Ancient Greek
Pg 311
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In ramos palmarum [Sp.] 311
Not analysed yet
εἶπεν, ὅτι καθεδεῖται ὁ βασιλεὺς ἐπὶ ὄνου· καὶ καθίσας αὐτὸς καὶ πληρώσας αὐτήν. Ἑτέρα πάλιν προφητεία· ἀρχὴν διὸ ἐποίει τὰ μέλλοντα προδιατυπῶν. Πῶς καὶ τίνι τρόπῳ; τῶν ἀκαθάρτων ἐθνῶν τὴν κλῆσιν προαναφωνεῖ καὶ ὅτι αὐτὸς ἐπαναπαύσεται καὶ ἥξουσιν αὐτῷ καὶ ὄψονται. Καὶ προφητεία διεδέχετο προφητείαν. Ἐμοὶ δὲ οὐ διὰ τοῦτο μόνον δοκεῖ τὸν ὄνον ἐκάθισε, ἀλλὰ καὶ τρόπον ἡμῖν φιλοσοφίας παρέχων. Οὐ γὰρ δὴ μόνον προφητείας ἐπλήρου οὐδὲ δόγματα ἐφύτευσε τὰ τῆς ἀληθείας, ἀλλὰ καὶ τὸν βίον διώρθου δι' αὐτῶν τούτων, πανταχοῦ κανόνας ἡμῖν τιθεὶς τῆς ἀναγκαίας ζωῆς καὶ διὰ πάντων τὴν ζωὴν κατορθῶν τὴν ἡμετέραν. Διὰ τοῦτο καὶ ἡνίκα τίκτεσθαι ἔμελλεν, οὐκ ἐπεζήτησε λαμπρὰν οἰκίαν οὐδὲ μητέρα πλουσίαν καὶ περιφανῆ ἀλλὰ πτωχὴν καὶ μνηστῆρα τέκτονα ἔχουσαν. Καὶ ἐν καλύβῃ γεννᾶται καὶ ἐν φάτνῃ τίθεται καὶ μαθητὰς ἐκλέγων οὐ ῥήτορας καὶ σοφοὺς οὐδὲ εὐπόρους καὶ εὐγενεῖς ἀλλὰ πένητας καὶ ἐκ πενήτων καὶ πάντοθεν ἀσήμους ἐξέλεξε. Καὶ τράπεζαν παρατιθέμενος ποτὲ μὲν κριθίνους ἄρτους παρατίθεται ποτὲ δὲ πρὸς αὐτὸν τὸν καιρὸν ἐξ ἀγορᾶς τοὺς μαθητὰς ὠνήσασθαι κελεύων. Καὶ στιβάδας ποιῶν ἀπὸ χόρτου καὶ ἱμάτια ἀμφιεννύμενος εὐτελῆ καὶ τῶν πολλῶν οὐδὲν διαφέροντα περιβάλλεται. Οἰκίαν δὲ οὐδὲ ἔσχεν, εἰ δὲ καὶ μεταβῆναι ἐκ τόπων ἔδει ὁδοιπορῶν ὡς καὶ κοπιᾶν καὶ καθήμενος οὐ θρόνου δεῖται οὐδὲ προσκεφαλαίου, ἀλλ' ἐπὶ τοῦ ἐδάφους ποτὲ μὲν ἐν τῷ ὄρει ποτὲ δὲ παρὰ τὴν πηγὴν καὶ οὐ παρὰ πηγὴν μόνον ἀλλὰ καὶ μόνος καὶ σαμαρείτιδι διαλέγεται. Πάλιν λύπης μέτρα τιθείς, ἡνίκα θρηνῆσαι ἔδει, δακρύει ἠρέμα, πανταχοῦ κανόνας, ὅπερ ἔφην, καὶ ὅρους πηγνὺς μέχρι ποῦ προβαίνειν δεῖ καὶ περαιτέρω μηκέτι. Διὰ δὴ τοῦτο καὶ νῦν, ἐπειδὴ συνέβαινέ τινας ἀσθενεστέρους ὄντας ὑποζυγίων δεῖσθαι, κἀνταῦθα μέτρον ἔθηκε δεικνύς, ὅτι οὐχ ἵππους οὐδὲ ἡμιόνους ζεύξαντας φέρεσθαι δεῖ, ἀλλ' ὄνῳ κεχρῆσθαι καὶ περαιτέρω μὴ προβαίνειν καὶ πανταχοῦ τῆς χρείας εἶναι. Ἴδωμεν καὶ τὴν προφητείαν τὴν διὰ τῶν ῥημάτων. Τίς οὖν ἡ προφητεία; ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾷος καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, οὐχ ἅρματα ἐλαύνων ὡς οἱ λοιποὶ βασιλεῖς, οὐ φόρους