Ancient Greek · ~28 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctos Petrum et Heliam [Sp.] 2.1
Not analysed yet
Τί δὲ μέχρι Πέτρου ἑστὼς τὴν ὑπόθεσιν ταύτην τοιαύτην εἴρηκα, καὶ οὐκ ἀνέρχομαι μικρῷ τῷ λόγῳ ἐπὶ ἄλλο πρόσωπον; Φέρε μοι εἰς τὸ μέσον· λέγω δὴ Ἠλίαν, τὸν προφήτην ἐκεῖνον, τὸν ἐπίγειον ἄγγελον καὶ ἐπουράνιον ἄνθρωπον, τὸν χαμαὶ βαδίζοντα καὶ τὰ οὐράνια ἡνιοχοῦντα, τὸν τρίπηχυν ἄνθρωπον καὶ ὑψηλοβατοῦντα, καὶ εἰς αὐτὰς ἀναπετασθέντα τοῦ οὐρανοῦ τὰς ἁψῖδας, τὸν τῶν ὑδάτων ταμίαν, οὗ ἡ γλῶττα θησαυρὸς ἐγένετο τῶν ὑδάτων καὶ κλεῖς τῶν οὐρανῶν· ὁ πένης καὶ πλούσιος, ὁ ἰδιώτης καὶ φιλόσοφος· πένης μὲν, ὅτι μηδὲν ἐκέκτητο, πλούσιος δὲ, ὅτι τὰ νέφη τοῦ ὑετοῦ ἐν τῇ γλώττῃ κατεῖχε. Καὶ αὐτὸς ἀπότομος ἦν περὶ τοὺς ἁμαρτάνοντας οὕτως ὡς εὔξασθαί ποτε ὑετὸν μὴ δοῦναι· καὶ τί λέγει; Ζῇ Κύριος, φησὶν, εἰ ἔσται ὑετὸς ἐπὶ τῆς γῆς, εἰ μὴ διὰ στόματός μου. Τί ποιεῖς, Ἠλία; τί ἀποφαίνῃ; κἂν εὖξαι τὸν Δεσπότην, καὶ οὕτω πλήρωσον τὸν λόγον· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Ποῦ εἰσὶν οἱ αἱρετικοὶ οἱ λέγοντες, ὅτι ὁ Υἱὸς τοῦ Θεοῦ εὔχεται; Ἄθλιε καὶ ταλαίπωρε καὶ ἀναίσχυντε· Ἠλίας ἀποφαίνεται, καὶ ὁ Υἱὸς εὔχεται; ὁ δοῦλος κελεύει, καὶ ὁ Δεσπότης παρακαλεῖ; οὐδὲ ὡς τῷ Ἠλίᾳ χαρίζῃ αὐτῷ τὴν τιμήν; οὐ θέλεις ὡς τῷ δούλῳ οὕτω καὶ τῷ Δεσπότῃ τὴν ἰσομοιρίαν χαρίσασθαι; Οὐκ εὔχεται ἐκεῖνος, οὐδὲ παρακαλεῖ, ἀλλὰ λόγον ἀληθείας προέβαλε, καὶ τὸν οὐρανὸν ἔκλεισεν. Εὖξαι πρῶτον, Ἠλία. Ἀλλὰ τί Ἠλίας; Οἶδα τὸν ἐμὸν Δεσπότην, ὅτι ὑπακούει μου· ἀπὸ γὰρ ζήλου τοῦτο ποιῶ. Ὢ καινῶν καὶ παραδόξων πραγμάτων. εἶδες Δεσπότην ὑπὸ εὐνοίας δούλου νενικημένον; Καὶ γὰρ ὁ Ἠλίας ἀπὸ ζήλου πολλοῦ τοῦτο ἐποίησεν. Ἔβλεπε γὰρ πολλὰ ἄτοπα γινόμενα· ἔβλεπε πορνείαν μετὰ πολλῆς τῆς κακίας πολιτευομένην. Νὺξ γὰρ ἦν, δι' ὃ καὶ κατεῖχε τὴν οἰκουμένην ἅπασαν· νεφέλη πυκνοτάτη ἐκάλυπτε τὰ σύμπαντα. Πάντες γὰρ προέκοπτον ἐπὶ τὸ κακόν· οἰκουμενικὸν ἦν ναυάγιον, οὐχ ὑδάτων, ἀλλὰ ἀσελγείας· σωφροσύνη ἐκποδὼν, καὶ ἀκολασία ἐπομπεύετο· ἀρετὴ ἐδιώκετο, καὶ κακία ἐνηβρύνετο· βουνοὶ καὶ ὄρη, καὶ νάπαι, καὶ ὁδοὶ, καὶ ταμεῖα καὶ ὁ ἀὴρ ἐμολύνετο· ὁ ἥλιος ἐκαπνίζετο, ἡ γῆ ἐμιαίνετο, ὁ οὐρανὸς ἐξουθενεῖτο, ἡ κτίσις, πᾶσα ἐνόσει ἀπὸ εἰδωλολατρείας· ὡς ἐν νυκτὶ πάντες περιεπάτουν, οὐδενὶ προσέχοντες τῶν κτισμάτων, λίθον ἔβλεπον, καὶ ὡς θεὸν προσεκύνουν· ξύλον ἔβλεπον, καὶ τοῦτο ὁμοίως θεὸν ἐνόμιζον. Νὺξ αὐτοὺς εἶχε πυκνοτάτη· τὸν κτίστην ἔβλεπον, καὶ τοῖς κτίσμασι προσεκύνουν. Ἠλίας μόνος ἦν τὸν λύχνον ἔχων τῆς ἀρετῆς, καθάπερ ἐπὶ κορυφῆς ὄρους τῆς φιλοσοφίας καθεζόμενος καὶ ἀσκῶν, μόνος μὲν ἔχων τὸν λύχνον τῆς εὐσεβείας, οὐδένα δὲ ὠφέλει τὸ φώτισμα διὰ τὸ κάρῳ αὐτοὺς κατακεῖσθαι, καὶ εἰδωλολατρείᾳ αὐτοὺς κατέχεσθαι. Ἐμαίνετο οὖν ὁ Ἠλίας, ἐπρίζετο, ὠδύρετο, ῥήματα ἐλάλει, οὐδεὶς ἤκουε· παρεκάλει, οὐδεὶς ἠνέσχετο· λοιπὸν ἀπὸ ζήλου προσαγαγεῖν αὐτοὺς θέλει καὶ παιδεῦσαι, ἵνα κἂν οὕτω τῷ λιμῷ τηκόμενοι ἐπὶ τὸν Δημιουργὸν τῇ εὐχῇ φθάσωσιν, ἵνα ὁ λιμὸς ὑπόθεσις αὐτοῖς γένηται εὐσεβείας. Ἀλλ' οὐδὲν δύναται αὐτοὺς, φησὶ, παιδεῦσαι ὁ λιμός· οὕτω γὰρ πανταχόθεν στενούμενοι ἐπὶ τὸν πάντων κτίστην χωρήσουσι. Τί οὖν Ἠλίας; Ζῇ, φησὶ, Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου. Ἐξῆλθεν ὁ λόγος τοῦ προφήτου, καὶ εὐθέως ὁ ἀὴρ μετεβλήθη, ὁ οὐρανὸς χαλκὸς ἐγένετο, οὐ τὴν φύσιν μεταβαλὼν, ἀλλὰ τὴν ἐνέργειαν χαλινωθείς· εὐθὺς τὰ στοιχεῖα μετεσχηματίζετο. Ἐνέπεσεν ὁ λόγος τοῦ προφήτου, καθάπερ πυρετὸς, εἰς τὰς λαγόνας τῆς γῆς, καὶ πάντα εὐθὺς ἐξηραίνετο, πάντα ἐρημοῦτο, πάντα ἐξηφανίζετο· ἔβλεπον εὐθέως βοτάνας ξηραινομένας, καὶ φυτὰ, καὶ δένδρα κάρπιμα καὶ ἄκαρπα, τὰ ἐν πεδίοις, τὰ παρὰ θάλασσαν· πάντα ἀθρόως ξηραινόμενα, πᾶσαν ἔμψυχον ἡλικίαν ἀφανιζομένην, ὀδυρμὸν παιδίων καὶ κλαυθμὸν μητέρων, καὶ ἀπογνωσίαν πολλήν. Εἷς λόγος τοῦ προφήτου ἐξῆλθε, καὶ βλέπε πόσα εἰργάσατο. Πάντα τοίνυν ἀπέθνησκον, τὰ θηρία, τὰ κτήνη, τὰ παιδία, οἱ ἄνθρωποι, τὰ ζῶα, τὰ πετεινὰ ἅπαντα· οἰκουμενικὸν ναυάγιον ἦν, καὶ ἡ συμφορὰ πᾶσαν ὁμοῦ κατέλαβε τὴν γῆν· οὐδεὶς ἀνεσώζετο, ἀλλὰ πάντες ἀπὸ τῆς ἀβροχίας ἀπέθνησκον, τὰ φυτὰ ἐξηραίνετο, πηγαὶ, ποταμοὶ, λίμναι, καὶ πάντα ἁπλῶς ἀπώλοντο. Οἰκουμενικὸν ναυάγιον κατεῖχε πᾶσαν τὴν οἰκουμένην, οὐ δι' ὕδατος, ἀλλὰ δι' ἀβροχίας· ὁ οὐρανὸς ἐδέδετο, καὶ λοιπὸν ἐπείχετο, καὶ τὴν φύσιν ὅλην μετέβαλλε. Πάντα οὖν ἀπέθανε θεηλάτῳ ὀργῇ καὶ ἀπώλετο· οὐκ ἔμελε δὲ τῷ Ἠλίᾳ περὶ οὐδενός· ἐμέθυε γὰρ τῷ ζήλῳ. Πᾶσα οὖν ἄωρος ἡλικία ἐτελεύτα. Τί ποιεῖς, Ἠλία; ἔστω, οἱ νεανίσκοι ἥμαρτον· τί τὰ παιδία παιδεύονται; ἔστω, οἱ ἄνθρωποι ἥμαρτον, τί τὰ κτήνη συναποθνήσκουσι; τοσαύτην ἀσπλαγχνίαν περιβέβλησαι; οὐδενός σοι μέλει περὶ τῶν ἀνθρώπων· οὐ γυναῖκα ἔχεις, οὐ παιδίον· καταφρονεῖς τῶν ἀπολλυμένων. Τί οὖν ὁ Θεὸς πρὸς αὐτόν; Ἄπελθε, φησὶν, ἐπὶ τῷ ποταμῷ Χοῤῥὰθ, καὶ ἐντελοῦμαι κόραξι τοῦ διατρέφειν σε ἐκεῖ. Πάλιν ἂν ἡδέως ἐροίμην τὸν Ἰουδαῖον εἰς μέσον ἀγαγὼν, ἵνα δείξω αὐτῷ ὅτι ὁ νόμος τὰ τοῦ νόμου ἀνέτρεπε, καὶ αὐτὸς εἰς ἑαυτὸν οὔτε τὸ στάσιμον, οὔτε τὸ ὄρθιον εἶχεν· οὐ γὰρ ἦν ἀλήθεια, ἀλλὰ σκιά· ἐκεῖνα σκιὰ, ταῦτα ἀλήθεια· ἐκεῖνα τύπος, ταῦτα πράγματα. Ὃν σέβῃ Ἠλίαν, ὃν προσδοκᾷς ἔρχεσθαι, περὶ οὗ πολὺν ἔχεις τὸν λόγον, καὶ προφήτην αὐτὸν καλεῖς, οὗτος πῶς ὑπὸ κόρακος ἐτρέφετο; ὁ γὰρ κόραξ κατὰ τὸν νόμον ἀκάθαρτος, καὶ οὕτως ὁ νόμος διηγόρευσεν ἀκάθαρτον εἶναι τὸν κόρακα. Καὶ πῶς οὖν ὁ προφήτης ἐτρέφετο ὑπὸ τοῦ ἀκαθάρτου κόρακος; εἰ γὰρ ὁ νόμος ἀκάθαρτον τὸν κόρακα ἔλεγε, πάντως ὁ ἐκ τοῦ κόρακος τρεφόμενος ἀκάθαρτος ἂν εἴη. Ἀλλὰ τοῦτο οὐκ ἦν, ἄπαγε, μὴ γένοιτο. ἀλλ' ὁ Ἠλίας ὑπὸ κόρακος ἐτρέφετο, οὐδὲν ἀκάθαρτον τῶν ὑπὸ Κυρίου κτισθέντων νομίζων. Εἶτα ἐκεῖθεν, ἐπειδὴ χρόνος διῆλθε, καὶ λοιπὸν ὁ ποταμὸς ἐξηράνθη, ἐγείρει τὸν προφήτην εἰς τροφήν. Ἄπελθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ ἐντελοῦμαι γυναικὶ χήρᾳ τοῦ διατρέφειν σε ἐκεῖ· τοῦτο δὲ κατά τινα οἰκονομίαν ὁ Θεὸς ἐποίει. Ἐπειδὴ γὰρ οὐκ ᾔδει Ἠλίας τὰ γινόμενα (ἐν ἑνὶ γὰρ τόπῳ ἐκαθέζετο, οὐκ ἔβλεπε τὴν οἰκουμενικὴν συμφορὰν, πῶς πάντα ἐξηράνθη, πῶς αἱ λίμναι, πῶς οἱ ποταμοὶ, πῶς τὰ φυτὰ, πῶς τὰ δένδρα, πῶς τὰ ἄωρα, πῶς τὰ ὥριμα, πῶς τὰ ἔγκαρπα, πῶς τὰ ἄκαρπα, πῶς τὰ παρὰ πηγαῖς, τὰ παρὰ λίμναις τῶν ὑδάτων, τὴν ἅλωσιν τῶν πτηνῶν, τῶν κτηνῶν, τῶν ἄλλων ἁπάντων, τῶν παιδίων τὸν θάνατον, τῶν μητέρων τοὺς ὀλολυγμοὺς, τὴν οἰκουμενικὴν ἐκείνην συμφοράν), ἐγείρει αὐτὸν ὁ Θεὸς, καὶ ποιεῖ αὐτὸν ἄπειρον γῆν ὁδεῦσαι ἐκεῖθεν ἕως Σιδῶνος, ἵνα κἂν οὕτως ἰδὼν Ἠλίας τὰ γινόμενα, ἀξιώσῃ τὸν Δεσπότην αὐτοῦ δοῦναι ὑετόν. Πέμπει οὖν αὐτὸν διὰ τοῦτο τὴν μακρὰν ὁδὸν ἐκείνην, οὐχ ὡς μὴ δυνάμενος αὐτὸν ἐκεῖ τρέφειν ὁ Θεὸς, ἀλλ' ὡς θέλων ἐπιδεῖξαι τῷ Ἠλίᾳ τὴν συμφορὰν, ἵνα ἀξιώσῃ αὐτὸν περὶ βροχῆς. Ἠδύνατο μὲν γὰρ καὶ αὐτὸς χωρὶς τούτου, ἀλλ' οὐκ ἠθέλησεν ὑβρίζειν τὸν ἴδιον οἰκέτην, τῶν μὲν κακῶν ἐκεῖνον ἐάσας εἶναι πρόξενον, τῶν δὲ ἀγαθῶν ἑαυτόν· ἀλλ' ἐξεδέχετο τὴν τοῦ δούλου παράκλησιν. Εἶτα οὐδὲ οὕτως ἐκεῖνος ἐκάμπτετο, ἀλλὰ ἀπονοίᾳ τινὶ κεχρημένος οὕτως ἐβάδιζε τὴν ὁδὸν, ἀσπλαγχνίαν περιβεβλημένος, οὐδενὸς λόγον ποιούμενος· ὥσπερ εἶπον γὰρ ἀπὸ ζήλου ἐμέθυε. Τί ἀπονενόησαι, Ἠλίᾳ; τί τοσαύτην ἐνεδύσω ἀπανθρωπίαν; ἔκδεξαι ὀλίγον, καὶ ἐλεγχθήσῃ καὶ αὐτὸς ὑπὸ ἁμαρτίαν ὤν. Διὰ τὴν ἁμαρτίαν τῶν ἐνοικούντων αὐχμὸν ἐκάλεσας, καὶ οὐρανὸν ἔκλεισας, καὶ γῆν ἐχαλίνωσας, καὶ τὸν δρόμον τῆς φύσεως ἐκράτησας, καὶ οὐδὲ ἀξιῶσαι βούλει περὶ τῶν γεγενημένων; μετ' οὐ πολὺ καὶ αὐτὸς ἐλεγχθήσῃ ὑπὸ ἁμαρτίαν ὢν, καὶ φιλανθρωπίας τυχὼν παρὰ τοῦ Δεσπότου σου, ἵνα φιλανθρωπότερος γένῃ περὶ τοὺς συνδούλους σου.