Ancient Greek · ~19 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Psalmum 75 [Sp.] 3.1
Not analysed yet
Ὦ φθόνε, ὑποκρίσεως ἀδελφὲ, δόλου δημιουργὲ φόνου σπορεῦ, δρακόντιον σπέρμα, θανατόπνοον ἄνθος. Τί μιαρώτερον φθόνου; Ἀλλ' οὐδέν. Τί δὲ καὶ ἐκύησε θάνατον; Ἀλλ' οὐδὲν ἕτερον, εἰ μὴ φθόνος, καθὼς μαρτυρεῖ μοι ἡ Γραφὴ λέγουσα, ὅτι Ὁ Θεὸς θάνατον οὐκ ἐποίησεν, οὐδὲ τέρπεται ἐπ' ἀπωλείᾳ ζώντων· φθόνῳ δὲ τοῦ διαβόλου θάνατος εἰσῆλθεν εἰς τὸν κόσμον. Ἐμοὶ δοκεῖ, ἀγαπητοὶ, τὸν φθόνον ἐξεύρεμα εἶναι τοῦ δράκοντος· καὶ ἀμήχανόν ἐστιν ἔχειν τινὰ φθόνον, ἐὰν μὴ ὁ ὄφις προσερπύσας τινὶ λαθραίως, καὶ ἐκ τῆς αὐτοῦ καρδίας ἐμέσας τὸν ἰὸν εἰς τὴν τοῦ δεχομένου καρδίαν ἐμβάλλῃ τὸν φθόνον. Οὕτω γὰρ εἰς τὴν αὐτὴν τοῦ ὄφεως τάξιν καὶ δύναμιν ὁ φθονερὸς ἀπολήγει. Εἶδες τὸν φθονερόν; εἶδες τὸν ὄφιν; Λαλεῖ σοι ὡς φίλος τὰ ἴδια, καὶ μανθάνει παρὰ σοῦ τὰ σὰ ὡς ἐχθρός σου. Προσέρχεται ὁ ὄφις τῇ Εὔᾳ ὡς φίλος, γλυκέσι ῥήμασιν αὐτὴν μαγεύων, πικροῖς δὲ νοήμασιν αὐτὴν παγιδεύων· ἐπὶ στόματος φέρων τὸ μέλι, ἐν τῇ καρδίᾳ κρύπτων τὸ ξίφος· τὴν κεφαλὴν ἀλλαχοῦ ἀποκλίνων, καὶ τὴν κέρκον ἀλλαχοῦ σοι λοξεύων. Προσέρχεται τῷ Ἄβελ ὁ Κάϊν ὡς φίλος· λαλεῖ εἰρηνικὰ, καὶ νοεῖ πολεμικά· ὁ δόλος ἐπὶ στόματος αὐτοῦ ἐφέρετο, καὶ ὁ φθόνος ἐν τῇ καρδίᾳ αὐτοῦ ἐσκιάζετο. Προσέρχεταί σοι ὁ φθονερός· λαλεῖ σοι τὰ ἴδια, λόγοις ἀπατηλοῖς καὶ γέλωτι χλιαρῷ προσδιαλεγόμενός σοι τὸ πρόσωπόν σου φαιδρύνει, τὴν διανοιάν σου ἀνοίγει, ἵνα τὴν ἐγκεκρυμμένην ἐνθήκην τῆς διανοίας σου ἐκκενώσῃ. Μανθάνει τὰ μυστήριά σου λέγων, καὶ προσφέρει τὰ κρυπτά σου ἐπὶ πάντων. Κἂν κολακεύῃς αὐτὸν, οὐκ ἔτι ἀνέχεται, οὐκ ἔτι γελᾷ, οὐκ ἔτι μειδιάσματι τὸ πρόσωπον αὐτοῦ ὑποχαλᾷ, ἀλλ' ἕστηκεν αὐστηρῶς κατηγορῶν, καὶ μὴ κινούμενος, ἕως οὗ ἐπίδῃ τὴν ἀσχημοσύνην σου, καὶ τότε γελάσει. Ἐὰν ἐν συμποσίῳ τι κατὰ σοῦ λαλῆται, ἐκεῖνος τὰ ὦτα ἀνοίγει. Εὖγε. Ἐάν τι λαλῆται ὑπὲρ σοῦ, ἐκεῖνος ἄλλους λόγους ἐμβαλὼν ῥαίνει τὴν διάνοιαν τῶν ἀκουόντων, ἵνα μὴ τὰ σὰ λαλούμενα καὶ ἀπόντι σοι δόξαν προσφέρωσι. Τί πονηρότερον φθονεροῦ; Ἀλλ' οὐδέν. Ἐν ποίοις θηρίοις συναριθμηθήσεται ὁ τοιοῦτος; Ἐὰν λέοντι ἢ παρδάλει αὐτὸν συνεικάσῃς, εὑρήσεις ἐν τῷ φθονερῷ τὸ πονηρόν. Πᾶν γὰρ ζῶον ἀγαπᾷ τὸ ὅμοιον ἑαυτοῦ· ὁ δὲ φθονερὸς τὸν ἀδελφὸν αὐτοῦ μισεῖ, καὶ τοῦτον φονεύει. Οἱ κόρακες τὸν Ἠλίαν ἐν τῷ ὄρει διέτρεφον, καὶ οἱ ἀδελφοὶ τὸν Ἰωσὴφ διὰ φθόνον πιπράσκοντες ἔτραγον. Ὁ ὄφις διὰ φθόνον τὴν Εὔαν ἠπάτησε, καὶ Κάϊν τὸν Ἄβελ διὰ φθόνον ἐφόνευσε. Τὸ κῆτος τὸν Ἰωνᾶν ἐν τῇ θαλάσσῃ ἐξένισε, Σαοὺλ δὲ διὰ φθόνον ἐδίωκε τὸν Δαυΐδ. Οἱ λέοντες τὸν Δανιὴλ ἐνετράπησαν, οἱ δὲ Ἰουδαῖοι τὸν Χριστὸν διὰ φθόνον ἐσταύρωσαν. Αἱ ἀσπίδες κολακευόμεναι ἡμεροῦνται, οἱ δὲ φθονεροὶ εὐεργετούμενοι πλέον ἐξάπτονται. Ἀλλ' ἵνα μὴ δόξωμεν, ἀγαπητοὶ, ἐπιπολὺ ἐρεσχελεῖν καὶ ἔξω βαίνειν τῶν ἀρτίως ἀναγνωσθέντων, ἐπανέλθωμεν ἐπὶ τὸ προκείμενον. Εὔξασθε καὶ ὑμεῖς οἱ φθονούμενοι, ἵνα μὴ ὑπὸ τῶν φθονούντων πάθητέ τι τῶν ἀνηκέστων, μήτε τῷ αὐτῷ νοσήματι περιπέσητε. Ὁ γὰρ δοκῶν ἑστάναι, βλεπέτω μὴ πέσῃ. Εὔξασθε καὶ ὑμεῖς οἱ φθονοῦντες, ἵνα τὸν ἰὸν τοῦ δράκοντος ἐξεμέσαντες, ἐν καθαρῷ τῷ μαρτυρίῳ τῆς συνειδήσεως τὸν οὐράνιον ἄρτον ὑποδέξησθε. Εὔξασθε καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν. Πολλὰ ἰσχύει, ἀγαπητοὶ, εὐχὴ, τὰ παρὰ ἀνθρώποις ἀδύνατα δυνατὰ καθιστῶσα. Ηὔξατο Μωϋσῆς, καὶ τὴν θάλασσαν ἐξήρανε, καὶ τοὺς Ἑβραίους ὡς διὰ χλοηφόρου πεδίου διήγαγεν. Ηὔξατο Ἰησοῦς ὁ τοῦ Ναυῆ, καὶ τὰ Ἰορδάνια ῥεύματα ἐνεπόδισε, καὶ ἐπληρώθη τὸ γεγραμμένον· Τί σοί ἐστι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω; Ηὔξατο Ἠλίας ὁ ἁρματηλάτης, καὶ ὀμβροτόκους νεφέλας ἐχαλίνωσε, καὶ ταύτας πάλιν δι' εὐχῆς ἀνέῳξεν. Ηὔξατο ὁ αὐτὸς Ἠλίας, καὶ τῇ πενιχρᾷ χήρᾳ τὸ ἄλευρον καὶ τὸ ἔλαιον καθ' ἑκάστην ἡμέραν πίστει μεμετρημένον ἐδίδω. Ηὔξατο ὁ τούτου μαθητὴς Ἐλισσαῖος, καὶ ἡ Σωμανῖτις στεῖρα οὖσα τὸ πρὶν, παρ' ἐλπίδας ἐγέννα. Ηὔξατο Δανιὴλ, καὶ τὸν Βὴλ κατέστρεψε, καὶ τὸν δράκοντα ἀπέκτεινε, καὶ τοὺς λέοντας ἀναβλέπειν εἰς οὐρανὸν ἐπαιδαγώγησεν. Ηὔξαντο οἱ τρεῖς παῖδες ἐν τῇ καμίνῳ, καὶ ἡ παφλάζουσα φλὸξ τῆς καμίνου ἐσβέννυτο. Ηὔξατο Ἐζεκίας, καὶ τὴν ἑαυτοῦ ἀῤῥωστίαν ἰασάμενος θάνατον ἔλυσε, καὶ πεντεκαιδεκαετῆ χρόνον ζωῆς ἀπελάμβανεν. Ηὔξατο Ἰωνᾶς, καὶ τὸ κῆτος ἡμέρωσε, καὶ ἐν τριημέρῳ φιλοξενεῖν αὐτὸν ἐδίδαξεν, ἵνα δειχθῇ ὅτι τοῖς ἁγίοις καὶ ἐν βυθοῖς θαλάσσης ξενία εὑρίσκεται. Ηὔξατο ὁ εὐσεβέστατος Τωβίας τυφλὸς ὑπάρχων, καὶ ἐκ χειρὸς ἀγγέλου τὸ φέγγος ἐλάμβανεν. Ηὔξατο Σάῤῥα ἡ τοῦ Ῥαγουὴλ ἐν Ἐκβατάνοις, καὶ τὸν ἀνδροκτόνον δαίμονα ἐφυγάδευσεν. Ηὔξαντο Σίλας καὶ Παῦλος ἐν τῇ φυλακῇ ὑπάρχοντες, καὶ ἡ γῆ ἐτρόμαξεν, αἱ θύραι τῆς φυλακῆς ἠνεῴχθησαν, αἱ σιδηραῖ ἁλύσεις τῶν δεσμῶν ἀπέπεσαν, καὶ πάντες οἱ δεσμῶν ἔνοχοι ἐλεύθεροι ἀνεδείκνυντο. Ηὔξατο Πέτρος, καὶ τὴν Ταβιθὰν ἐκ νεκρῶν ἐξανέστησεν. Ηὔξατο ὁ αὐτὸς Πέτρος ἐν Ῥώμῃ, καὶ πετόμενον Σίμωνα ἐξ ἀέρος κατήνεγκε, καὶ ἐμπαίζειν αὐτὸν τοῖς Ῥωμαίοις οὐ συνεχώρησεν οὐκέτι. Εὐχὴ νεκροὺς ἀνεγείρει, δαίμονας φυγαδεύει, νόσους ἰᾶται, θανάτους ἐκλύει. Ὢ εὐχὴ, ζωῆς χορηγὴ, ὑγιείας ἐνθήκη, ἐλπιδοφόρον ἄνθος. Εὔξασθε οὖν καὶ ὑμεῖς, ἀγαπητοὶ, καὶ ἀποδῶτε Κυρίῳ τῷ Θεῷ ἡμῶν· ὅτι αὐτῷ πρέπει πᾶσα δόξα, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.