Ancient Greek · ~37 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Samaritanam [Sp.] 2.1
Not analysed yet
Φησὶ γὰρ ὁ τῆς βροντῆς υἱὸς ὁ θεσπέσιος Ἰωάννης· Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν, μὴ ἀπόληται, ἀλλ' ἔχῃ ζωὴν αἰώνιον. Δός μοι τὸν μονογενῆ, ἵνα χαρίσωμαι τῷ κόσμῳ τὸν Μονογενῆ· θῦσον τὸν υἱόν σου, οὐχ ἵνα θύσῃς, ἀλλ' ἵνα θύσω τὸν Υἱόν μου τὸν μονογενῆ ὑπὲρ τῆς τοῦ κόσμου σωτηρίας, θυσίαν ζῶσαν, εὐάρεστον, ἁγίαν. Οὕτω καὶ ἐνταῦθα· Δός μοι πιεῖν, οὐχ ἵνα πίω, ἀλλ' ἵνα ποτίσω. Λέγει αὐτῷ ἡ γυνή· Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Ἀκριβὴς ἡ γυνή· ἐν τούτοις ἡ πόρνη φιλοτιμεῖται· ἐν τούτοις ἡ πόρνη τὴν φυλακὴν τοῦ νόμου δείκνυσι. Τοιοῦτον τυγχάνει τὸ τῶν Σαμαρειτῶν γένος· ἐν πορνείαις μιαίνεται, καὶ ἐν βαπτίσμασι καθαρίζεσθαι νομίζουσιν. Πῶς σὺ, Ἰουδαῖος ὢν, παρ' ἐμοῦ πιεῖν αἰτεῖς, οὔσης γυναικὸς Σαμαρείτιδος; οὐ γὰρ συγχρῶνται Ἰουδαῖοι Σαμαρείταις. Τὴν ψυχὴν κηλῖδος πληροῦσι, καὶ τὸ σῶμα ἀποσμήχειν δοκοῦσιν. Οὕτω καὶ ἡ Σαμαρεῖτις· τὴν ψυχὴν ἐν πορνείαις πεφυρμένην ἔχουσα, περὶ πόσεως ὑδάτων δικάζεται. Τί οὖν ὁ Ἰησοῦς; Οὐκ ἀπεσείσατο αὐτήν· οὐκ εἶπεν αὐτῇ· Ἐγὼ Θεός εἰμι ἐκ Θεοῦ· ἐγὼ τὸν οὐρανὸν ἐστερέωσα, καὶ τὴν γῆν ἐθεμελίωσα· καὶ περὶ ὑδάτων καὶ πόσεως δικάζῃ μοι, καὶ ταῦτα γυνὴ ταῖς ἁμαρτίαις μεμιασμένη; ἀλλὰ τί; Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Εἶδες, πῶς κατ' ὀλίγον διήγειρεν αὐτῆς τὸν πόθον εἰς ἐπιθυμίαν, εἰπὼν, Εἰ ᾔδεις τὴν δωρεὰν τοῦ Θεοῦ, καὶ τίς ἐστιν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτὸν, καὶ ἔδωκεν ἄν σοι ὕδωρ ζῶν. Τί οὖν πάλιν πρὸς αὐτὸν ἡ γυνή; Κύριε, οὔτε ἄντλημα ἔχεις, καὶ τὸ φρέαρ ἐστὶ βαθύ· πόθεν οὖν ἔχεις καὶ τὸ ὕδωρ τὸ ζῶν; Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκεν ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Μεγάλην τινὰ φαντασίαν εἶχεν ἡ γυνὴ περὶ τοῦ πατριάρχου Ἰακώβ (προσέχετε, παρακαλῶ, μετὰ πάσης ἀκριβείας)· ὑπόληψιν μεγάλην εἶχεν περὶ τοῦ Ἰακὼβ ἡ Σαμαρεῖτις γυνὴ, καὶ μεγάλην εἶχε τὴν δόξαν περὶ αὐτοῦ, ὡς περὶ πατριάρχου, ὡς περὶ δικαίου, ἐπειδήπερ οὗτος ἐγένετο τῶν δώδεκα πατριαρχῶν πατήρ· αἱ γὰρ δεκαδύο φυλαὶ τοῦ Ἰσραὴλ ἐκ τοῦ Ἰακὼβ ἐγένοντο. Οὐ μόνον δὲ τοῦτο, ἀλλ' ὅτι καὶ ἐπάλαισε μετὰ Θεοῦ, καὶ εὑρέθη δυνατὸς, ὡς καὶ τὸν Θεὸν εἰπεῖν πρὸς αὐτόν· Ἀπόλυσόν με διότι ἀνέβη ὁ ὄρθρος. Καὶ Θεὸς μετὰ ἀνθρώπου παλαίων, ἔλεγεν· Ἀπόλυσόν με, διότι φίλος μου εἶ· καὶ ἀνέβη ὁ ὄρθρος. Ὁ δέ· Οὐ μή σε ἀπολύσω, ἐὰν μή με εὐλογήσῃς. Τί τοῦτο δηλῶν, καὶ τίς ἡ πάλη τοῦ Θεοῦ μετὰ ἀνθρώπου, ἢ ὅτι τὴν καθ' ἡμᾶς δι' ἡμᾶς ἔμελλεν ἐνδύσασθαι σάρκα; Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Οὐκ ἔτι κληθήσῃ Ἰακὼβ, ἀλλ' ἔσται τὸ ὄνομά σου Ἰσραὴλ, ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατὸς ἔσῃ. Μεγάλην οὖν εἶχεν ὑπόληψιν περὶ τοῦ πατριάρχου ἡ γυνή· διὰ τοῦτο ἔλεγε τῷ Κυρίῳ, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακὼβ, ὃς ἔδωκε ἡμῖν τὸ φρέαρ, καὶ αὐτὸς ἐξ αὐτοῦ ἔπιεν, καὶ οἱ υἱοὶ αὐτοῦ, καὶ τὰ θρέμματα αὐτοῦ; Τί οὖν ὁ Χριστός; Βλέπε τὴν σοφίαν τοῦ Δεσπότου· βλέπε τὴν ἐπιείκειαν τοῦ Διδασκάλου. Οὐκ εἶπεν αὐτῇ, Ναὶ ἐγὼ μείζων εἰμὶ τοῦ πατρὸς ὑμῶν Ἰακώβ· Οὐδὲ εἶπεν αὐτῇ, καθὼς εἶπεν τοῖς Ἰουδαίοις, ὅτι Πρὶν Ἀβραὰμ γενέσθαι, ἐγώ εἰμι· ἢ πάλιν ὡς ἔλεγεν, Ἀμὴν λέγω ὑμῖν, ὅτι πολλοὶ βασιλεῖς καὶ δίκαιοι σὺν τοῖς προφήταις ἐπεθύμησαν ἰδεῖν, ἃ ὑμεῖς βλέπετε, καὶ οὐκ εἶδον. Οὐδὲν τούτων εἶπε τῇ γυναικὶ, ἀλλὰ καταστέλλει τὴν πάλην τὴν εἰς τὸν πατριάρχην, καὶ ἐκ τοῦ φανεροῦ τὴν μάχην ἰσχυροτέραν ποιεῖ. Εἰ γὰρ εἶπεν αὐτῇ, ὅτι Ναὶ μείζων εἰμὶ τοῦ Ἰακώβ· ἐκεῖνος μὲν γὰρ παρ' ἐμοῦ τὴν εὐλογίαν ἐδέξατο, ἐγὼ δὲ παρέσχον αὐτὴν αὐτῷ· ταχέως ἂν ἐκείνη πρὸς τοσοῦτον ὕψος ἀποκαλύψεων ἀντιβλέψαι μὴ δυναμένη, φεύγειν ἂν εἶχεν. Οὐδὲν οὖν τούτων εἶπεν αὐτῇ, ἀλλ' ἐκ τῶν φαινομένων τὸ πρᾶγμα σαφὲς καὶ ἄμαχον ποιεῖ. Τί γὰρ πρὸς αὐτήν; Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Πρόσωπον ἦν ἐν μέσῳ τοῦ Ἰακὼβ καὶ τοῦ Χριστοῦ· ἀλλ' ἀφῆκε τὴν πάλην τὴν περὶ τῶν προσώπων, καὶ ἔρχεται πρὸς τὴν πάλην τῶν φαινομένων ὑδάτων, καὶ τῶν μὴ φαινομένων χαρισμάτων. Εἰ γὰρ εἶπε, Ναὶ μείζων εἰμὶ τοῦ Ἰακὼβ, εὐθὺς ἐκείνη ἂν ἀποφυγοῦσα, εἰς τὴν πόλιν ἐφυγαδεύετο, καὶ ἀπεπήδα πρὸ τῆς ἀποκρίσεως, καὶ πρὸ τοῦ λόγου τὴν πόλιν κατελάμβανε, λέγουσα· Οὗτος παραπαίει, δαιμονιῶν τίς ἐστι, κορυβαντιῶν, φρενίτιδι βέβληται· ξένος τις ὢν, καὶ εὐκαταφρόνητος, μείζονα ἑαυτὸν λέγει τοῦ πατρὸς ἡμῶν, μᾶλλον δὲ τοῦ πατρὸς γενομένου τῶν δώδεκα φυλῶν τῶν Ἰσραὴλ, τοῦ τὰς εὐλογίας ὑποδεξαμένου παρὰ τοῦ Θεοῦ, τοῦ πτωχοῦ μὲν ἀποδημήσαντος, πλουσίου δὲ διὰ τὴν οἰκονομίαν τὴν εἰς αὐτὸν παρὰ τοῦ Θεοῦ γενομένην ἐπανελθόντος· ἀλλὰ συγκατέβαινε τῇ γυναικὶ ὁ Χριστὸς, καὶ ἐνεδίδου τῇ ἀσθενείᾳ τῆς γυναικὸς πρὸς τὸ κατὰ μικρὸν εἰς τὸ ὕψος τῶν κρειττόνων αὐτὴν ἀναφέρεσθαι. Καθάπερ γὰρ οἱ τῶν ἰχθύων θηρευταὶ (τί γὰρ ἐκεῖνοι ποιοῦσιν, ἄκουε συνετῶς) βάλλουσιν ἄγκιστρον εἰς τὴν θάλασσαν, καὶ ὅταν αἴσθωνται ὅτι ἰχθὺς ἐζωγρήθη, οὐκ εὐθὺς ἀνασπῶσιν αὐτὸν, ἀλλ' ἐνδιδόασι κατὰ μικρὸν, ἵνα ἐκεῖνος τελείως καταπίῃ καὶ ἀμερίμνως τὸ δέλεαρ, καὶ ὅταν αἴσθησιν λάβωσιν, ὅτι εἰς τὸ βάθος τῆς καρδίας καὶ ἐν τοῖς ἐγκάτοις ἐδέξατο τὸ ἄγκιστρον, τότε μᾶλλον μετὰ ἐπιτάσεως τὸν ἰχθὺν ἀνασπῶσιν οἱ πρότερον αὐτῷ συγκαταβεβηκότες· οὕτω καὶ ὁ Χριστὸς τῇ γυναικὶ πεποίηκεν. Οὐκ ἐξ ἀρχῆς ἀπεκάλυψεν αὐτῇ τῆς θεότητος τὸ κάλλος, οὐδὲ μεγάλων ἀγαθῶν ἐπαγγελίας αὐτῇ δέδωκε, οὐδὲ τὸν Ἰακὼβ ὡς ποιήσας αὐτὸν ἐξήγγειλεν· ἀλλὰ τὴν ὄρεξιν τῆς ψυχῆς αὐτῆς εἰς ἐπιθυμίαν διεγείρει, λέγων πρὸς αὐτήν· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ ἐγὼ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Κατέλιπε τῶν προσώπων τὴν πάλην, καὶ λοιπὸν εἰς τὴν τῶν χαρισμάτων ἀφθονίαν ἦλθε, μᾶλλον δὲ ὑπὲρ ἐκείνων ἐξ αὐτοῦ τοῦ πράγματος τὴν ὑπεροχὴν δείκνυσι. Τί οὖν ἡ γυνή; Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχομαι ἐνθάδε ἀντλεῖν. Εἶδες, πῶς ἐπίστευσε ταχέως, ὅτι τὸ παρὰ τοῦ Χριστοῦ διδόμενον ὕδωρ δίψαν οὐκ ἔτι ἐργάζεται; Κύριε, δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Διήγειρεν αὐτὴν κατ' ὀλίγον εἰς ἐπιθυμίαν τῶν πνευματικῶν αὐτοῦ ὁ Χριστὸς ναμάτων. Ἐπίστευσεν, ὅτι ἔστιν ὕδωρ πινόμενον, καὶ δίψαν οὐκ ἐργαζόμενον· μεταλαμβανόμενον, καὶ ἁμαρτημάτων ἐξαφανίζον τὸ χειρόγραφον. Κύριε, δός μοι τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Εἰ κοινωνὸν, φησὶν, ἔχεις τῆς μίξεως, κοινωνὸς γενέσθω καὶ τῆς πίστεως· μὴ μόνη λάμβανε τὴν δωρεὰν τῶνδε τῶν πνευματικῶν χαρισμάτων. Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Διὰ γὰρ τοῦτο παρεγενόμην, οὐχ ἵνα μόνην τὴν Εὔαν σώσω διὰ τῆς ἀειπαρθένου Μαρίας καὶ θεοτόκου, ἀλλ' ἵνα καὶ τὸν ἄνδρα δι' ἐμοῦ εἰς τὸν παράδεισον πάλιν ἀνακαλέσωμαι. Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Καλῶς, ἀγαπητοὶ, καὶ ὁ τῆς οἰκουμένης διδάσκαλος Παῦλος τῷ αὐτῷ κανόνι Κορινθίοις γράφων ἔλεγε· Τί γὰρ οἶδας, γύναι, εἰ τὸν ἄνδρα σώσεις; Τέως δὲ τῶν προκειμένων ἁψώμεθα. Ὕπαγε, φώνησον τὸν ἄνδρα σου, καὶ ἐλθὲ ἐνθάδε. Λέγει αὐτῷ ἡ γυνὴ, Οὐκ ἔχω ἄνδρα. Καὶ ἤρξατο λοιπὸν ἡ γυνὴ τὰς ἑαυτῆς ἁμαρτίας ἀνακαλύπτειν· ἤρξατο λοιπὸν ἐξομολογεῖσθαι, καὶ λέγειν, Οὐκ ἔχω ἄνδρα. Καὶ γὰρ λοιπὸν τῷ τῆς πορνείας καὶ τῷ τῆς ἀσωτίας κατεβαπτίσθην βυθῷ, καὶ ἄνδρα οὐκ ἔχω. Λέγει αὐτῇ ὁ Ἰησοῦς· Καλῶς εἶπας, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν, ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Τί δέ ἐστι τοῦτο, τὸ Πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν, ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ; Ἀναγκαῖον εἰπεῖν. Ἡ γυνὴ πέντε ἄνδρας ἔσχεν, καὶ ἐτελεύτησαν· μετ' ἐκείνους δὲ ἐπόρνευσεν· ὅθεν οὐδεὶς αὐτῇ λοιπὸν ὡς γυναικὶ νομίμῃ προσεγγίζειν ἐβούλετο. Ἐκείνη δὲ μὴ φέρουσα χαλινῶσαι τῆς ἡδονῆς τὰ κύματα, λαθραίως εἶχε λοιπὸν τὸν πορνεύοντα μετ' αὐτῆς· καὶ οὐκ ἦν οὐδὲ πόρνη περιφανὴς, οὔτε νομίμη· εἶχεν δὲ ἄνδρα λαθραίως· ἐνόμιζε δὲ ὡς ἄνθρωπον τὸν Χριστὸν παρακρούεσθαι, καὶ ἔλεγεν αὐτῷ, Οὐκ ἔχω ἄνδρα. Εἶτα ὁ Χριστὸς γινώσκων τὰ κρύφια τῆς καρδίας, καὶ εἰδὼς τὰ πάντα πρὶν γενέσεως αὐτῶν, λέγει αὐτῇ· Καλῶς εἶπας, ὅτι Ἄνδρα οὐκ ἔχω· πέντε γὰρ ἄνδρας ἔσχες, καὶ νῦν ὃν ἔχεις, οὐκ ἔστι σου ἀνήρ· τοῦτο ἀληθὲς εἴρηκας. Λέγει αὐτῷ ἡ γυνή· Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ. Οἱ πατέρες ἡμῶν ἐν τῷ ὄρει τούτῳ προσεκύνησαν, καὶ ὑμεῖς δὲ λέγετε οἱ Ἰουδαῖοι ὅτι ἐν Ἱεροσολύμοις ἐστὶν ὁ τόπος, ὅπου δεῖ προσκυνεῖν. Ποῖον προφήτην λέγεις, ὦ γύναι; ὃν ὁ Μωϋσῆς ἔγραψεν, ὅτι Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ὑμῶν ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμὲ, ἢ ἕτερόν τινα; τοῦτον σὺ λέγεις, γύναι, τὸν ἀποκαλύπτοντα τὰ κρύφια τῆς καρδίας; Καὶ γὰρ τὴν ἀποκάλυψιν τῶν ἁμαρτημάτων παρὰ τοῦ Δεσπότου λαβοῦσα, λέγει· Κύριε, θεωρῶ, ὅτι προφήτης εἶ σύ. Ταὐτὸν ἦν αὐτὴν τὸ τοῦ Δαυῒδ εἰπεῖν· Ἐκ τῶν κρυφίων μου καθάρισόν με.