Ancient Greek · ~59 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctos Petrum et Heliam [Sp.] 3.1
Not analysed yet
Σήμερον δὲ ὑπὲρ τῶν αὐτῶν διὰ τοῦτο ἐξῆλθον τὸν λόγον εἰπεῖν, ὅτι διὰ τοῦτο οὐκ ἐγένετο ἄγγελος ἱερεὺς, ἀλλ' ἄνθρωπος ἐξ ἀνθρώπου, ἵνα μὴ παρὰ ἀναμαρτήτου ἀναιρῶνται οἱ ἁμαρτάνοντες. Εἰ γὰρ ἄγγελος ἦν μὴ ἁμαρτάνων ὁ ἱερεὺς, τοὺς ἁμαρτάνοντας παραχρῆμα ἂν ἐκόλαζεν, ἀλλὰ διὰ τοῦτο ἄνθρωπος γέγονεν, ἵνα συγγινώσκῃ τῷ ὁμοιοπαθεῖ, ὑπόμνησιν λαμβάνων ἐκ τῶν ἰδίων παθῶν τοῖς ὁμοφύλοις. Εἶτα παρηγάγομεν, ὅτι καὶ τοὺς μεγάλους, οἷς ἔμελλε πιστεύειν λαὸν πολὺν, συνεχώρησεν ἁμαρτίᾳ ὑποπεσεῖν, καὶ συγγνώμην αὐτοῖς δοῦναι ἵνα μετὰ ταῦτα καὶ αὐτοὶ ἐξ ὧν ἐπαιδεύθησαν φιλανθρωπότεροι γένωνται. Καὶ Πέτρον παρήγαγον τὸν τοιοῦτον ἀπόστολον, συγχωρηθέντα μὲν ἁμαρτῆσαι, μετανοίᾳ δὲ ἐξαλείψαντα τὴν ἁμαρτίαν τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ Δεῦρο δὴ καὶ ἐπὶ τὸν Ἠλίαν ἐπανέλθωμεν, καὶ δείξωμεν αὐτοῦ τὸ πέλαγος τῶν κατορθωμάτων, ὅτι Θεὸς μὲν ἠθέλησε φιλανθρωπεύσασθαι, Ἠλίας δὲ οὐκ ἐφιλανθρωπεύσατο· καὶ ἤθελε δοῦναι ὑετὸν, ἀλλ' ἐζήτει ἀξίωσιν παρὰ τοῦ δούλου. Τί οὖν; Παρῆλθεν ὁ Ἠλίας ὅλην τὴν ὁδὸν, καὶ ἦλθεν εἰς Σαρεφθὰ τῆς Σιδωνίας, καὶ εἶδε γυναῖκα χήραν τινὰ ξυλευομένην. Ἀλλ' ὅμως βλέπε τοῦ Ἠλίου τὴν φιλοσοφίαν καὶ τὴν πίστιν. Πάλιν ἄλλο πέλαγος αὐτὸν διεδέξατο ἀρετῆς. Οὐκ εἶπε τῷ Θεῷ· Πρὸς τίνα με πέμπεις; τοσούτους με ποιεῖς κινδύνους ὑπομεῖναι, καὶ πρὸς χήραν με πέμπεις εἰς ἔσχατον λιμόν; μὴ γὰρ οὐκ εἰσὶν ἄλλοι ἄνδρες εὐπορώτεροι, δυνάμενοι τὴν πενίαν μου παραμυθήσασθαι; ἀλλὰ τοσαύτην γῆν βαδίζω, ἵνα πρὸς χήραν ἀπαντήσω, εἰς αὐτὴν τὴν συμφορὰν τῶν κακῶν, καὶ οὐ μόνον χήραν, ἀλλὰ καὶ πενιχράν; Ἐννόησον πῶς οὐδὲν τούτων εἶπεν ὁ θεράπων· ἐθάῤῥει γὰρ τῷ ἑαυτοῦ Δεσπότῃ τῷ ἐκ τῶν ἀδυνάτων δυνατὰ ποιοῦντι. Ἄπελθε, φησὶν, εἰς Σαρεφθὰ τῆς Σιδῶνος, καὶ ἰδοὺ μία χήρα ξυλευομένη. Τί οὖν ἐπιβαίνεις ἔτι, Ἠλία; τί δὲ προστρέχεις τῇ χήρᾳ; εἶδες τὰ προπύλαια τῆς πενίας, μὴ ἐρώτα τὰ πάθη τῆς μετριότητος· εἶδες τὴν εἴσοδον τῆς πενίας, μηδὲν ἐρώτα περὶ τῶν ἔνδον. Ποῦ ἐπεισέρχῃ, Ἠλία; εἶδες ξυλευομένην, καὶ τραφῆναι ζητεῖς παρ' αὐτῆς; Ἀλλ' ὅμως ἔχων ἐνέχυρον τοῦ Δεσπότου τὸν λόγον, ἀπῄει διαλεγόμενος τῇ χήρᾳ. Καὶ τί φησι; Δός μοι μικρὸν ὕδωρ, ἵνα πίω. Ὁρᾷς σοφίαν τοῦ Ἠλίου; πῶς οὐκ εὐθέως ἐπὶ τὸ ἰσχυρότερον ἀπῆλθεν, ἀλλ' ἐπὶ τὸ εὐτελέστερον; οὐκ εἶπε, Δός μοι ἄρτον, ἀλλὰ Δός μοι ὕδωρ. Πρῶτον ὕδωρ ζητεῖ, στοχαζόμενος, ὅτι ἂν εὐπορήσῃ ὕδατος, δύναται καὶ ἄρτου εὐπορῆσαι. Δός μοι, φησὶ, μικρὸν ὕδωρ· Ἀπελθοῦσα δὲ ἡ χήρα ἤνεγκεν αὐτῷ, καὶ ἔπιε· καὶ οὕτω θαρσήσας φησί· Λήψῃ δή μοι καὶ ψωμὸν ἄρτου, καὶ φάγομαι. Ἡ δὲ εἶπε πρὸς αὐτόν· Ζῇ Κύριος, εἰ ἔστι μοι ἐγκρυφίας, ἀλλ' ἢ ὅσον δρὰξ ἀλεύρου ἐν τῇ ὑδρίᾳ, καὶ ὀλίγον ἔλαιον ἐν τῷ καμψάκῃ, ὃ ποιήσομεν καὶ φαγόμεθα ἐγώ τε καὶ τὰ παιδία μου, καὶ ἀποθανούμεθα. Τί οὖν ὁ Ἠλίας; Ἄπελθε, φησὶ, καὶ ποίησόν μοι ἐγκρυφίαν καταμόνας, καὶ φάγω, καὶ οὕτω ποιήσεις τοῖς τέκνοις σου, καὶ φάγονται. Τί ποιεῖς, Ἠλία; ἔστω, ἄρτον θέλεις, τί καὶ καταμόνας καὶ ἐν πρώτοις ζητεῖς; οὐ γὰρ ὀφείλεις εὐχαριστῆσαι, ἵνα μετὰ τῶν τέκνων φάγῃς; σὺ θέλεις φαγεῖν μόνος, καὶ λιμῷ τὰ τέκνα πνῖξαι; [Πνῖξαι οὐ θέλω, ἀλλ' εὐεργετῆσαι θέλω·] οἶδα τὴν ἀφθονίαν τοῦ ἐμοῦ Δεσπότου. Ἀλλ' ὅμως ἡ χήρα οὐκ ἐταράχθη οὐδὲ ἐνενόησέ τι τοιοῦτον ἀτόπημα, οὔτε εἶπε· Σὺ εἶ ὁ τὸν λιμὸν τοῦτον ποιήσας, καὶ ἐν τοῖς λειψάνοις τοῦ λιμοῦ διατραφῆναι θέλεις παρ' ἐμοῦ; οὔτε εἶπεν, ὅτι Τοσοῦτον κόσμον παρῆλθες, καὶ πρὸς ἐμὲ ἦλθες λιμῷ καταφθεῖραι τὰ παιδία μου, αὐτὸς αἴτιος τοῦ λιμοῦ γενόμενος; ἀλλ' Ἀβραμιαία τις γενομένη ἡ γυνὴ εἰσελθοῦσα ἐποίησε κατὰ τὸ ῥῆμα τοῦ προφήτου, καὶ ἦν ἰδεῖν τοῦ Ἀβραὰμ μᾶλλον τὴν χήραν φιλοξενεστέραν. Ἐκεῖνος μὲν γὰρ εὔπορος ὢν, ἐξένισεν ἀγγέλους· αὕτη δὲ ἐκ λιμοῦ προσδοκῶσα θάνατον, ἐξένισε τὸν προφήτην. Καὶ ἦν ἰδεῖν τὴν φύσιν καταφρονουμένην, καὶ φιλοξενίαν τιμωμένην· ἦν ἰδεῖν σπλάγχνα ῥιπτόμενα, καὶ προφήτην δεχόμενον· ὁλόκληρον δῆμον τέκνων τάφον εἰργάσατο· ὅσον γὰρ εἰς προαίρεσιν τῆς χήρας, ἐκεῖνα τετελευτήκασιν, ὅσον δὲ διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν, ἔζων καὶ ἐκρατύνοντο. Οὐκ οἶδα πῶς ἐγκωμιάσω τὴν χήραν· πῶς τέκνων κατεφρόνησεν καὶ φιλοξενίαν ἐποίησε, πῶς ἡ φύσις αὐτὴ οὐ κατενάρκησε, πῶς ἡ μήτρα οὐκ ἠλλοιώθη, πῶς τὰ σπλάγχνα οὐ διελύθη βλέποντα δῆμον ὁλόκληρον τέκνων ὑπὸ λιμοῦ μέλλοντα φθείρεσθαι. Ἀλλ' ἀνωτέρω πάντων ἐγένετο, καὶ τὸν προφήτην ἐξένισεν. Ὡς ἔλαβε δὴ ὁ προφήτης, καὶ ἔφαγε, λοιπὸν τὰς ἀμοιβὰς ἀποδίδωσιν· ἔσπειρε φιλοξενίαν ἡ χήρα, καὶ εὐθὺς τὸν στάχυν κομῶντα τῆς φιλοξενίας ἐθέρισε. Τί γάρ φησι πρὸς αὐτὴν Ἠλίας; Ζῇ Κύριος, ἡ ὑδρία τοῦ ἀλεύρου οὐκ ἐκλείψει, καὶ ὁ καμψάκης τοῦ ἐλαίου οὐκ ἐλαττονήσει. Καὶ ἐγένετο ἡ δεξιὰ τῆς χήρας ληνὸς, καὶ ἡ ἀριστερὰ ἅλων, καὶ δράγματα ἐν ἀνάγκῃ τὸν καρπὸν παρέχοντα, καὶ διὰ τοῦ λόγου τοῦ προφήτου τὴν χήραν διατρέφοντα. Ληνὸς καὶ ἅλων ἐγένετο ἡ οἰκία τῆς χήρας· οὐ βροχὴ, οὐχ ὑετὸς, οὐκ ἔαρ, οὐ θέρος, οὐ καῦμα, οὐκ ἀνέμων ἀνάγκαι, οὐ καιρῶν ἀλλαγαὶ, ἀλλὰ μόνον εἷς λόγος προελθὼν, καὶ αὐτὸς ἀπὸ τῆς οἰκείας γνώμης ἐξενεχθεὶς, χορηγεῖ τὴν ἀφθονίαν τῇ χήρᾳ. Εἶτα ἐκεῖθεν, ἵνα συντέμω τὸν λόγον, ἀπῆλθε πρὸς Ἀχαὰβ τὸν βασιλέα. Λέγω νῦν αὐτοῦ τὰ κατορθώματα, ἵνα ἐὰν ἴδης αὐτὸν ἁμαρτήσαντα, μάθῃς τὴν τοῦ Θεοῦ χάριν ἔχουσαν φιλανθρωπίαν. Τί οὖν πρὸς αὐτὸν ὁ Ἀχαάβ; Σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραήλ; Ὁ δὲ πρὸς αὐτόν· Οὐχὶ, ἀλλὰ σὺ καὶ ὁ οἶκος τοῦ πατρός σου. Εἶδες παῤῥησίαν προφήτου, πῶς τὸν βασιλέα ἤλεγξεν; Εἶτα ὅτε ἐν τῷ ὄρει ἐκαθέζετο, καὶ ἦλθε πρὸς αὐτὸν πεντηκόνταρχος λέγων· Ἄνθρωπε τοῦ Θεοῦ, κατάβηθι, ὁ βασιλεύς σε καλεῖ· ὁ δὲ πρὸς αὐτόν· Καὶ εἰ ἐγὼ ἄνθρωπος τοῦ Θεοῦ, καταβήτω πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφαγέτω σε καὶ τοὺς πεντήκοντά σου. Εἶτα ἐκ δευτέρου ἄλλος πεντηκόνταρχός φησιν· Ἄνθρωπε τοῦ Θεοῦ, κατάβηθι, ὁ βασιλεὺς χρείαν σου ἔχει. Καὶ τί πρὸς αὐτὸν ὁ Ἠλίας; Καὶ εἰ ἐγὼ ἄνθρωπος τοῦ Θεοῦ, καταβήτω πῦρ ἐκ τοῦ οὐρανοῦ, καὶ καταφαγέτω σε καὶ τοὺς πεντήκοντά σου. Εἶτα πάλιν ὅτε ἦλθεν εἰς συμβολὴν τῆς εὐχῆς ἐκάλεσε τοὺς ἱερεῖς τῆς Βαὰλ τῆς αἰσχύνης λέγων, Εὐξώμεθα, καὶ εἶπε· Ποιήσατε ὑμεῖς θυσιαστήριον καταμόνας, καὶ ἐκλέξατε δύο βόας, καὶ ἐπίθετε ξύλα κατὰ τὸν ἕνα βοῦν, καὶ πῦρ μὴ ἐπίθετε, κἀγὼ ποιήσω οὕτω· καὶ ἐπικαλεῖσθε ἐν ὀνόματι θεῶν ὑμῶν, κἀγὼ ἐν ὀνόματι τοῦ Θεοῦ μου, καὶ ἔσται, ὃς ἂν θεὸς ἐπακούσῃ ἐν πυρὶ, οὗτος Θεὸς ἀληθινός. Εἶτα ἐποίησαν οἱ ἱερεῖς τῆς αἰσχύνης θυσιαστήριον, καὶ ἤρξαντο ἐπικαλεῖσθαι τὴν Βαὰλ λέγοντες· Ἐπάκουσον ἡμῶν, Βαὰλ, ἐπάκουσον ἡμῶν. Ὡς δὲ πολλῆς εὐχῆς γενομένης οὐδεὶς ἦν ὁ ἐπακούων (Οὐκ ἦν γὰρ φωνὴ, καὶ οὐκ ἦν ἀκρόασις), εἶτα ἐξεδέχετο ὁ Ἠλίας μακροθυμῶν εὐχομένων ἐκείνων· ὡς δὲ εἶδεν ὅτι πολλὴ μὲν αὐτῶν ἡ διάτασις, οὐδεὶς δὲ ὁ ὑπακούων, κωμῳδεῖ αὐτοὺς λέγων· Βοήσατε μέγα, μή ποτε καθεύδῃ ἡ θεὸς ὑμῶν. Εἶτα ὡς μεσημβρία γέγονε, καὶ προέκοψεν ἡ ὥρα, λέγει αὐτοῖς· Μετάστητε ἀπὸ τοῦ νῦν, ἵνα ποιήσω κἀγὼ τὸ ὁλοκαύτωμά μου· καὶ ἐποίησε θυσιαστήριον, καὶ ἐπέθηκε τὰ ξύλα, καὶ εἶπε· Φέρετε ὕδωρ κύκλῳ τοῦ θυσιαστηρίου, καὶ ἔφερον· Δισσώσατε, καὶ ἐδίσσωσαν· Τρισσώσατε, καὶ ἐτρίσσωσαν. Ἀλλ' ὅρα καὶ τοῦτο διὰ τί ποιεῖ ὁ Ἠλίας. Ἐπειδὴ ἔθος τῇ πλάνῃ τῇ ἀληθείᾳ τὰ ἴδια προσάπτειν, ὅπερ αἱ γυναῖκες αἱ πόρναι ποιοῦσι, καὶ προλαμβάνουσι, καὶ τὰς ἐλευθέρας πόρνας καλοῦσιν, ἵνα μὴ ἔχωσιν ἐκεῖναι τί ἀνθυβρίσωσιν. Ἀλλ' ὅμως Ἠλίας καὶ ἐν τούτῳ σοφίζεται· διὰ τί; ἀλλ' ὃ μέλλω λέγειν, θεατὴς αὐτὸς γέγονα· Ἐν τοῖς βωμοῖς τῶν εἰδώλων ὀπαί εἰσι κάτωθεν τοῦ θυσιαστηρίου, καὶ ἔστι τις λάκκος κάτωθεν ἀφανὴς, καὶ κατέρχονται οἱ τῆς πλάνης ἐργάται ἐν τῷ λάκκῳ, καὶ οὕτω ταῖς ὀπαῖς ἐκείναις κάτωθεν τὸ πῦρ ἄνω ἐκφυσῶσιν εἰς τὴν θυσίαν, ὡς πολλοὺς ἀπατᾶσθαι, καὶ νομίζειν οὐράνιον εἶναι τὸ πῦρ. Ἵνα οὖν μὴ καὶ ὁ Ἠλίας τοιοῦτόν τι ὑπονοηθῇ ποιεῖν, ἐπέχεε τὸ ὕδωρ, ἵνα τὴν ὀπὴν τὸ ὕδωρ ἐλέγξῃ· ἀνάγκῃ γὰρ ὅπου ὀπὴν εὑρίσκει τὸ ὕδωρ, οὐ στήκει, ἀλλὰ κατέρχεται. Ἐνέπλησεν οὖν τὸ θυσιαστήριον, καὶ εὔχεται λέγων· Ἐπάκουσόν μου, Κύριε, ἐν πυρὶ σήμερον· ἐπήκουσάς μου ἐν ὕδατι, ἐπάκουσόν μου καὶ ἐν πυρί. Καὶ ἰδοὺ, καλέσαντος αὐτοῦ, ἐν τάχει πῦρ κατέβη ἐκ τοῦ οὐρανοῦ, καὶ κατέφαγε τὴν θυσίαν, καὶ τοὺς λίθους, καὶ τὸ ὕδωρ ἐξέλειξε τὸ πῦρ. Καὶ τί φησι τῷ λαῷ; Συλλάβετε τοὺς ἱερεῖς τῆς αἰσχύνης· μηδεὶς σωθήτω ἐξ αὐτῶν· καὶ ἔλαβον, καὶ ἀνεῖλον αὐτοὺς, τετρακοσίους τε καὶ πεντήκοντα ἱερεῖς τῆς Βαὰλ, καὶ τετρακοσίους τῶν ὑψηλῶν. Ἤκουσε ταῦτα Ἰεζάβελ ἡ γυνὴ τοῦ Ἀχαὰβ τὰ γεγενημένα, καὶ πέμπει πρὸς τὸν Ἠλίαν λέγουσα· Τάδε ποιησάτωσάν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησάν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν ἑνὸς αὐτῶν· καὶ ἀκούσας Ἠλίας ἔφυγε. Ποῦ Ἠλίας ὁ τοσοῦτος καὶ τηλικοῦτος; σκοπὸς γάρ μοι δεῖξαι, ὅτι ἁμαρτίᾳ ὑπέπεσε· λέγω τὴν ἁμαρτίαν οὐ κατηγορῶν τοῦ δικαίου, ἀλλ' ὑπόθεσιν σωτηρίας πραγματευόμενος, ἵν' ὅταν ἴδῃς ἐκείνους ἁμαρτήσαντας, μὴ ἀπογνόντας δὲ ἑαυτῶν, ἀλλὰ τῆς τοῦ Θεοῦ φιλανθρωπίας τυχόντας, σὺ ἐὰν ἁμαρτήσῃς, περισσοτέραν ἐλπίζῃς τὴν σωτηρίαν. Ἐπειδὴ εἶπεν Ἰεζάβελ, Τάδε ποιήσαιέν μοι οἱ θεοὶ, καὶ τάδε προσθείησαν μοι, εἰ μὴ αὔριον θήσω τὴν ψυχήν σου ὡς τὴν ψυχὴν ἑνὸς ἐξ αὐτῶν, ἤκουσεν Ἠλίας, καὶ ἔφυγεν ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ὢ δειλίας ὑπερβολή. γυναικὸς ἤκουσε ῥῆμα, καὶ τεσσαράκοντα ἡμέρας ὁδῷ βαδίζων ἔφυγεν· οὐ μίαν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, ἀλλ' ἅμα τε ὁ λόγος τῆς γυναικὸς εἰσῆλθεν εἰς τὸν προφήτην, καὶ ἀπὸ τῆς δειλίας οὐκ οἶδε τί ἔπραττε, τοσαύτην φυγὴν ἀπερχόμενος. Τί ἐστί σοι, Ἠλία; σὺ εἶ ὁ τὸν οὐρανὸν κλείσας, καὶ τὴν βροχὴν χαλινώσας, ὁ τῷ ἀέρι ἐπιτάξας, καὶ τὸ πῦρ ἄνωθεν καλέσας, ὁ σφάξας τοὺς ἱερεῖς, ὁ εἰπὼν τῷ βασιλεῖ Ἀχαάβ· Σὺ εἶ ὁ διαστρέφων τὸν Ἰσραὴλ, καὶ ὁ οἶκος τοῦ πατρός σου· ὁ εἰπών· Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου· ὁ τὴν οἰκίαν τῆς χήρας ἅλωνα καὶ δράγματα ποιήσας, [ὁ τοῖς στοιχείοις ἐπιτάξας, λόγον πόρνης ἤκουσας, καὶ ἔφυγες, καὶ μία γυνὴ αἰχμάλωτον ἀπάγει; Αἱ δύο ἀκροπόλεις ὑπὸ γυναικὸς ἠλέγχθησαν· Πέτρος κόρην ἐφοβήθη, καὶ οὗτος τὴν Ἰεζάβελ· τοῖς αὐτοῖς περιέπεσον ἁμαρτήμασι. Καὶ ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἔστιν ὁ ζῆλός σου, Ἠλία, ὅτε ἔλεγες, Ζῇ Κύριος, εἰ ἔσται ὑετὸς, εἰ μὴ διὰ στόματός μου; ὅτε τὸν βασιλέα ἤλεγχες,] ὅτε τὸ πῦρ ἐκάλεσας; τοσαῦτα ἐποίησας, καὶ μιᾶς γυναικὸς λόγον οὐκ ἐβάστασας; Ποῦ ἔστιν ὁ τόνος σου, ὅτε οὐκ ἤθελες τὸν σὸν Δεσπότην ἀξιῶσαι, ἵνα δῷ ὑετὸν ἐπὶ τῆς γῆς; ἔλεγε γάρ σοι δι' ἐναργῶν ἀποδείξεων· Ἀξίωσόν με δυνάμενον καὶ ἄνευ σοῦ δοῦναι, ἀλλ' οὐκ ἠθέλησα, ἵνα ὥσπερ τῶν κακῶν ἐγένου πρόξενος, οὕτω καὶ τῶν ἀγαθῶν ἄρχων γένῃ. Εἰργάσω γὰρ, Ἠλία, ἔργον ἀσπλαγχνίας μεστόν· ὁ δὲ Θεὸς ἠλέει τὴν συμφορὰν, ὅτι πάντων αὐτὸς κτίστης, καὶ πάντων δημιουργός· ὁμοίως δὲ πάντων κηδεμὼν, καὶ ἠθέλησέ σου χαυνῶσαι τὴν ἀπανθρωπίαν, καὶ σὺ ἐπέμενες αὐτῇ. Ἔλεγέ σοι· Ἐγὼ οἶδα τὴν συμφορὰν τὴν γινομένην, οἶδα τοὺς κλαυθμοὺς τῶν μητέρων, οἶδα τῶν παιδίων τοὺς ὀλολυγμούς· βλέπω τὴν γῆν, ἣν ἐποίησα, ἀφανιζομένην, καὶ θέλω φιλανθρωπεύσασθαι, ἀλλ' οὐ θέλω σε ὑβρίσαι, καὶ ἄνευ γνώμης σῆς ὑετὸν πέμψαι, ἵνα μὴ τῶν κακῶν μὲν σὺ αἴτιος ᾖς, τῶν δὲ καλῶν ξένος, ἀλλὰ τιμῶ σε. Ὢ Δεσπότου φιλανθρωπία εὐνοίᾳ δούλου νενικημένη. Ἀλλ' ὅμως πολλὴν αὐτὸς εἶχεν ἀπόνοιαν ὡς ἀναμάρτητος· νῦν δὲ ἐδείχθη καὶ αὐτὸς ἁμαρτίᾳ ὑποπεπτωκὼς, τοῦ Θεοῦ συγχωρήσαντος καὶ ἐπινοοῦντος, ἵνα ἐξ ὧν αὐτὸς φιλανθρωπίας ἔτυχε, καὶ αὐτὸς ᾖ πρὸς τοὺς ἄλλους μὴ ἀπάνθρωπος. Καὶ ἔφυγε, φησὶν, Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ποῦ ἔστι τὰ ῥήματα ἐκεῖνα ἃ πρὸς τοὺς πεντηκοντάρχους εἰπὼν, κατέβησε πῦρ, καὶ τούτους κατέκαυσε; Θέλων οὖν δεῖξαι ὁ Θεὸς, ὅτι καὶ ὅτε ἐποίει τὰ θαύματα, οὐκ αὐτὸς ἦν ὁ ἐργαζόμενος, ἀλλ' ἡ τοῦ Θεοῦ δύναμις, καὶ βλέπε τί γίνεται. Ὅτε ὁ Θεὸς ἐνήργει, καὶ βασιλεῖς ἔπιπτον καὶ ἄρχοντες καὶ δῆμοι· ὅτε Θεὸς ἀπέστη, καὶ γυνὴ φοβερὰ ἐπέστη· ἀπέστη ὁ Θεὸς, καὶ ἠλέγχθη ἡ φύσις. Ἀλλ' ὅμως μετὰ τὸ φυγεῖν Ἠλίαν ἡμέρας τεσσαράκοντα, ἦλθε καὶ ἐκάθευδεν ἐν τόπῳ τινὶ, καὶ ἔρχεται πρὸς αὐτὸν ὁ Θεὸς, ὁ Δεσπότης πρὸς τὸν δοῦλον, ὁ κηδεμὼν καὶ φιλάνθρωπος· καὶ τί φησιν; εἰδὼς μὲν διὰ τί ἦλθεν ἐκεῖ, ὅμως δὲ ἐρωτῶν· Τί ὧδε, Ἠλία; καὶ τί σὺ ὧδε; αἰνιττόμενος αὐτοῦ τὴν φυγὴν, ἀντὶ τοῦ. Ἔφυγες ποῦ ἔστιν ἡ παῤῥησία ἐκείνη; Ἵνα μάθῃς, μὴ σαυτῷ θαῤῥεῖν. Τί ὧδε, Ἠλία; καὶ τί σὺ ὧδε; Ἀλλ' ὅμως ὁ Ἠλίας ἀποκρίνεται, ἄλλα μὲν ἔχων ἐν τῇ γνώμῃ, ἄλλα δὲ λέγων. Τί γὰρ ὁ Ἠλίας πρὸς ταῦτα; Κύριε, τοὺς προφήτας σου ἀπέκτειναν, καὶ τὰ θυσιαστήριά σου κατέσκαψαν, κἀγὼ ὑπελείφθην μόνος, καὶ ζητοῦσι τὴν ψυχήν μου λαβεῖν αὐτήν. Τί οὖν πρὸς αὐτὸν ὁ Θεός; εὐθὺς αὐτὸν ἐλέγχει. Οὐ διὰ τοῦτο ἔφυγες, φησὶν, Ἠλία· οὐ γὰρ σὺ μόνος εἶ ὁ μὴ προσκυνήσας τῇ Βαάλ· εἶτα ἐπάγει ἐλέγχων αὐτόν· Κατέλιπον ἐμαυτῷ ἑπτακισχιλίους ἄνδρας, οἵτινες οὐκ ἔκαμψαν γόνυ τῇ Βαάλ. Ἤλεγξε τοίνυν αὐτὸν, ὅτι οὐ διὰ τοῦτο ἔφυγεν, ἀλλὰ διὰ τὸν τῆς γυναικὸς φόβον ἀνεχόμενος· καὶ μία γυνὴ τὸν τοιοῦτον καὶ τηλικοῦτον ἄνδρα δραπέτην καὶ φυγάδα ἐποίησεν, ἵνα μάθῃς, Ἠλία, ὅταν τι παράδοξον ποιῇς, μὴ σαυτῷ ἐπιγράφειν, ἀλλὰ τῇ τοῦ Θεοῦ δυνάμει. Εἶδες πῶς ὅτε ἀπέστη ἡ χάρις, ἠλέγχθη ἡ φύσις; Ἔφυγεν Ἠλίας ὁδὸν ἡμερῶν τεσσαράκοντα. Ὢ φόβου ἐπίτασις. ὢ δειλίας ὑπερβολή. οὐ μίαν ἔφυγεν ἡμέραν, οὐ δευτέραν, οὐ τρίτην, ἀλλὰ τεσσαράκοντα ἡμέρας, καὶ αὐτὸς τὰς πανερήμους κατέλαβεν, οὐ τροφὴν ἔχων, οὐ σιτηρέσιον ἐπαγόμενος· μεθύων γὰρ ἀπὸ τοῦ φόβου, τούτων οὐκ ἐφρόντιζεν, ἀλλὰ τὰς ἀοικήτους ἐδίωκεν. Εἰσῆλθεν ὁ λόγος τῆς γυναικὸς εἰς τὸν προφήτην, καὶ καθάπερ ζέφυρος σφοδρῶς ἐμπεσὼν εἰς ἱστίον τῇ ῥύμῃ τὴν ὁλκάδα ἀποπέμπει· οὕτως ὁ λόγος τῆς γυναικὸς εἰσελθὼν εἰς τὸν προφήτην, μετὰ πολλῆς ῥύμης αὐτὸν εἰς τὴν ἔρημον ἐξέπεμψε. Ποῦ ἔστιν, Ἠλία, τὰ τῆς παῤῥησίας ἐκείνης; ποῦ τὸ στόμα τὸ φοβερόν; ποῦ ἡ γλῶττα ἡ ἡνίοχος τῶν ὄμβρων· ποῦ ὁ ἑκατέροις ἐπιτάττων τοῖς στοιχείοις, ποτὲ μὲν οὐρανὸν κλείων, ποτὲ δὲ πῦρ καλῶν ἐπὶ τὴν θυσίαν; Ἀλλ' ὅμως, ὡς προεῖπον, ταῦτα ἐποίει τῆς χάριτος ἐνεργούσης· διὸ καὶ ἐλέγχεται ὑπὸ Θεοῦ. Ὁρᾷς πῶς μικρῷ ἁμαρτήματι συνεχωρήθη πεσεῖν ἵνα ὁλόκληρον χιτῶνα φιλανθρωπίας ἐνδύσηται; Λοιπὸν, Ἠλία, ἐπαιδεύθης, γενοῦ φιλάνθρωπος ὡς ὁ Δεσπότης σου, ἐξ ὧν ἐπαιδεύθης, ἐξ ὧν ἔμαθες παρὰ τοῦ Δεσπότου σου. Εἶδες πῶς συνεχώρησεν ὁ Θεὸς μικρῷ ἁμαρτήματι περιπεσεῖν τοὺς στύλους ἐκείνους, τοὺς προβόλους, τοὺς πύργους; ἵνα μὴ τῷ ἑαυτῶν ἀναμαρτήτῳ πάντας ἀπὸ τῆς Ἐκκλησίας ἐκκόψωσιν· ἵνα ὅταν ἴδωσί τινα ἁμαρτήσαντα, καὶ θέλωσιν ἀσπλαγχνίαν ἐνδείξασθαι εἰς αὐτὸν, ἀναμνησθῶσι τῆς ἑαυτῶν ἁμαρτίας, καὶ τῆς αὐτῆς αὐτῷ μεταδώσωσι φιλανθρωπίας, ἧς καὶ αὐτοὶ τετυχήκασι παρὰ τοῦ Δεσπότου. Ταῦτα εἰρήκαμεν οὐ τῶν δικαίων κατηγοροῦντες, ἀλλ' ὑμῖν ὁδὸν σωτηρίας προκαταρτίζοντες, ἵνα ὅταν ἁμαρτήσητε, μὴ ἀπογνώσητε τῆς ἑαυτῶν σωτηρίας τῇ μνήμῃ τῶν πεπλημμεληκότων δικαίων, καὶ τῇ μετανοίᾳ τῆς τιμῆς μὴ ἐλαττωθέντων. Εἴπομεν δὲ αὐτῶν πρῶτον τὰς ἀρετὰς, καὶ τότε εἰσηγάγομεν τὰ ἁμαρτήματα. Καὶ σὺ τοίνυν, εἰ καὶ ἁμαρτωλὸς εἶ, μὴ ἀπολειφθῇς τῆς ἐκκλησίας· κἂν δίκαιος ᾖς, μὴ ἀπολειφθῇς, ἵνα ἔναυλον ἔχων τῶν Γραφῶν τὴν γνῶσιν δίκαιος διαμένῃς, μεμνημένος τὰ περὶ τῆς βασιλείας τῶν οὐρανῶν, καὶ τῶν ἀγαθῶν ἐκείνων ὧν ἡτοίμασεν ὁ Θεὸς τοῖς ἀγαπῶσιν αὐτόν· ὅτι αὐτῷ πρέπει ἡ δόξα σὺν τῷ Υἱῷ καὶ τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.