Ancient Greek · ~21 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 75 [Sp.] 2.1
Not analysed yet
Μωϋσῆς δὲ ὁ μακάριος τὸν τῶν Ἑβραίων λαὸν ἐκ τῆς Αἰγύπτου μεταναστήσας, καὶ ἐλθὼν παρὰ τὰ ῥεῖθρα τῆς ἐρυθρᾶς θαλάσσης, καὶ τῶν Αἰγυπτίων μετὰ ὄχλου ἰσχυροῦ καὶ πολυαρίθμου ἐπιδραμόντων, τῶν δὲ Ἑβραίων μὴ δυναμένων μηδὲ τῷ πολέμῳ ἀντιστῆναι, μηδὲ διὰ τῆς φυγῆς τὴν ἑαυτῶν σωτηρίαν περιποιήσασθαι· ἔμπροσθεν γὰρ αὐτοῖς θάλασσα ἥπλωτο φυγεῖν κωλύουσα, καὶ ὄπισθεν ὁ τῶν Αἰγυπτίων σκοτεινὸς λαὸς ξιφήρης αὐτοῖς ἐπεσείετο· καὶ ὅσον περιχαρεῖς ἦσαν οἱ Ἑβραῖοι ἐπὶ τῇ τῶν πεπραγμένων ἐννοίᾳ, τοσοῦτον ἀθρόως θεωρήσαντες τὸν Φαραὼ καὶ τοὺς Αἰγυπτίους, τῷ φόβῳ συνείχοντο, καὶ ἠλαύνοντο χύδην ταῖς φροντίσιν, ὅπερ ἐλαύνεται θάλασσα σφοδρῶν πνευσάντων ἀνέμων εἰς αὐτὴν, ὡς καὶ ἀποτολμήσαντας διὰ τὴν ὑπερβολὴν τοῦ φόβου λέγειν πρὸς τὸν Μωϋσέα· Ὁρᾷς ὅσον καὶ ἐπ' αὐτὴν ἥκει τὰ πράγματα τὴν τελευτὴν, καὶ ὥσπερ εἰς τὰς ψυχὰς ἡμῶν ἰλυσπᾶται ὁ φόβος; Ἤδη γὰρ ἡμᾶς ἀπειλοῦσι ὀρνέων θοίνην γενέσθαι, συνιέντες ὡς εἰς ἐσχάτην ἥκαμεν, καὶ ὅτι παντάπασιν ἄπορά ἐστι τὰ καθ' ἡμᾶς. Τί μέλλεις, Μωϋσῆ; Βέλτιον ἦν ἐν Αἰγύπτῳ τεθνάναι ἡμᾶς, ἢ ἐνταῦθα ἐξελθόντας ἰδεῖν τὰ νήπια ἡμῶν καὶ τὰς γυναῖκας καὶ ἡμᾶς αὐτοὺς ὀρνέων καὶ χερσαίων θοίνην καὶ σπαράγματα γιγνομένους. Τούτοις γὰρ μάλιστα πιστεύσας ὁ Φαραὼ ὀδύνης γέμει, καὶ ὡς ἐν χερσὶν ἔχων τὸ κῦρος, αὐθαδιάζεται, καὶ πρὸς αὐτὸν Θεὸν θρασυστομεῖ. Τότε Μωϋσῆς πρὸς αὐτοὺς τί φησι; Μὴ φοβεῖσθε, μηδὲ δειλιᾶτε· Εὔξασθε καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ ὄψεσθε τὴν παρὰ τοῦ Θεοῦ βοήθειαν ὑμῖν διδομένην. Κύριος πολεμήσει ὑπὲρ ἡμῶν, ὑμεῖς δὲ σιωπήσεσθε. Τῆς δὲ τοιαύτης εὐχῆς πρὸς Θεὸν ἀναδοθείσης, εὐθὺς ἡ ὑγρὰ θάλασσα εἰς ξηρὰν μετεστρέφετο, καὶ ἀνεμποδίστως αὐτοῖς καθυπούργει. Καὶ ἦν ἰδεῖν, ἀγαπητοὶ, θαυμαστὸν θέαμα, τήν ποτε ἀφρομορφωμυροῦσαν θάλασσαν τότε σχιζομένην, καὶ τεῖχος δίυγρον, κυανόχροον, μελανόχροον, ἀῤῥαγὲς ἑκατέρωθεν τῷ Ἰσραὴλ περιφρασσόμενον. Καὶ ἐπὶ τοσοῦτον ἀπῃωρεῖτο κρεμαμένη τὸ ὕδωρ, ἕως τοῦ Ἰσραὴλ, ὡς ὅτε ἄνθρωπος ἠρέμα καὶ βάδην πορευόμενος, τὸ τῆς θαλάσσης ὑπήρχετο πλάτος. Καὶ αὐτοὶ μὲν ὥσπερ διὰ χλοηφόρου πεδίου ἔδραμον χαίροντες, οἱ δὲ ἐχθροὶ αὐτῶν Αἰγύπτιοι ὡσεὶ μόλυβδος ὑποβρύχιοι ἐποντίζοντο. Οὕτως ἐστὶν ἀγαθὸν τὸ εὔξασθαι καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. Ἢ γὰρ οὐχὶ καὶ ἐν τῇ ἐρήμῳ ὕδατος καὶ ἄρτου ἐνδεεῖς γενόμενοι; Πῶς γὰρ οὐκ ἔμελλον ἐν τῇ ἐρήμῳ ὑστερεῖσθαι ἄρτου καὶ ὕδατος, ὅπου γε οὐκ ἄρουρα, οὐκ ἄμπελος, οὐ δένδρον, οὐ βοτάνη, οὐ σπόρος, οὐ θέρος; Ἀλλ' εὐχὴ ἁγία καὶ οὐρανὸν αὐτοῖς μαννοδοτεῖν ἤνοιγε καὶ ἀέρα κρεοδοτεῖν, καὶ πέτραν ἀκροτοπηγόβρυτα νάματα βλαστάνειν ἡτοίμαζεν. Ὑπὸ γὰρ τῶν τριῶν τούτων στοιχείων ὑπηρετοῦντο, οὐρανοῦ, ἀέρος καὶ πέτρας. Οὐρανὸς μὲν γὰρ αὐτοῖς χιονόχροον τὸ ὕδωρ ἐκόχλαζε, καὶ ἀὴρ σεσιτευμένην αὐτοῖς τὴν ὀρτυγομήτραν ἀκαμάτως προσέφερε. Καὶ ἐπιλείψει μοι διηγουμένῳ καὶ ὁ τῆς ἡμέρας χρόνος τὰ τῶν πατέρων, προφητῶν τε καὶ βασιλέων δι' εὐχῆς παρ' ἐλπίδα γεγενημένα νικήματα, τὰς ἐν νόσοις καὶ κινδύνοις καὶ τοῖς ἄλλοις χαλεπωτέροις πράγμασι δι' εὐχῆς γεγενημένας ἀγαθὰς καὶ ζωοφόρους ἐκβάσεις. Τοσοῦτον γάρ ἐστι τὸ εὔξασθαι καὶ ἀποδοῦναι Κυρίῳ τῷ Θεῷ ἡμῶν. Εἴ τις ὑμῶν ἔν τινι πράγματι παρὰ ἀνθρώποις ἀπελπισμένῳ ἐνέχεται, ἢ ὑπὸ ἀνάγκης τινὸς ἢ κινδύνου πεπίεσται, μνημονευσάτω ταύτης τῆς γραφῆς· εὐξάσθω καὶ ἀποδότω Κυρίῳ τῷ Θεῷ ἡμῶν, καὶ εὑρήσει τῆς ἀγαθῆς διδασκαλίας τὸ ζωοφόρον καὶ μακάριον τέλος. Εἰ δέ τις βούλεται, ἀγαπητοὶ, καὶ ἄλλως ἐκλαβεῖν τὸν στίχον τῆς Γραφῆς, καὶ λέγειν, ὅτι τὸ εὔξασθαί ἐστι τὸ ἐπαγγείλασθαι, καὶ οὕτως ἔσται ὁ λόγος ὠφέλιμος. Πολλαχῶς γὰρ παρὰ τῇ Γραφῇ ηὕραμεν τὸ εὔξασθαι ἀντὶ τοῦ ἐπαγγείλασθαι· ὥς φησιν ἡ Σοφία· Καλόν ἐστι τὸ μὴ εὔξασθαί σε, ἢ εὐξάμενον μὴ ἀποδοῦναι· τουτέστι, τὸ μὴ ἐπαγγείλασθαι Θεῷ μᾶλλον, ἢ ἐπαγγειλάμενον ψεύσασθαι. Διὸ παραγγέλλει, Καὶ μὴ ψεύσῃ λόγον ἐν καιρῷ προσευχῆς σου. Ηὔξω τὴν θυγατέρα σου ἢ τὸν υἱόν σου ἀπὸ νόσου βαρείας ὑγιαίνοντα ἀπολαμβάνοντα, Θεῷ ἀφιεροῦν; Μὴ ψεύσῃ λόγον ἐν καιρῷ προσευχῆς σου. Ἀλλ' ὡς ἡ μακαρία Ἄννα στεῖρα οὖσα τὸ πρὶν, εὐξαμένη, ὃ ἂν γεννήσει, Θεῷ ἀφιερῶσαι, καὶ τοῦτο ποιήσασα, αὕτη μὲν γέγονεν εὐλογίας αἰωνίου κληρονόμος· ὁ δὲ αὐτῆς υἱὸς Σαμουὴλ, πρῶτος καὶ ἐκλελεγμένος ἐν προφήταις λελόγισται, καὶ τοσοῦτον παρὰ Θεῷ ἐτετίμητο, ὡς μετὰ Μωϋσῆν αὐτὸν καὶ Ἀαρὼν συγκαταριθμηθῆναι· Μωϋσῆς γὰρ καὶ Ἀαρὼν ἐν τοῖς ἱερεῦσιν αὐτοῦ, καὶ Σαμουὴλ ἐν τοῖς ἐπικαλουμένοις τὸ ὄνομα αὐτοῦ. Πρῶτον ἀγαθόν ἐστι τὸ εὔξασθαι, τουτέστι, τὸ ἐπαγγείλασθαι· ταχέως ἀποδοῦναι μετὰ ἱλαρᾶς καὶ ἀγαθῆς προαιρέσεως. Ἀγαθὸν γὰρ καὶ Ἱλαρὸν δότην ἀγαπᾷ ὁ Θεός. Οὕτως Ἄβελ Θεῷ εὐηρέστησεν, ἐπειδὴ ἐξ ἱλαρᾶς καὶ ἀγαθᾶς προαιρέσεως τὰ δῶρα τῷ Θεῷ προσεκόμισε· Κάϊν δὲ ἀπήρεσε Θεῷ, ἐπειδὴ οὐκ ἐξ ἱλαρᾶς καρδίας, ἀλλ' ὡς ἐκ λύπης καὶ ἀνάγκης τὰ δῶρα τῷ Θεῷ προσέφερεν, ἐπὶ τῇ τοῦ ἀδελφοῦ εὐδοξίᾳ λυπηθείς. Δεινὸν δὲ τὸν σπινθῆρα τοῦ φθόνου ἐν τῇ καρδίᾳ ἀνακινήσας, πρὸς δολοφονίαν ἐξεκαίετο, ἀνθ' ὧν ἔδει μιμησάμενον αὐτὸν τὴν τοῦ ἀδελφοῦ φιλόθεον γνώμην, ἰσόῤῥοπον τῷ ἀδελφῷ τὴν τιμὴν παρὰ τῷ Κυρίῳ κομίσασθαι. Νῦν δὲ μήτε πρὸς τὸ ὁμόφυλον καὶ συγγενὲς ἀπιδὼν, μήτε τὸν Θεὸν ἐφορῶντα τῆς ἑαυτοῦ ἀθεμίτου πράξεως ψηφισάμενος, λόγοις ἀπατηλοῖς τὸν νεανίαν ἐπὶ τὸ πεδίον ἑλκύσας, τὸ φαιδρὸν ποίημα Θεοῦ τῷ φόνῳ διέλυσεν. Οὗτος πρῶτος ἀδελφοκτονίαν εἰργάσατο, πρῶτος τὴν γῆν αἵματι ἐμίανε, πρῶτος πύλας θανάτου ἠνέῳξεν. Οὔπω γὰρ ἦν θάνατος γευσάμενος ἄνθρωπον, εἰ μὴ Κάϊν διὰ τοῦ φθόνου τὸν φόνον ἐκύησε. Τί γάρ σε ἔβλαπτε, Κάϊν, ἡ τοῦ Ἄβελ ζωή; ἢ τί σε ὠφέλησεν ἐκείνου ὁ θάνατος; ἢ γὰρ οὐχὶ μᾶλλον καὶ ἔβλαψεν; Ἰδοὺ γὰρ ἀστάτως τῷ νῷ καὶ τρόμῳ τὸ ζῇν ἐξετέλεσας.