Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Eustathium Antiochenum 2.1
Not analysed yet
Ὡς ἐάν τις ἐπὶ κατορθώμασι καὶ τῇ τῶν μελλόντων ἀγαθῶν ἐλπίδι τὸν παρόντα ζήσῃ βίον, δυνήσεται κατὰ Παῦλον λέγειν, ὅτι Τὸ ζῇν ἐν σαρκὶ πολλῷ κρεῖσσον· τοῦτο γὰρ καρπὸς ἔργου· καθάπερ οὖν καὶ ἐπὶ τοῦ μακαρίου γέγονεν Εὐσταθίου, ὃς καὶ τῇ ζωῇ καὶ τῇ τελευτῇ πρὸς τὸ δέον ἐχρήσατο. Οὐ γὰρ ἐπὶ τῆς οἰκείας γῆς, ἀλλ' ἐπὶ τῆς ἀλλοτρίας ταύτην ὑπέμεινε διὰ τὸν Χριστόν· τοῦτο τῶν ἐχθρῶν τὸ κατόρθωμα. Ἐκεῖνοι μὲν γὰρ τῆς πατρίδος αὐτὸν ἐξήλασαν ὡς ἀτιμάζοντες· ὁ δὲ λαμπρότερος ἐγίνετο μᾶλλον καὶ περιφανέστερος τῇ πρὸς τὴν ὑπερορίαν μεταστάσει, ὡς καὶ τῶν πραγμάτων τὸ τέλος ἀπέδειξε. Τοσαύτη γὰρ ἡ περιφάνεια γέγονεν, ὡς τοῦ σώματος αὐτοῦ ταφέντος ἐν Θρᾴκῃ, τὴν μνήμην αὐτοῦ καθ' ἑκάστην ἡμέραν παρ' ἡμῖν ἀνθεῖν, καὶ τὸν μὲν τάφον εἶναι ἐν ἐκείνῳ τῷ βαρβαρικῷ χωρίῳ, τὸν δὲ πόθον παρ' ἡμῖν, τοῖς ἐκ τοσούτου ἀπειργομένοις διαστήματος, μετὰ χρόνον τοσοῦτον καθ' ἑκάστην αὔξεσθαι τὴν ἡμέραν· μᾶλλον δὲ, εἰ χρὴ τἀληθὲς εἰπεῖν, καὶ ὁ τάφος αὐτοῦ παρ' ἡμῖν, οὐκ ἐν Θρᾴκῃ μόνον. Μνήματα γὰρ ἁγίων οὐ σοροὶ, καὶ λάρνακες, καὶ στῆλαι, καὶ γράμματα, ἀλλ' ἔργων κατορθώματα, καὶ πίστεως ζῆλος, καὶ συνειδὸς πρὸς Θεὸν ὑγιές. Καὶ γὰρ πάσης στήλης λαμπροτέρα ἀνέστηκεν αὕτη ἡ Ἐκκλησία τῷ μάρτυρι, γράμματα ἔχουσα οὐκ ἄφωνα, ἀλλὰ διὰ τῶν πραγμάτων αὐτῶν λαμπρότερον σάλπιγγος βοῶντα τὴν ἐκείνου μνήμην καὶ τὴν λαμπρότητα, καὶ ἕκαστος ὑμῶν τῶν παρόντων τοῦ ἁγίου τάφος ἐστὶν ἐκείνου, τάφος ἔμψυχος καὶ πνευματικός. Ἂν γὰρ ἀναπτύξω τὸ συνειδὸς ἑκάστου τῶν παρόντων ὑμῶν, εὑρίσκω τὸν ἅγιον τοῦτον ἔνδον τῆς διανοίας ὑμῶν ἐνδιαιτώμενον. Ὁρᾶτε πῶς οὐδὲν πλέον ἐγένετο τοῖς ἐχθροῖς; πῶς οὐκ ἔσβεσαν τὴν δόξαν, ἀλλ' ἐπῆραν ταύτην μᾶλλον καὶ λαμπροτέραν εἰργάσαντο, τοσούτους ποιήσαντες τάφους ἀνθ' ἑνὸς, τάφους ἐμψύχους, τάφους φωνὴν ἀφιέντας, τάφους πρὸς τὸν αὐτὸν ζῆλον παρασκευαζομένους; Διὰ τοῦτο τὰ τῶν ἁγίων σώματα καὶ πηγὰς, καὶ ῥίζας, καὶ μύρα καλῶ πνευματικά. Τίνος οὖν ἕνεκεν; Ὅτι ἕκαστον τούτων τῶν εἰρημένων τὴν οἰκείαν ἀρετὴν οὐ παρ' ἑαυτῷ κατέχει μόνον, ἀλλὰ καὶ μέχρι πολλοῦ διαπέμπεται μήκους. Οἷόν τι λέγω· αἱ πηγαὶ ἀναβλύζουσι μὲν πολλὰ νάματα, οὐ μὴν εἴσω τῶν οἰκείων κόλπων ταῦτα κατέχουσιν, ἀλλὰ μακροὺς τίκτουσαι ποταμοὺς συγγίνονται τῷ πελάγει, καὶ καθάπερ χειρός τινος ἐκτάσει, τῷ μήκει τούτων ἐπιλαμβάνονται τῶν θαλαττίων ὑδάτων. Πάλιν ἡ ῥίζα τῶν φυτῶν κέκρυπται ἐν τοῖς κόλποις τῆς γῆς, ἀλλ' οὐ κάτω κατέχει τὴν ἀρετὴν αὐτῆς ἅπασαν, καὶ μάλιστα τῶν ἀμπέλων τῶν ἀναδενδράδων αὕτη ἡ φύσις. Ὅταν γὰρ ἐφ' ὑψηλῶν τῶν καλάμων τοὺς αὐτῶν ἐκτείνωσι κλάδους, τὰ κλήματα διὰ τῶν δονάκων ἐκείνων ἕρποντα μέχρι πολλοῦ πρόεισι διαστήματος, μακράν τινα ὀροφὴν τῇ τῶν φύλλων ποιοῦντα πυκνότητι. Τοιαύτη καὶ τῶν μύρων ἡ φύσις· αὐτὰ μὲν γὰρ κεῖται ἐν οἰκίσκῳ πολλάκις, διὰ δὲ τῶν θυρίδων ὑπερεκπίπτουσα αὐτῶν ἡ εὐωδία εἰς ἄμφοδα καὶ στενωποὺς καὶ ἀγορὰς, καὶ τοὺς ἔξω βαδίζοντας διδάσκει τὴν ἔνδον κειμένην τῶν ἀρωμάτων ἀρετήν. Εἰ δὲ πηγὴ, καὶ ῥίζα, καὶ φυτῶν καὶ ἀρωμάτων φύσις τοσαύτην ἔχουσι τὴν ἰσχὺν, πολλῷ μᾶλλον τῶν ἁγίων τὰ σώματα· καὶ ὅτι οὐ ψευδῆ τὰ λεγόμενα, μάρτυρες ὑμεῖς. Τὸ μὲν γὰρ σῶμα τοῦ μάρτυρος κεῖται ἐν Θρᾴκῃ, ὑμεῖς δὲ οὐκ ἐν Θρᾴκῃ διατρίβοντες, ἀλλὰ πολὺ τῆς χώρας ἐκείνης ἀφεστηκότες ἀντιλαμβάνεσθε τῆς εὐωδίας ἐκ τοσούτου διαστήματος, καὶ διὰ τοῦτο συνεληλύθατε, καὶ οὐ διεκώλυσε τῆς ὁδοῦ τὸ μῆκος, οὐκ ἔσβεσε τοῦ χρόνου τὸ πλῆθος. Τοιαύτη γὰρ τῶν πνευματικῶν κατορθωμάτων ἡ φύσις· οὐδενὶ σωματικῷ διακόπτεται κωλύματι, ἀλλ' ἀνθεῖ καὶ αὔξεται καθ' ἑκάστην ἡμέραν, καὶ οὔτε χρόνου μαραίνει τὸ πλῆθος αὐτὴν, οὐχ ὁδοῦ διατειχίζει μῆκος. Μὴ θαυμάσητε δὲ εἰ τοῦ λόγου καὶ τῶν ἐγκωμίων ἀρχόμενος μάρτυρα τὸν ἅγιον ἐκάλεσα· καὶ γὰρ οἰκείῳ τέλει τὴν ζωὴν κατέλυσε· πῶς οὖν ἐστι μάρτυς; Εἶπον πολλάκις πρὸς τὴν ὑμετέραν ἀγάπην, ὅτι μάρτυρα οὐχὶ ὁ θάνατος ποιεῖ μόνον, ἀλλὰ καὶ ἡ πρόθεσις. Οὐ γὰρ ἀπὸ τῆς ἐκβάσεως μόνον, ἀλλὰ καὶ ἀπὸ τῆς γνώμης πλέκεται πολλάκις ὁ τοῦ μαρτυρίου στέφανος. Καὶ τοῦτον οὐκ ἐγὼ, ἀλλὰ Παῦλος δίδωσι τοῦ μαρτυρίου τὸν ὅρον οὑτωσὶ λέγων, Καθ' ἡμέραν ἀποθνήσκω. Πῶς ἀποθνήσκεις καθ' ἡμέραν; πῶς δυνατὸν ἑνὶ σώματι θνητῷ μυρίους δέξασθαι θανάτους; Τῇ προθέσει, φησὶ, καὶ τῷ παρεσκευάσθαι πρὸς τελευτήν. Οὕτω καὶ ὁ Θεὸς ἀποφαίνεται· καὶ γὰρ ὁ Ἀβραὰμ οὐχ ᾕμαξε τὴν μάχαιραν, οὐκ ἐφοίνιξε τὸν βωμὸν, οὐκ ἔθυσε τὸν Ἰσαὰκ, ἀλλ' ὅμως ἀπήρτισε τὴν θυσίαν. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τὴν θυσίαν δεξάμενος· Οὐκ ἐφείσω γὰρ, φησὶ, τοῦ υἱοῦ σου τοῦ ἀγαπητοῦ δι' ἐμέ. Καὶ μὴν ζῶντα ἔλαβε, καὶ ὑγιῆ κατήγαγε· πῶς οὖν οὐκ ἐφείσατο; Ὅτι οὐκ ἀπὸ τοῦ τέλους τῶν πραγμάτων, ἀλλ' ἀπὸ τῆς προθέσεως τῶν προελομένων, τὰς τοιαύτας κρίνω θυσίας ἐγὼ, φησίν. Οὐκ ἔσφαξεν ἡ χεὶρ, ἀλλ' ἔσφαξεν ἡ προαίρεσις· οὐκ ἐβάπτισε τὸ ξίφος εἰς τὸν λαιμὸν τοῦ παιδὸς, οὐ διέτεμε τὴν δέρην, ἀλλ' ἔστι θυσία καὶ χωρὶς αἵματος. Ἴσασιν οἱ μεμυημένοι τὸ λεγόμενον· διὰ τοῦτο δὲ κἀκείνη ἡ θυσία χωρὶς αἵματος ἐγένετο, ἐπειδὴ ταύτης ἔμελλεν ἔσεσθαι τύπος. Ὁρᾷς ἐν τῇ Παλαιᾷ προδιαγραφομένην τὴν εἰκόνα; Μὴ ἀπιστήσῃς τῇ ἀληθείᾳ.