Ancient Greek
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Ignatium martyrem 4.1
Not analysed yet
Εἴπω καὶ τέταρτον στέφανον ἐκ τῆς ἐπισκοπῆς ἡμῖν ἀνίσχοντα ταύτης. Τίς οὖν ἐστιν οὗτος; Τὸ τὴν πατρίδα αὐτὸν ἐπιτραπῆναι τὴν ἡμετέραν. Ἐπίπονον μὲν γὰρ καὶ ἑκατὸν ἀνδρῶν καὶ πεντήκοντα προστῆναι μόνον· τὸ δὲ πόλιν ἐγχειρισθῆναι τοσαύτην, καὶ δῆμον εἰς εἴκοσιν ἐκτεινόμενον μυριάδας, πόσης ἀρετῆς οἴει καὶ σοφίας ἀπόδειξιν εἶναι; Καὶ γὰρ ὥσπερ ἐπὶ τῶν στρατοπέδων τὰς βασιλικωτέρας φάλαγγας καὶ πληθυούσας μᾶλλον οἱ σοφώτεροι τῶν στρατηγῶν ἐγχειρίζονται· οὕτω δὴ καὶ ἐπὶ τῶν πόλεων, τὰς μείζους καὶ πολυανθρώπους οἱ δοκιμώτεροι τῶν ἀρχόντων ἐμπιστεύονται. Καὶ ἄλλως δὲ πολὺς ἦν τῆς πόλεως ταύτης τῷ Θεῷ λόγος, ὡς καὶ διὰ τῶν ἔργων αὐτῶν ἐδήλωσε· τὸν γοῦν τῆς οἰκουμένης ἐπιστάτην ἁπάσης Πέτρον, ᾧ τὰς κλεῖς ἐνεχείρισε τῶν οὐρανῶν, ᾧ πάντα ἄγειν καὶ φέρειν ἐπέτρεψε, πολὺν ἐνταῦθα χρόνον ἐνδιατρίψαι ἐκέλευσεν· οὕτως αὐτῷ τῆς οἰκουμένης ἁπάσης ἡ πόλις ἀντίῤῥοπος ἡ ἡμετέρα. Ἐπειδὴ δὲ ἐμνήσθην Πέτρου, καὶ πέμπτον ἐξ αὐτοῦ στέφανον εἶδον πλεκόμενον· οὗτος δέ ἐστι τὸ μετ' ἐκεῖνον τοῦτον διαδέξασθαι τὴν ἀρχήν. Ὥσπερ γὰρ ἄν τις λίθον ἐξαίρων μέγαν ἐκ θεμελίων, ἕτερον ἀντίῤῥοπον ἐκείνου σπουδάζει πάντως ἀντεισαγαγεῖν, εἰ μὴ μέλλοι πᾶσαν σαλεύειν τὴν οἰκοδομὴν, καὶ σαθροτέραν ποιεῖν· οὕτω δὴ καὶ Πέτρου μέλλοντος ἐντεῦθεν ἀποδημεῖν, ἕτερον ἀντίῤῥοπον Πέτρου διδάσκαλον ἡ τοῦ Πνεύματος ἀντεισήγαγε χάρις, ὥστε μὴ τὴν ἤδη γενομένην οἰκοδομὴν τῇ τοῦ διαδεξομένου εὐτελείᾳ σαθροτέραν γενέσθαι. Πέντε μὲν οὖν στεφάνους ἀπηριθμησάμεθα, ἀπὸ τοῦ μεγέθους τῆς ἀρχῆς, ἀπὸ τῆς ἀξίας τῶν κεχειροτονηκότων, ἀπὸ τῆς τοῦ καιροῦ δυσκολίας, ἀπὸ τοῦ μέτρου τῆς πόλεως. ἀπὸ τῆς ἀρετῆς τοῦ παραδόντος αὐτῷ τὴν ἐπισκοπήν. Τούτους ἅπαντας πλέξαντας ἐνῆν καὶ ἕκτον εἰπεῖν, καὶ ἕβδομον, καὶ πλείους τούτων· ἀλλ' ἵνα μὴ τὸν ἅπαντα χρόνον εἰς τὸν περὶ τῆς ἐπισκοπῆς ἀναλώσαντες λόγον, ἐκπέσωμεν τῶν περὶ τοῦ μάρτυρος διηγημάτων, φέρε λοιπὸν ἐπὶ τὸν ἆθλον ἐκεῖνον ἴωμεν. Πόλεμος ἀνεῤῥιπίσθη ποτὲ χαλεπὸς κατὰ τῶν Ἐκκλησιῶν, καὶ καθάπερ τυραννίδος χαλεπωτάτης τὴν γῆν καταλαβούσης, ἐκ μέσης ἀνηρπάζοντο τῆς ἀγορᾶς ἅπαντες, ἄτοπον μὲν οὐδὲν ἐγκαλούμενοι, ὅτι δὲ τῆς πλάνης ἀπαλλαγέντες, πρὸς τὴν εὐσέβειαν ἔδραμον, ὅτι τῆς τῶν δαιμόνων θρησκείας ἀπέστησαν, ὅτι τὸν ἀληθινὸν Θεὸν ἐπέγνωσαν, καὶ τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ προσεκύνησαν, καὶ ὑπὲρ ὧν στεφανοῦσθαι αὐτοὺς ἐχρῆν, καὶ θαυμάζεσθαι καὶ τιμᾶσθαι, ὑπὲρ τούτων ἐκολάζοντο καὶ μυρίοις περιηντλοῦντο δεινοῖς πάντες οἱ τὴν πίστιν παραδεξάμενοι, πολλῷ δὲ πλέον οἱ τῶν Ἐκκλησιῶν προεστῶτες. Ὁ γὰρ διάβολος, κακουργὸς ὢν καὶ δεινὸς τὰς τοιαύτας ῥάπτειν ἐπιβουλὰς, προσεδόκησεν ὅτι, τοὺς ποιμένας ἐὰν ἀφέλῃ, τὰ ποίμνια ῥᾳδίως διασπάσαι δυνήσεται. Ἀλλ' ὁ δρασσόμενος τοὺς σοφοὺς ἐν τῇ πανουργίᾳ αὐτῶν, βουλόμενος αὐτῷ δεῖξαι, ὅτι οὐκ ἄνθρωποι τὰς αὐτοῦ κυβερνῶσιν Ἐκκλησίας, ἀλλ' αὐτός ἐστιν ὁ πανταχοῦ ποιμαίνων τοὺς πιστεύοντας εἰς αὐτὸν, συνεχώρησε τοῦτο γενέσθαι, ἵν' ὅταν ἀφαιρεθέντων ἐκείνων ἴδῃ τὰ τῆς εὐσεβείας οὐκ ἐλαττούμενα, οὐδὲ σβεννύμενον τὸν τοῦ κηρύγματος λόγον, ἀλλ' αὐξόμενον μᾶλλον, μάθῃ διὰ τῶν ἔργων αὐτῶν καὶ αὐτὸς, καὶ οἱ ταῦτα αὐτῷ διακονούμενοι πάντες, ὅτι οὐκ ἀνθρώπινα τὰ καθ' ἡμᾶς, ἀλλ' ἄνωθεν ἐκ τῶν οὐρανῶν ἔχει τὴν ῥίζαν ἡμῖν ἡ τῆς διδασκαλίας ὑπόθεσις, καὶ Θεός ἐστιν ὁ πανταχοῦ τὰς Ἐκκλησίας ἄγων, καὶ ὅτι τὸν Θεὸν πολεμοῦντα οὐκ ἔνι περιγενέσθαι ποτέ. Οὐ τοῦτο δὲ ἐκακούργησεν ὁ διάβολος μόνον, ἀλλὰ καὶ ἕτερον οὐκ ἔλαττον τούτου. Οὐ γὰρ ἐν ταῖς πόλεσιν, ὧν προειστήκεισαν, ἠφίει σφάττεσθαι τοὺς ἐπισκόπους, ἀλλ' εἰς τὴν ἀλλοτρίαν ἄγων ἀνῄρει· ἐποίει δὲ τοῦτο ὁμοῦ μὲν ἐρήμους τῶν ἐπιτηδείων λαβεῖν σπεύδων, ὁμοῦ δὲ ἀσθενεστέρους ἐργάσεσθαι τῷ μόχθῳ τῆς ὁδοιπορίας ἐλπίζων· ὃ δὴ καὶ ἐπὶ τοῦ μακαρίου τούτου πεποίηκεν. Ἀπὸ γὰρ τῆς ἡμετέρας πόλεως εἰς τὴν Ῥώμην αὐτὸν ἐκάλεσεν, μακροτέρους αὐτῷ τιθεὶς τοὺς διαύλους τοῦ δρόμου, καὶ τῷ μήκει τῆς ὁδοῦ καὶ τῷ πλήθει τῶν ἡμερῶν τὸ φρόνημα καταβάλλειν αὐτοῦ προσδοκῶν, οὐκ εἰδὼς ὅτι συνέμπορον ἔχων Ἰησοῦν καὶ συναπόδημον τῆς τοσαύτης ὁδοιπορίας, ἰσχυρότερος μᾶλλον ἐγίνετο, καὶ τῆς μετ' αὐτοῦ δυνάμεως οὔσης πλείονα παρεῖχε τὴν ἀπόδειξιν, καὶ τὰς Ἐκκλησίας συνεκρότει μειζόνως. Αἱ γὰρ κατὰ τὴν ὁδὸν πόλεις συντρέχουσαι πάντοθεν ἤλειφον τὸν ἀθλητὴν, καὶ μετὰ πολλῶν ἐξέπεμπον τῶν ἐφοδίων, εὐχαῖς καὶ πρεσβείαις αὐτῷ συναγωνιζόμεναι. Καὶ αὐταὶ δὲ οὐ τὴν τυχοῦσαν παράκλησιν ἐλάμβανον μετὰ προθυμίας τοσαύτης ἐπὶ θάνατον τρέχοντα ὁρῶσαι τὸν μάρτυρα, μεθ' ὅσης εἰκὸς ἦν τὸν ἐπὶ βασίλεια καλούμενον τὰ ἐν οὐρανῷ. Καὶ διὰ τῶν ἔργων ἐμάνθανον αὐτῶν, διὰ τῆς τοῦ γενναίου προθυμίας ἐκείνου καὶ φαιδρότητος, ὅτι οὐ θάνατος ἦν ἐφ' ὃν ἔτρεχεν, ἀλλ' ἀποδημία τις καὶ μετάστασις, καὶ πρὸς τὸν οὐρανὸν ἀνάβασις. Καὶ ταῦτα διδάσκων κατὰ πᾶσαν πόλιν ἀπῄει διὰ τῶν λόγων, διὰ τῶν πραγμάτων αὐτῶν. Καὶ ὅπερ ἐπὶ τῶν Ἰουδαίων συνέβη, ὅτε τὸν Παῦλον δήσαντες καὶ εἰς τὴν Ῥώμην ἀποστείλαντες ἐνόμιζον μὲν ἐπὶ θάνατον πέμπειν, ἔπεμπον δὲ τοῖς ἐκεῖ κατοικοῦσιν Ἰουδαίοις διδάσκαλον, τοῦτο δὴ καὶ ἐπὶ Ἰγνατίου γέγονε μετὰ περιουσίας τινός. Οὐδὲ γὰρ τοῖς τὴν Ῥώμην οἰκοῦσι μόνοις, ἀλλὰ καὶ ταῖς ἐν τῷ μέσῳ κειμέναις πόλεσιν ἁπάσαις διδάσκαλος ἀπῄει θαυμάσιος, πείθων καταφρονεῖν τῆς παρούσης ζωῆς, καὶ μηδὲν ἡγεῖσθαι τὰ βλεπόμενα, καὶ τῶν μελλόντων ἐρᾷν, καὶ πρὸς τὸν οὐρανὸν βλέπειν, καὶ πρὸς μηδὲν τῶν ἐν τῷ παρόντι βίῳ δεινῶν ἐπιστρέφεσθαι. Ταῦτα γὰρ καὶ τὰ τούτων πλείονα διὰ τῶν ἔργων αὐτοὺς παιδεύων ὥδευε, καθάπερ ἥλιός τις ἐξ ἀνατολῆς ἀνίσχων καὶ πρὸς τὴν δύσιν τρέχων· μᾶλλον δὲ καὶ τούτου φαιδρότερος· οὗτος μὲν γὰρ ἄνωθεν ἔτρεχεν, αἰσθητὸν ἄγων φῶς, Ἰγνάτιος δὲ κάτωθεν ἀντέλαμπε, νοητὸν φῶς διδασκαλίας ταῖς ψυχαῖς ἐνιείς· κἀκεῖνος μὲν εἰς τὰ τῆς δύσεως ἀπιὼν μέρη κρύπτεται, καὶ νύκτα εὐθέως ἐπάγει· οὗτος δὲ εἰς τὰ τῆς δύσεως ἀπελθὼν μέρη φαιδρότερον ἐκεῖθεν ἀνέτειλε, καὶ τοὺς κατὰ τὴν ὁδὸν ἅπαντας εὐεργετήσας τὰ μέγιστα· ἐπειδὴ δὲ τῆς πόλεως ἐπέβη, κἀκείνην φιλοσοφεῖν ἐπαίδευσε. Διὰ γὰρ τοῦτο καὶ ὁ Θεὸς συνεχώρησεν ἐκεῖ τὸν βίον αὐτὸν καταλῦσαι, ὥστε τὴν τούτου τελευτὴν διδασκάλιον γενέσθαι εὐσεβείας τοῖς τὴν Ῥώμην οἰκοῦσιν ἅπασιν. Ὑμεῖς μὲν γὰρ τῇ τοῦ Θεοῦ χάριτι οὐδεμιᾶς ἐδέεσθε λοιπὸν ἀποδείξεως, ἐῤῥιζωμένοι κατὰ τὴν πίστιν· οἱ δὲ τὴν Ῥώμην οἰκοῦντες, ἅτε πολλῆς τότε ἀσεβείας οὔσης ἐκεῖ, πλείονος ἔχρῃζον βοηθείας. Διὰ τοῦτο καὶ Πέτρος καὶ Παῦλος καὶ μετ' ἐκείνους οὗτος ἐκεῖ πάντες ἐτύθησαν· τοῦτο μὲν ἵνα μολυνθεῖσαν τὴν πόλιν τοῖς τῶν εἰδώλων αἵμασι, τοῖς οἰκείοις αἵμασιν ἐκκαθάρωσι, τοῦτο δὲ ἵνα τῆς ἀναστάσεως τοῦ σταυρωθέντος Χριστοῦ διὰ τῶν ἔργων παράσχωνται τὴν ἀπόδειξιν, πείσαντες τοὺς τὴν Ῥώμην οἰκοῦντας ὡς οὐκ ἂν μετὰ τοσαύτης ἡδονῆς τῆς παρούσης κατεφρόνησαν ζωῆς, εἰ μὴ σφόδρα ἦσαν πεπεικότες ἑαυτοὺς, ὅτι πρὸς τὸν ἐσταυρωμένον ἔμελλον ἀναβαίνειν Ἰησοῦν, καὶ ἐν τοῖς οὐρανοῖς αὐτὸν ὄψεσθαι. Μεγίστη γὰρ ὄντως ἀναστάσεως ἀπόδειξις τὸ τὸν σφαγέντα Χριστὸν τοσαύτην μετὰ θάνατον ἐπιδείξασθαι δύναμιν, ὡς τοὺς ζῶντας ἀνθρώπους πεῖσαι καὶ πατρίδος, καὶ οἰκίας, καὶ φίλων, καὶ συγγενῶν, καὶ αὐτῆς ὑπεριδεῖν τῆς ζωῆς ὑπὲρ τῆς εἰς αὐτὸν ὁμολογίας, καὶ μάστιγας, καὶ κινδύνους, καὶ θάνατον ἀντὶ τῶν παρόντων ἡδέων ἑλέσθαι. Ταῦτα γὰρ οὐχὶ νεκροῦ τινος, οὐδὲ ἐπὶ τῷ τάφῳ μείναντος, ἀλλ' ἀναστάντος καὶ ζῶντος ἦν τὰ κατορθώματα. Ἐπεὶ πῶς ἂν ἔχοι λόγον, ἡνίκα μὲν ἔζη, τοὺς συνόντας αὐτῷ πάντας ἀποστόλους ἀπὸ τοῦ φόβου γενομένους ἀσθενεστέρους προδοῦναι τὸν διδάσκαλον, καὶ φεύγοντας ἀπελθεῖν, ἐπειδὴ δὲ ἐτελεύτησεν, μὴ μόνον Πέτρον καὶ Παῦλον, ἀλλὰ καὶ Ἰγνάτιον τὸν οὐδὲ ἑωρακότα αὐτὸν, οὐδὲ ἀπολελαυκότα αὐτοῦ τῆς συνουσίας τοσαύτην ὑπὲρ αὐτοῦ προθυμίαν ἐπιδείξασθαι, ὡς καὶ αὐτὴν δι' αὐτὸν ἐπιδοῦναι τὴν ψυχήν;