Ancient Greek
Section 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Ignatium martyrem 5.1
Not analysed yet
Ἵν' οὖν ταῦτα ἔργῳ μάθωσιν οἱ τὴν Ῥώμην οἰκοῦντες ἅπαντες, συνεχώρησεν ὁ Θεὸς ἐκεῖ τελειωθῆναι τὸν ἅγιον. Καὶ ὅτι αὕτη ἐστὶν ἡ αἰτία, ἐξ αὐτοῦ τοῦ τρόπου τῆς τελευτῆς τοῦτο πιστώσομαι. Οὐ γὰρ ἔξω τειχῶν ἐν βαράθρῳ, οὐδὲ ἐν δικαστηρίῳ, οὐδὲ ἐν γωνίᾳ τινι τὴν καταδικάζουσαν ἐδέξατο ψῆφον, ἀλλ' ἐν μέσῳ τῷ θεάτρῳ, τῆς πόλεως ἄνω καθεζομένης ἁπάσης, τὸν τοῦ μαρτυρίου τρόπον ὑπέμεινε, θηρίων ἐπ' αὐτὸν ἀφεθέντων, ἵν' ὑπὸ ταῖς ἁπάντων ὄψεσι τὸ τρόπαιον στήσας κατὰ τοῦ διαβόλου, τοὺς θεατὰς ἅπαντας ζηλωτὰς ποιήσῃ τῶν ἀγωνισμάτων τῶν ἑαυτοῦ, οὐκ ἀποθνήσκων μόνον οὕτω γενναίως, ἀλλὰ καὶ μεθ' ἡδονῆς ἀποθνήσκων. Οὐ γὰρ ὡς ζωῆς ἀποῤῥήγνυσθαι μέλλων, ἀλλ' ὡς ἐπὶ ζωὴν καλούμενος βελτίω καὶ πνευματικωτέραν, οὕτως ἀσμένως ἑώρα τὰ θηρία. Πόθεν τοῦτο δῆλον; Ἀπὸ τῶν ῥημάτων ὧν ἀποθνήσκειν μέλλων ἐφθέγξατο. Ἀκούσας γὰρ ὅτι οὗτος αὐτὸν τῆς τιμωρίας ὁ τρόπος μένει, Ἐγὼ τῶν θηρίων ἐκείνων ὀναίμην, ἔλεγεν. Τοιοῦτοι γὰρ οἱ ἐρῶντες· ὅπερ ἂν πάσχωσιν ὑπὲρ τῶν ἐρωμένων, μεθ' ἡδονῆς δέχονται, καὶ τότε δοκοῦσιν ἐμφορεῖσθαι τῆς ἐπιθυμίας, ὅταν πολλῷ χαλεπώτερα ᾖ τὰ γινόμενα· ὅπερ οὖν καὶ ἐπὶ τούτου συνέβαινεν. Οὐ γὰρ τῷ θανάτῳ μόνον, ἀλλὰ καὶ τῇ προθυμίᾳ ζηλῶσαι τοὺς ἀποστόλους ἔσπευδε· καὶ ἀκούων ὅτι μαστιχθέντες ἐκεῖνοι μετὰ χαρᾶς ἀνεχώρουν, ἐβουλήθη καὶ αὐτὸς μὴ τῇ τελευτῇ μόνον, ἀλλὰ καὶ τῇ χαρᾷ μιμήσασθαι τοὺς διδασκάλους· διὰ τοῦτο, Τῶν θηρίων, ἔλεγεν, ὀναίμην. Καὶ πολλῷ τούτων ἡμερώτερα τὰ στόματα ἐνόμιζεν εἶναι τῆς τοῦ τυράννου γλώττης, καὶ μάλα εἰκότως· ἐκείνη μὲν γὰρ πρὸς τὴν γέενναν ἐκάλει, τὰ δὲ τούτων στόματα πρὸς βασιλείαν παρέπεμπεν. Ἐπειδὴ τοίνυν κατέλυσεν ἐκεῖ τὴν ζωὴν, μᾶλλον δὲ ἐπειδὴ πρὸς τὸν οὐρανὸν ἀνέβη, ἐπανῄει στεφανίτης λοιπόν. Καὶ γὰρ καὶ τοῦτο τῆς τοῦ Θεοῦ γέγονεν οἰκονομίας, τὸ πάλιν αὐτὸν πρὸς ἡμᾶς ἐπαναγαγεῖν, καὶ ταῖς πόλεσι διανεῖμαι τὸν μάρτυρα. Ἐκείνη μὲν γὰρ αὐτοῦ στάζον τὸ αἷμα ἐδέξατο, ὑμεῖς δὲ τῷ λειψάνῳ τετίμησθε· ἀπηλαύσατε τῆς ἐπισκοπῆς ὑμεῖς, ἀπήλαυσαν ἐκεῖνοι τοῦ μαρτυρίου· εἶδον ἀγωνιζόμενον καὶ νικῶντα καὶ στεφανούμενον ἐκεῖνοι, ἔχετε διηνεκῶς αὐτὸν ὑμεῖς· ὀλίγον ὑμῶν αὐτὸν χρόνον ἀπέστησεν ὁ Θεὸς, καὶ μετὰ πλείονος ὑμῖν δόξης αὐτὸν ἐχαρίσατο. Καὶ καθάπερ οἱ δανειζόμενοι χρήματα μετὰ τόκων ἀποδιδόασιν ἅπερ ἂν λάβωσιν· οὕτω καὶ ὁ Θεὸς τὸν τίμιον τοῦτον θησαυρὸν παρ' ὑμῶν ὀλίγον χρησάμενος χρόνον, καὶ τῇ πόλει δείξας ἐκείνῃ, μετὰ πλείονος ὑμῖν αὐτὸν ἀποδέδωκε τῆς λαμπρότητος. Ἐξεπέμψατε γὰρ ἐπίσκοπον, καὶ ἐδέξασθε μάρτυρα· ἐξεπέμψατε μετ' εὐχῶν, καὶ ἐδέξασθε μετὰ στεφάνων· καὶ οὐχ ὑμεῖς δὲ μόνον, ἀλλὰ καὶ πᾶσαι αἱ ἐν μέσῳ πόλεις. Πῶς γὰρ αὐτὰς οἴεσθε διακεῖσθαι ὁρώσας ἐπαναγόμενον τὸ λείψανον; πόσην καρποῦσθαι ἡδονήν; πόσον ἀγάλλεσθαι; πόσαις εὐφημίαις πάντοθεν βάλλειν τὸν στεφανίτην; Καθάπερ γὰρ ἀθλητὴν γενναῖον τοὺς ἀνταγωνιστὰς καταπαλαίσαντα ἅπαντας, καὶ μετὰ λαμπρᾶς ἐξελθόντα δόξης ἀπὸ τοῦ σκάμματος, εὐθέως δεχόμενοι οἱ θεαταὶ, οὐδ' ἐπιβῆναι τῆς γῆς ἀφίασι, φοράδην ἀπάγοντες οἴκαδε, καὶ μυρίοις βάλλοντες ἐγκωμίοις· οὕτω δὴ καὶ τὸν ἅγιον τότε ἐκεῖνον ἀπὸ τῆς Ῥώμης αἱ πόλεις ἑξῆς διαδεχόμεναι, καὶ ἐπ' ὤμων φέρουσαι μέχρι τῆς πόλεως ταύτης παρέπεμπον ἐγκωμιάζουσαι τὸν στεφανίτην, ἀνυμνοῦσαι τὸν ἀγωνοθέτην, καταγελῶσαι τοῦ διαβόλου, ὅτι εἰς τὸ ἐναντίον αὐτῷ περιετράπη τὸ σόφισμα, καὶ ὅπερ ἐνόμισε κατὰ τοῦ μάρτυρος ποιεῖν, τοῦτο ὑπὲρ αὐτοῦ γέγονε. Καὶ τότε μὲν τὰς πόλεις ἁπάσας ἐκείνας ὤνησε καὶ ἀνώρθωσεν· ἐξ ἐκείνου δὲ καὶ μέχρι τῆς παρούσης τὴν ὑμετέραν πλουτίζει πόλιν· καὶ καθάπερ θησαυρὸς διηνεκὴς, καθ' ἑκάστην ἀντλούμενος τὴν ἡμέραν, καὶ οὐκ ἐπιλείπων, ἅπαντας τοὺς μετέχοντας εὐπορωτέρους ποιεῖ· οὕτω δὴ καὶ ὁ μακάριος οὗτος Ἰγνάτιος τοὺς πρὸς αὐτὸν ἐρχομένους εὐλογιῶν, παῤῥησίας, γενναίου φρονήματος, καὶ πολλῆς ἀνδρείας πληρῶν οἴκαδε ἀποπέμπει. Μὴ τοίνυν σήμερον μόνον, ἀλλὰ καὶ καθ' ἑκάστην ἡμέραν πρὸς αὐτὸν βαδίζωμεν, πνευματικοὺς ἐξ αὐτοῦ δρεπόμενοι καρπούς. Ἔστι γὰρ, ἔστι τὸν μετὰ πίστεως ἐνταῦθα παραγινόμενον μεγάλα καρπώσασθαι ἀγαθά· οὐδὲ γὰρ τὰ σώματα μόνον, ἀλλὰ καὶ αὐταὶ αἱ θῆκαι τῶν ἁγίων πνευματικῆς εἰσι πεπληρωμέναι χάριτος. Εἰ γὰρ ἐπὶ Ἐλισσαίου τοῦτο συνέβαινε, καὶ θήκης νεκρὸς ἁψάμενος τοῦ θανάτου τὰ δεσμὰ διέῤῥηξε, καὶ πρὸς ζωὴν ἐπανῆλθε πάλιν, πολλῷ μᾶλλον νῦν, ὅτε δαψιλεστέρα ἡ χάρις, ὅτε πλείων ἡ τοῦ Πνεύματος ἐνέργεια, ἔστι καὶ θήκης μετὰ πίστεως ἁψάμενον πολλὴν ἐκεῖθεν ἐπισπάσαθαι δύναμιν. Διὰ τοῦτο καὶ τὰ λείψανα τῶν ἁγίων εἴασεν ἡμῖν ὁ Θεὸς, βουλόμενος ἡμᾶς πρὸς τὸν αὐτὸν ἐκείνοις χειραγωγῆσαι ζῆλον, καὶ λιμένα τινὰ παρασχεῖν καὶ παραμύθιον ἀσφαλὲς τῶν ἀεὶ καταλαμβανόντων ἡμᾶς κακῶν. Διὸ παρακαλῶ πάντας ὑμᾶς, εἴτε ἐν ἀθυμίᾳ τίς ἐστιν, εἴτε ἐν νόσοις, εἴτε ἐν ἐπηρείαις, εἴτε ἐν ἄλλῃ τινὶ βιωτικῇ περιστάσει, εἴτε ἐν ἁμαρτιῶν βάθει, μετὰ πίστεως ἐνταῦθα παραγινέσθω, καὶ πάντα ἐκεῖνα ἀποθήσεται, καὶ μετὰ πολλῆς ἐπανήξει τῆς ἡδονῆς, κουφότερον τὸ συνειδὸς ἐργασάμενος ἀπὸ τῆς θεωρίας μόνης· μᾶλλον δὲ οὐ τοὺς ἐν δεινοῖς ὄντας μόνον ἀναγκαῖον ἐνταῦθα παραγίνεσθαι, ἀλλὰ κἂν ἐν εὐθυμίᾳ τις ᾖ, κἂν ἐν δόξῃ, κἂν ἐν δυναστείᾳ, κἂν ἐν παῤῥησίᾳ πολλῇ τῇ πρὸς τὸν Θεὸν, μηδὲ οὗτος καταφρονείτω τῆς ὠφελείας. Ἐλθὼν γὰρ ἐνταῦθα καὶ τὸν ἅγιον ἰδὼν τοῦτον, ἀκίνητα ἕξει τὰ καλὰ, τῇ μνήμῃ τῶν τούτου κατορθωμάτων μετριάζειν τὴν αὐτοῦ ψυχὴν ἀναπείσας, καὶ οὐκ ἀφιεὶς τὸ συνειδὸς ὑπὸ τῶν κατορθωμάτων πρὸς ὄγκον ἐπαρθῆναί τινα. Οὐ μικρὸν δὲ τοῖς ἐν εὐπραγίαις τὸ μὴ φυσᾶσθαι ἐπὶ ταῖς εὐημερίαις, ἀλλ' εἰδέναι μετρίως φέρειν τὰς εὐπραγίας. Ὥστε ἅπασι χρήσιμος ὁ θησαυρὸς, ἐπιτήδειον τὸ καταγώγιον, τοῖς μὲν ἐπταικόσιν, ἵνα ἀπαλλαγῶσι τῶν πειρασμῶν, τοῖς δὲ εὐημεροῦσιν, ἵνα βέβαια αὐτοῖς μείνῃ τὰ καλά· τοῖς μὲν ἐν ἀῤῥωστίᾳ, ἵνα πρὸς ὑγίειαν ἐπανέλθωσι, τοῖς δὲ ὑγιαίνουσιν, ἵνα μὴ πρὸς ἀῤῥωστίαν καταπέσωσιν. Ἅπερ ἅπαντα λογιζόμενοι, πάσης τέρψεως, πάσης ἡδονῆς τὴν ἐνταῦθα προτιμῶμεν διατριβὴν, ἵν' ὁμοῦ καὶ εὐφραινόμενοι καὶ κερδαίνοντες, καὶ ἐκεῖ σύσκηνοι τοῖς ἁγίοις τούτοις καὶ ὁμοδίαιτοι γενέσθαι δυνηθῶμεν εὐχαῖς αὐτῶν τῶν ἁγίων, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ ἡ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.