Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Eustathium Antiochenum 1.1
Not analysed yet
Σοφός τις ἀνὴρ καὶ φιλοσοφεῖν εἰδὼς, τῶν ἀνθρωπίνων πραγμάτων τὴν φύσιν μετὰ ἀκριβείας καταμαθὼν, καὶ ἐπιγνοὺς αὐτῶν τὴν σαθρότητα, καὶ ὡς οὐδὲν ἔχει πιστὸν, οὐδὲ βέβαιον, παραινεῖ κοινῇ πᾶσιν ἀνθρώποις πρὸ τελευτῆς μὴ μακαρίζειν μηδένα. Οὐκοῦν ἐπειδὴ τετελεύτηκεν ὁ μακάριος Εὐστάθιος, μετὰ ἀδείας αὐτὸν ἁπάσης ἐγκωμιάσαι λοιπὸν δυνάμεθα· εἰ γὰρ πρὸ τελευτῆς οὐ δεῖ μακαρίζειν οὐδένα, μετὰ τὴν τελευτὴν ἀνεύθυνος ἐπὶ τῶν ἀξίων ὁ μακαρισμὸς γένοιτ' ἄν. Καὶ γὰρ παρῆλθε τὸν εὔριπον τῶν βιωτικῶν πραγμάτων, ἀπηλλάγη τῆς ταραχῆς τῶν κυμάτων, πρὸς τὸν εὔδιον καὶ ἀτάραχον κατέπλευσε λιμένα, οὐχ ὑπόκειται τῇ τοῦ μέλλοντος ἀδηλίᾳ, οὐδέ ἐστιν ὑπεύθυνος καταπτώσει, ἀλλὰ καθάπερ ἐπὶ πέτρας τινὸς καὶ ὑψηλοῦ σκοπέλου νῦν ἑστὼς καταγελᾷ τῶν κυμάτων ἁπάντων. Οὐκοῦν ἀσφαλὴς ὁ μακαρισμὸς, ἀνεπίληπτον τὸ ἐγκώμιον· οὐ γὰρ δέδοικε μεταβολὴν, οὐχ ὑποπτεύει μετάπτωσιν. Ἡμεῖς μὲν γὰρ οἱ ἔτι ζῶντες, καθάπερ οἱ ἐν μέσῳ πελάγει σαλεύοντες, πολλαῖς ὑποκείμεθα ταῖς μεταβολαῖς· καὶ καθάπερ ἐκεῖνοι νῦν μὲν εἰς ὕψος αἴρονται τῶν κυμάτων κορυφουμένων, νῦν δὲ πρὸς αὐτὸν καταφέρονται τὸν βυθόν· ἀλλ' οὔτε τὸ ὕψος ἀσφαλὲς, οὔτε ἡ ταπείνωσις μόνιμος· ὑδάτων γάρ ἐστι ῥεόντων καὶ οὐχ ἱσταμένων ταῦτα ἀμφότερα· οὕτω δὴ καὶ ἐπὶ τῶν ἀνθρωπίνων πραγμάτων οὐδὲν βέβαιον καὶ ἑστὼς, ἀλλὰ πυκναὶ αἱ μεταβολαὶ καὶ ὀξύῤῥοποι. Ὁ μὲν ὑπὸ τῆς εὐημερίας πρὸς τὸ ὕψος ἐπήρθη, ὁ δὲ ὑπὸ δυσπραγίας εἰς πολὺ κατηνέχθη βάθος· ἀλλὰ μήτε ἐκεῖνος φυσάσθω, μήτε οὗτος ταπεινούσθω· ταχίστην γὰρ ἕκαστος δέξεται τὴν μεταβολήν· ἀλλ' οὐκ ἐκεῖνος ὁ πρὸς τὸν οὐρανὸν μεταστὰς, ὁ πρὸς τὸν ποθούμενον ἀπελθὼν Ἰησοῦν, ὁ πρὸς χωρίον ἐλθὼν καθαρὸν θορύβων, ἔνθα ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός. Οὐκ ἔστιν ἐκεῖ μεταβολῆς εἰκὼν, οὐκ ἔστι τροπῆς ἀποσκίασμα, πάντα δὲ πεπηγότα καὶ ἀκίνητα, πάντα βέβαια καὶ ἱδρυμένα, πάντα ἄφθαρτα καὶ ἀθάνατα, πάντα ἀκήρατα καὶ εἰς ἀεὶ διαμένοντα. Διὰ τοῦτό φησι, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα. Διὰ τί; Ἄδηλον γὰρ τὸ μέλλον, καὶ ἡ φύσις ἀσθενής· ἡ προαίρεσις ῥᾴθυμος, ἡ ἁμαρτία εὐπερίστατος, πολλαὶ αἱ παγίδες· Ἐπίγνωθι γὰρ, φησὶν, ὅτι ἐν μέσῳ παγίδων διαβαίνεις· ἐπάλληλοι οἱ πειρασμοὶ, πολὺς ὁ τῶν πραγμάτων ὄχλος, καὶ διηνεκὴς τῶν δαιμόνων ὁ πόλεμος, καὶ συνεχεῖς αἱ τῶν παθῶν ἐπαναστάσεις· διὰ ταῦτα, Πρὸ τελευτῆς μὴ μακάριζε μηδένα, φησίν. Οὐκοῦν μετὰ τελευτὴν μακαρίζειν ἀσφαλὲς τὸν ἄξιον· μᾶλλον δὲ οὐχ ἁπλῶς μετὰ τελευτὴν, ἀλλὰ τελευτὴν τοιαύτην, ὅταν μετὰ στεφάνου τὸν βίον ᾖ καταλύσας τις, ὅταν μετὰ ὁμολογίας καὶ πίστεως ἀνυποκρίτου. Εἰ γὰρ τοὺς ἁπλῶς τελευτήσαντας ἐμακάρισέ τις, πόσῳ μᾶλλον τοὺς οὕτω τελευτήσαντας; Καὶ τίς ἐμακάρισε, φησὶ, τοὺς ἁπλῶς τελευτήσαντας; Ὁ Σολομὼν, Σολομὼν ἐκεῖνος ὁ πάνσοφος· μὴ γὰρ ἁπλῶς παραδράμῃς τὸν ἄνθρωπον, ἀλλ' ἐννόησον τίς ἦν, καὶ πῶς βεβιωκὼς, καὶ μετὰ πόσης ἀδείας καὶ ἀνέσεως τὸν ὑγρὸν καὶ ἀταλαίπωρον βίον ἔζη. Ἅπαν γὰρ εἶδος ἐπῆλθε τρυφῆς, καὶ ψυχαγωγίας παντοδαποὺς ἐπενόησε τρόπους, καὶ ποικίλας καὶ πολυτρόπους τέρψεων εὗρεν ἰδέας, καὶ ταύτας διηγούμενος ἔλεγεν· ᾨκοδόμησά μοι οἴκους, ἐφύτευσά μοι ἀμπελῶνας, ἐποίησά μοι κήπους καὶ παραδείσους, ἐποίησά μοι κολυμβήθρας ὑδάτων, ἐκτησάμην δούλους καὶ παιδίσκας, καὶ οἰκογενεῖς ἐγένοντό μοι· κτῆσις βουκολίων καὶ ποιμνίων ἐγένετό μοι· συνήγαγον ἀργύριον καὶ χρυσίον ἴσα ψάμμῳ· ἐποίησά μοι ᾄδοντας καὶ ᾀδούσας, οἰνοχόους καὶ οἰνοχοούσας. Τί οὖν ὁ αὐτὸς οὗτος μετὰ τοσαύτην περιουσίαν τῶν χρημάτων, τῶν κτημάτων, τῆς τρυφῆς, τῆς ἀνέσεως; Ἐμακάρισα, φησὶ, τοὺς ἀποθανόντας ὑπὲρ τοὺς ζῶντας, καὶ ἀγαθὸς ὑπὲρ τούτους ὅστις οὔπω ἐγένετο. Ὄντως ἀξιόπιστος οὗτος κατήγορος τρυφῆς, ὁ τοιαῦτα περὶ αὐτῆς ψηφιζόμενος. Εἰ μὲν γάρ τις τῶν ἐν πενίᾳ καὶ πτωχείᾳ βεβιωκότων ταύτην ἐξέφερε τὴν ψῆφον κατὰ τῆς τρυφῆς, ἔδοξεν ἂν οὐκ ἀληθείᾳ, ἀλλ' ἀπειρίᾳ ταῦτα κατηγορεῖν· ὅταν δὲ ὁ πᾶσαν αὐτὴν ἐπελθὼν καὶ διερευνησάμενος αὐτῆς ἑκάστην ὁδὸν, οὗτος αὐτὴν ἀτιμάζῃ, ἀνύποπτος ἡ κατηγορία λοιπόν. Τάχα νομίζετε τῆς παρούσης ὑποθέσεως ἡμῖν ἐκπεπτωκέναι τὸν λόγον· ἀλλ' εἴπερ προσέχωμεν, εὑρήσομεν, ὅτι ταύτης μάλιστα ἔχεται τὰ εἰρημένα. Ἐν γὰρ μαρτύρων μνείαις ἀναγκαῖον καὶ ἀκόλουθον, καὶ τοὺς περὶ φιλοσοφίας κινεῖν λόγους. Καὶ ταῦτα λέγομεν οὐ τῆς παρούσης κατηγοροῦντες ζωῆς, μὴ γένοιτο, ἀλλὰ τὴν τρυφὴν διαβάλλοντες· οὐ γὰρ τὸ ζῇν κακὸν, ἀλλὰ τὸ εἰκῆ καὶ ἁπλῶς ζῇν.