Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Samaritanam [Sp.] 1.1
Not analysed yet
Σήμερον ἡμῖν ὁ Χριστὸς τοὺς ἄθλους τῆς Σαμαρείτιδος ἀνεκήρυξεν· καὶ χρὴ τὸν πτωχὸν λόγον εἰς τὸ πέλαγος τῶν αὐτῆς κατορθωμάτων διαπλεῦσαι. Ὁρῶ γὰρ αὐτῆς τὴν πίστιν, καὶ τὸν ἐγκωμιαστικὸν αὐτῆς λόγον ἐξειπεῖν βούλομαι, καὶ μεθ' ὑμῶν ἐπαινέσαι τὴν πτωχὴν καὶ πλουσίαν, τὴν πόρνην καὶ ἀπόστολον, τὴν ἄσωτον καὶ πιστὴν, τὴν πολύγαμον καὶ πολυδύναμον, τὴν πολλοὺς μιάνασαν, καὶ τὸν μονογενῆ Λόγον τοῦ Θεοῦ θεραπεύσασαν, τὴν μιανθεῖσαν, καὶ καθαρισθεῖσαν, τὴν διψήσασαν, καὶ ὑδάτων ζώντων ἐπιθυμήσασαν, καὶ τῶν ἐπουρανίων ναμάτων τὴν χάριν κληρονομήσασαν. Τί γάρ φησιν ὁ εὐαγγελιστὴς Ἰωάννης, ὁ τὰ ἄῤῥητα βροντήσας μυστήρια; Ἔρχεται ὁ Ἰησοῦς εἰς πόλιν τῆς Σαμαρείας, λεγομένην Συχὰρ, πλησίον τοῦ χωρίου, ὃ ἔδωκεν Ἰακὼβ Ἰωσὴφ τῷ υἱῷ αὐτοῦ. Ἦν γὰρ ἐκεῖ πηγὴ τοῦ Ἰακώβ. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας, ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς, Δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. —Ὁ οὖν Ἰησοῦς κεκοπιακώς. Τί οὖν Ἡσαΐας ὁ προφήτης λέγει· Ὁ Θεὸς ὁ μέγας οὐ πεινάσει, οὐδὲ μὴ διψήσει, οὐδὲ μὴ κοπιάσει· Οὐδὲ ἔστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ; Ἀλλὰ καὶ ὁ εὐαγγελιστὴς Ματθαῖος περὶ αὐτοῦ ἐν τῷ κατ' αὐτὸν Εὐαγγελίῳ γράφει· Καὶ νηστεύσας ἡμέρας τεσσαράκοντα καὶ νύκτας τεσσαράκοντα, ὕστερον ἐπείνασεν. Ὁμοίως δὲ καὶ ὁ εὐαγγελιστὴς Ἰωάννης, καθὼς ἀρτίως ἤκουες, λέγει· Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Καὶ ὁ μὲν λέγει, ὅτι ἐπείνασεν· ὁ δὲ ὅτι καὶ ἐκοπίασεν. Ὁ δὲ προφήτης δηλοῖ Ἡσαΐας Πνεύματι ἁγίῳ φθεγγόμενος· Ὁ Θεὸς ὁ μέγας οὐ πεινάσει, οὐδὲ μὴ διψήσει, οὐδὲ μὴ κοπιάσει, Οὐδέ ἐστιν ἐξεύρεσις τῆς φρονήσεως αὐτοῦ. Καὶ πῶς δύναται παρὰ τούτοις ἡ ὁμοφωνία διασώζεσθαι τῶν τε Εὐαγγελίων καὶ τῆς προφητείας; Πλὴν οὔτε ὁ προφήτης ἐψεύσατο· μὴ γένοιτο· οὔτε οἱ ἀπόστολοι ἀλλότρια τοῦ ἁγίου Πνεύματος ἔγραψαν καὶ τῆς προφητείας· ἀλλ' ἐπειδὴ ἡ τοῦ Σωτῆρος ἡμῶν τοῦ μεγάλου Θεοῦ οἰκονομία διπλῆν τινα καὶ παράδοξον εἶχε συμπλοκὴν, ἐκ θεότητος λέγω καὶ ἀνθρωπότητος, κατὰ τὴν αὐτοῦ εὐδοκίαν καὶ βούλησιν, διὰ τοῦτο ὁ μὲν προφήτης τῆς θεότητος τὴν δύναμιν ἐξαγγέλλει καὶ τὴν μεγαλειότητα· οἱ δὲ ἀπόστολοι καὶ εὐαγγελισταὶ τὴν τοῦ σώματος οἰκονομίαν ἀληθῆ διαγορεύουσιν. Ὁ οὖν Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Δός μοι πιεῖν. Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Λέγει οὖν αὐτῷ ἡ γυνὴ ἡ Σαμαρεῖτις· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; Ἀναγκαῖον οὖν ἐστιν, ἀγαπητοὶ, ἐπιζητῆσαι, διὰ τί καὶ τὸν τόπον ἐσήμανε, καὶ τὴν ὥραν, καὶ τὴν τῶν μαθητῶν ἀπόλειψιν· τὸν τόπον, Ἐκαθέζετο παρὰ τῇ πηγῇ· τὴν ὥραν. Ὥρα ἦν ὡσεὶ ἕκτη· τῶν μαθητῶν τὴν ἀπόλειψιν, Οἱ γὰρ μαθηταὶ αὐτοῦ ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Τίνος οὖν ἕνεκεν τὸν τόπον εἶπεν; Ἐγὼ λέγω. Θήραν εἶχε πνευματικὴν, δι' ἣν καὶ ἀπῆλθεν εἰς τὸν τόπον, ἐξ οὗ εἶχε τὴν θήραν ἑλκύσαι. Οὐχ ὁρᾷς, ὅπως ποιοῦσιν οἱ ἁλιεῖς; ὅτι οὐ πάντα τόπον διατρέχουσι τῆς θαλάσσης, ἀλλ' εἰς τόπον φανερὸν, ἔνθα ἂν γινώσκωσι τοὺς ἰχθύας ἐνεδρεύοντας; Εἰσὶ γὰρ πολλοὶ τόποι κατὰ θάλασσαν μᾶλλον τῶν ἄλλων τοὺς ἰχθύας διατρέφοντες. Οὕτω δὴ καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς, ὁ μέγας Θεὸς κατὰ τὴν προφητείαν, ᾔδει ὡς Θεὸς, ὅτι ἐκεῖθεν ἠδύνατο λαβεῖν τὴν θήραν, τουτέστι τὴν γυναῖκα τὴν Σαμαρεῖτιν. Ὥσπερ οὖν εἶπον, οἱ ἁλιεῖς τοῖς τόποις ἐκείνοις ἐνεδρεύουσιν, ὅθεν καὶ τὸν ἰχθὺν ἐλπίζουσι θηρεῦσαι· οὕτω καὶ ὁ Χριστὸς ἦλθεν εἰς τὸν τόπον, ὅθεν τὴν Σαμαρεῖτιν εἶχε θηρεῦσαι, καὶ δι' αὐτῆς μεγάλην ζωγρείαν ἀνθρώπων ἀπεργάσασθαι. Ἰδοὺ, τοῦ τόπου τὴν αἰτίαν ἐμήνυσα. Διὰ τί δὲ καὶ τὴν ὥραν εἶπε; Φησὶ γάρ· Ὁ Ἰησοῦς κεκοπιακὼς ἐκ τῆς ὁδοιπορίας ἐκαθέζετο οὕτως ἐπὶ τῇ πηγῇ. Ὥρα ἦν ὡσεὶ ἕκτη. Ἄκουε τοίνυν, ἀγαπητὲ, καὶ περὶ τῆς ὥρας. Πτωχή τις ἦν ἡ Σαμαρεῖτις διὰ παντὸς ἐκ τῶν χειρῶν αὐτῆς τρεφομένη, πτωχὴ δὲ καὶ τῷ σώματι καὶ τοῖς χρήμασιν, ἀλλ' οὐ τῇ τῆς ψυχῆς εὐσεβείᾳ. Οὕτως οὖν ἐγειρομένη ἐπὶ τὸν ἱστὸν διέτρεχε διὰ τὴν ἐργασίαν, ὅθεν καὶ τὴν τροφὴν ἐπραγματεύετο. Ἀλλ' ἐν ὥρᾳ ἕκτῃ, ὅταν πάντες πρὸς ἀνάπαυσιν ἠσχολοῦντο, τότε ἐκείνη τὴν ὑδρίαν λαμβάνουσα, τὸ ὕδωρ ἐγέμιζεν. ᾜδει οὖν ὁ τὰ πάντα ἐπιστάμενος Κύριος, ὅτι τὴν ὥραν, ἣν πάντες πρὸς ἀνάπαυσιν εἶχον, ἐκείνη πρὸς τὸ κομίζειν τὸ ὕδωρ ἑαυτὴν ἀπησχόλει. Καὶ διὰ τοῦτο ὥραν ἕκτην ἀπῆλθεν ὁ Κύριος, ὅτε ἐγίνωσκεν, ὅτι ἀπέρχεται κομίσαι τὸ ὕδωρ, καὶ δύναται θηρεῦσαι τὴν πνευματικὴν ταύτην θήραν. Καὶ τίνος ἕνεκεν τοὺς μαθητὰς αὐτοῦ ὁ Κύριος ἀπεπέμψατο; Οἱ γὰρ μαθηταὶ αὐτοῦ, φησὶ τὸ Εὐαγγέλιον, ἀπεληλύθεισαν εἰς τὴν πόλιν, ἵνα τροφὰς ἀγοράσωσι. Ἡ γυνὴ πτωχή τις ἦν ἐλεεινὴ, ὡς ἤδη φθάσαντες ἐδηλώσαμεν, μὴ ἰσχύουσα πρὸς δορυφορίαν πολλῶν ἀντιβλέψαι. Καὶ εἰ ἐθεάσατο ἀξίωμα διδασκάλου, καὶ μαθητῶν περιβολὴν, τὸν διδάσκαλον, τοὺς διδασκομένους, τὸν ὄχλον, τὴν τάξιν, τὸ ἀξίωμα, τὸ σχῆμα, τὸ ἐπίσημον, εἶχεν ἂν εὐθὺς ἀποφυγεῖν, καὶ ἀπώλετο ἡ θήρα· οὐκ ἐτόλμα προσελθεῖν, καὶ ὁ ἰχθὺς ἀπὸ τῶν δικτύων ἐξέφυγε, καὶ οὐκ ἐσαγηνεύετο, ἀλλ' ἀπεπήδα· διὰ τοῦτο ἀπεπέμψατο τοὺς μαθητὰς εἰς τὴν πόλιν. Ἀπελθόντες γὰρ, φησὶν, ἀγοράσατε βρώματα· ὑμεῖς ἀπελθόντες ἀγοράσατε, ἐγὼ ἕτερον ἄριστον ἔχω. Ἐμὸν γὰρ βρῶμά ἐστιν, ἵνα ποιῶ τὸ θέλημα τοῦ πέμψαντός με, καὶ τελειώσω αὐτοῦ τὸ ἔργον· ὑμεῖς τὰ σαρκικὰ, ἐγὼ τὰ πνευματικά· ὑμεῖς ἀγοράσατε, ἐγὼ γὰρ ἐξηγόρασα. Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα, φησὶ τὸ σκεῦος τῆς ἐκλογῆς, Παῦλος· δι' ὑδάτων βούλομαι θηρεῦσαι τὴν πνευματικὴν ταύτην ἁλείαν. Ἔμαθες διὰ τί καὶ ὁ τόπος, καὶ ἡ ὥρα, καὶ ἡ τῶν μαθητῶν ἀπόλειψις. Οὐκοῦν ἀναγκαῖον λοιπὸν ἄρξασθαι τῶν ἑξῆς. Ἔρχεται γυνὴ ἐκ τῆς Σαμαρείας ἀντλῆσαι ὕδωρ. Ἔρχεται ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ ὥραν ἕκτην, παυσαμένη τοῦ ἱστοῦ, ἐπὶ τὸ ὑδρεύσασθαι ὕδωρ τῇ ὥρᾳ τῆς ἀναπαύσεως, καὶ, ὡς πολλάκις εἴρηται, ὥρᾳ ἕκτῃ· ἐπειδὴ καὶ ἡ Εὔα ὅταν ἐν τῷ παραδείσῳ παρέβη τὴν ἐντολὴν, ὥρα ἦν ὡσεὶ ἕκτη· καὶ διὰ τοῦτο ἡ Σαμαρεῖτις διεσώθῃ ἐν τῇ πηγῇ τῇ αὐτῇ ὥρᾳ ἕκτῃ. Εἶτα λοιπὸν ἦλθεν ἡ Σαμαρεῖτις ἀντλῆσαι ὕδωρ, καὶ βλέπει τὸν Ἰησοῦν ὥς τινα ξένον, καὶ μόνον ὡς ὁδοιπόρον ἀποκαυματῆσαι βουλόμενον, καὶ παρὰ τῇ πηγῇ καθεζόμενον. Εἶδεν ἄνδρα καταπεφρονημένον, καὶ οὐδὲ λόγον αὐτοῦ ἐποιήσατο. Ἀλλ' αὐτὸς ὁ τὰ πάντα ἐπιστάμενος Θεὸς, πρὶν γενέσεως αὐτῶν, θεασάμενος τὸν θησαυρὸν τῆς πίστεως, λέγει αὐτῇ· Δός μοι πιεῖν. Ἡ πηγὴ τῆς ζωῆς παρὰ τὴν πηγὴν καθεζόμενος πιεῖν ἀπαιτεῖ, οὐ πιεῖν, ἀλλὰ δοῦναι βουλόμενος. Δός μοι πιεῖν, ἵνα σοι δώσω ὕδωρ ἀφθαρσίας πιεῖν. Ἐγὼ γὰρ τὴν σωτηρίαν τῶν ἀνθρώπων διψῶ· οὐχ ἵνα πίω, ἀλλ' ἵνα ποτίσω. Ἐμιμησάμην τὸν οἰκεῖον Πατέρα· λέγει γὰρ ὁ Θεὸς πρὸς Ἀβραάμ· Δός μοι τὸν υἱόν σου· ἀνένεγκέ μοι Ἰσαὰκ τὸν υἱόν σου τὸν ἀγαπητὸν, τὸν μονογενῆ, εἰς ὁλοκάρπωσιν ἐπὶ ἓν τῶν ὀρέων, ὧν ἄν σοι δείξω. Ἀλλ' οὐ τὸν υἱὸν θέλων λαβεῖν, τοῦτο εἴρηκεν, ἀλλὰ βουλόμενος τὸν ἴδιον Υἱὸν τῇ οἰκουμένῃ χαρίσασθαι.