βαβυλωνίου ποτὲ Ὀλοφέρνου μετὰ τοῦ ἰδίου στρατοπέδου τὴν Ἱερουσαλὴμ περικυκλώσαντος, καὶ πάσας τὰς ἐν τῇ πόλει εἰσαγούσας ὑδροτόκους πηγὰς διατεμόντος, λιμῷ δὲ ὕδατος ὀλλυμένους τοὺς Ἑβραίους [f. ὥστε] ἑτοίμους εἶναι ἑαυτούς τε καὶ τὴν πόλιν παραδιδόναι τῷ τὴν ἀνάγκην αὐτοῖς ἐπιτιθέντι· παρελθοῦσα δὲ ἡ μακαρία ἐκείνη ἀνδρείῳ φρονήματι καὶ πιστῷ βουλήματι, διεκώλυε τῆς πόλεως τὴν παράδοσιν γίνεσθαι· ἑαυτὴν δὲ διαναστήσασα πρὸς τὸ τηλικοῦτον στρατόπεδον μάχεσθαι καὶ πολεμῆσαι, καὶ ἐκδικῆσαι τὸ ἴδιον γένος, καὶ τὴν πόλιν περισώσασθαι βουλομένη, Θεῷ πιστεύσασα, τῇ τοῦ σώματος ῥώμῃ ἑαυτὴν πρὸς τὸν τῶν ὑπεναντίων πόλεμον ἐπιδοῦσα, ἔλεγε τοῖς ἱερεῦσι καὶ πᾶσι τοῖς πιστοῖς ἀνθρώποις· Εὔξασθε, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἣ καὶ ἐξελθοῦσα τῆς πόλεως, ἑσπέρας ἤδη καταλαβούσης, μετὰ μιᾶς θεραπαινίδος, ἐπισίτιά τε λαβοῦσα μεμετρημένα τῇ πίστει (οὐ γὰρ ἐβούλετο τοῖς Ἑλληνικοῖς ἀποχρᾶσθαι βρώμασιν Ἰουδαία τυγχάνουσα, καὶ ὑπὸ τοῦ νόμου κωλυομένη), γενομένη δὲ παρὰ τῷ Ὀλοφέρνῃ, ὡς πρόσφυξ, ἐν στολῇ καθαρᾷ καὶ κόσμῳ γυναικείῳ εὐπρεπεῖ, ἐξανδραποδίσασα τὸν ἀλλόφυλον τῇ ἐπιθυμίᾳ τῇ πρὸς γυναῖκα, ἑαυτὴν μὲν διεφύλαττεν ἄχραντον· τῇ γὰρ σωφροσύνῃ οὐκ ἐμιαίνετο. Νυκτὸς γὰρ τοῦ στρατοπέδου καθεύδοντος, καὶ τοῦ Ὀλοφέρνου οἴνῳ πολλῷ κεκαρωμένου, λαβοῦσα εὐθαρσῶς τὴν δίστομον αὐτοῦ μάχαιραν, ἀπεκεφάλισεν αὐτόν· δῆλον Θεοῦ ἐνδυναμοῦντος τὴν δεξιὰν τῆς νεανίδος. Ἐν αὐτῇ δὲ τῇ νυκτὶ, ἐν ᾗ ἠνδραγάθησε, νικηφόρος ἐπὶ τὴν πόλιν ἀναδραμοῦσα, καὶ τὴν κεφαλὴν αὐτοῦ διὰ τοῦ τείχους χαλάσασα, θρίαμβον αὐτὸν πᾶσι τοῖς ἀλλοφύλοις ἐδείκνυεν, ὡς τῇ ἐπαύριον θεωρήσαντας τοὺς ἀλλοφύλους τὸν ἑαυτῶν στρατοπεδάρχην ὑπὸ μιᾶς γυναικὸς ἀναιρεθέντα, δειλίᾳ πολλῇ καὶ φόβῳ πολλῷ πιεσθέντας φεύγειν ἀπὸ προσώπου τῶν Ἑβραίων, καὶ πληροῦσθαι τὸ γεγραμμένον· Πῶς διώξεται εἷς χιλίους, καὶ δύο μετακινήσουσι μυριάδας; Εὑρίσκεται γὰρ ὁ μὲν ἀνδρειότατος Σαμψὼν μόνος χιλίους διώξας, ἡ δὲ ἀνδρειοτάτη Ἰουδὶθ μετὰ τῆς ἰδίας θεραπαινίδος τὰς μυριάδας τῶν ἀλλοφύλων μετακινήσασα. Ὁρᾷς πόσον ἐστὶν ἀγαθὸν τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν· Ἐζεκίας δὲ ὁ βασιλεὺς πιστὸς ἀνὴρ ὑπάρχων, καὶ πίστει μᾶλλον καὶ εὐχῇ, ἢ ὅπλοις [ὃς] καὶ στρατιωτικῇ δυνάμει ὑπερειδόμενος, παρ' ἐλπίδα ἐποίει τὰ τῶν πολεμίων νικήματα. Ἀμέλει γοῦν τοῦ Σεναχειρὶμ μετὰ πολλοῦ ὄγκου βαρβάρων ἐπελθόντος, καὶ τὴν Ἱερουσαλὴμ περιδονήσαντος, καὶ ὀνειδίζοντος Θεὸν καὶ τοὺς πιστεύοντας εἰς αὐτὸν ἀνθρώπους, ὕβρεις δὲ ἐγγράφους πέμψαντος τῷ Ἐζεκίᾳ κατὰ Θεοῦ, καὶ αὐτοῦ δεξάμενος τὸ βιβλίον ὁ Ἐζεκίας, καὶ ἀναγνοὺς ἐνώπιον τοῦ Θεοῦ, ηὔξατο καὶ ἀπέδωκε Κυρίῳ τῷ Θεῷ ἡμῶν· ὅθεν παραχρῆμα τοῦ περιέχοντος αὐτὸν κινδύνου ἠλευθεροῦτο· οὕτως ἀθρόως καὶ θαυμαστῶς τὴν παρὰ Θεοῦ βοήθειαν ἐλάμβανεν. Εἷς γὰρ ἄγγελος ἀπ' οὐρανῶν ἐν τῇ νυκτὶ ξιφήρης καταδραμὼν, ἑκατὸν ὀγδοηκονταπέντε χιλιάδας τῶν ἀλλοφύλων ἀνῄρει, μηδενὸς αὐτῶν ἰσχύοντος πρὸς τὴν τῆς δεξιᾶς αὐτοῦ ὁρμὴν ἀντισχεῖν, ἵνα παιδευθῶσι τὰ τῶν ἀλλοφύλων γένη κατὰ Θεοῦ γλῶσσαν βλάσφημον μὴ ὀξύνειν Τοσοῦτον ἀγαθόν ἐστιν, ἀγαπητοὶ, τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. Δαυῒδ δὲ ὁ σοφώτατος, ἐπὶ Σαοὺλ τοῦ βασιλέως Ἰσραὴλ, τῶν ἀλλοφύλων ἐπιστρατοπεδευσάντων κατὰ τοῦ Ἰσραηλιτῶν γένους, καὶ ἕνα προβεβλημένων πρὸς μονομαχίαν ἄνδρα τῇ τοῦ σώματος ῥώμῃ γίγαντα, τῇ τῆς φρονήσεως γνώμῃ ὑπὲρ γίγαντα, μεγάλα λαλοῦντα, καὶ μεγάλα ἐπαγγελλόμενον· οὗτος δὲ ἦν ὀνόματι Γολιὰθ, οὗ τὸ μέγεθος Ἑβραίων παῖδες θεωρήσαντες, δειλίᾳ καὶ φόβῳ πιεσθέντες πολλῷ συνείχοντο, τὴν τοῦ πολέμου συμβολὴν ἀποφεύγοντες· γνοὺς δὲ ὁ ἀγχίνους Δαυῒδ, ὅτι οὐδὲν ἰσχύει πρὸς νίκην ὁλκὴ σώματος, οὔτε ὅπλων καὶ ἵππων παράταξις (Οὐ σώζεται γὰρ βασιλεὺς διὰ πολλὴν δύναμιν, καὶ γίγας οὐ σωθήσεται ἐν πλήθει ἰσχύος αὐτοῦ· ψευδὴς ἵππος εἰς σωτηρίαν· ἐν δὲ πλήθει δυνάμεως αὐτοῦ οὐ σωθήσεται), λαβὼν πέντε λίθους, σύμβολον τῆς παρὰ Θεοῦ δεδομένης αὐτοῖς Πεντατεύχου, ὁ μικρὸς, ὁ νεώτερος, ὁ παρὰ τοῖς ἰδίοις καὶ τοῖς ἀλλοφύλοις ἐξουδενωμένος, μιᾷ λίθου βολῇ κατὰ τοῦ μετώπου τύψας, ἐπὶ στόματος ἔφερε τὸν ὑπερήφανον γίγαντα. Καὶ ἔστιν, ἀγαπητοὶ, ζητήσεως ἄξιον, πῶς κατὰ τοῦ μετώπου λαβὼν ὁ Γολιὰθ, οὐκ εἰς τὰ ὀπίσω ἐτρέπετο, ἀλλὰ ἐπὶ πρόσωπον ἐῤῥήγνυτο. Ἦ δῆλον, ὅτι δεῖ νοεῖν ἡμᾶς, ὅτι ἄγγελος ἦν ἑστὼς ὄπισθεν τοῦ θεομάχου, ἐπὶ πρόσωπον αὐτὸν ἀκοντίζων. Οὕτως ἀγαθόν ἐστι τὸ εὔξασθαι, καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν.