Ancient Greek
Section 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Joannem praecursorem [Sp.] 1.1
Not analysed yet
Ἰωάννου τοῦ Βαπτιστοῦ πανήγυριν ἄγωμεν· πόθῳ στεφανώσωμεν τοῦτον, οὗ μείζων ἐν γεννητοῖς γυναικῶν οὐκ ἐγήγερται, κατὰ τὴν τοῦ Δεσπότου φωνήν. Οὐδὲν γὰρ οὕτω τὸν προφήτην ἐσέμνυνεν, ὡς τὸ βαπτίσαι τὸν Κύριον. Ἴωμεν τοίνυν ἐπὶ τὸ Δεσποτικὸν βάπτισμα, τὸ μάλιστα λαμπρῦναν τὸν πρόδρομον τοῦ βασιλέως τῶν οὐρανῶν· καὶ διαγενώμεθα πόθῳ τῶν τῆς Ἰουδαίας τόπων ἐντὸς, ἐξ ὧν ἐκαρπωσάμεθα τὴν πρόσοδον τῶν ἀγαθῶν· μᾶλλον δὲ γράψωμεν τῷ λόγῳ τὰ πράγματα, καὶ τῶν ἀνεγνωσμένων ἐνταῦθα τρυγήσωμεν τὸν καρπόν. Ὑποθώμεθα τὸν Ἰορδάνην ἐκεῖνον, τὸν ὑποδεξάμενον τὸν ἑαυτοῦ δημιουργὸν παραγενόμενον ἐν σαρκὶ, ῥέειν διὰ μέσου ἡμῶν· καὶ νομίσωμεν Ἰωάννην τὸν Βαπτιστὴν ἐφιστάναι τοῖς χείλεσι τοῦ ποταμοῦ, καὶ θεασώμεθα τὸν Δεσπότην Χριστὸν προσερχόμενον τῷ οἰκείῳ θεράποντι, καὶ βαπτιζόμενον ὑπ' αὐτοῦ, καὶ δακτυλοδεικτούμενον ὑπ' αὐτοῦ οὐρανόθεν τῇ τοῦ Πνεύματος ἐπιπτήσει· καὶ προσκυνήσωμεν οἱ τῆς ὁμοουσίου Τριάδος προσκυνηταὶ τὸν μαρτυρήσαντα Πατέρα, καὶ μαρτυρηθέντα Υἱὸν, καὶ μαρτυρῆσαν Πνεῦμα ἅγιον. Ἀκολουθήσωμεν τῇ βίβλῳ τῶν Εὐαγγελίων ὁδηγούσῃ ἡμᾶς πρὸς τὰ ποθούμενα, καὶ ταῖς θείαις λέξεσιν ὡς ἴχνεσιν ἐπιβαίνοντες, ἐπιδράμωμεν ἐπὶ τὸ πανηγυριζόμενον τῆς οἰκουμένης μυστήριον. Τότε παραγίνεται, φησὶν, ὁ Ἰησοῦς ἀπὸ τῆς Γαλιλαίας ἐπὶ τὸν Ἰορδάνην πρὸς τὸν Ἰωάννην, τοῦ βαπτισθῆναι ὑπ' αὐτοῦ. Πρὸς τὸν Ἰορδάνην ὁ Δεσπότης ἀφίκετο· οὐδὲν γὰρ ἀκαίρως οὐδὲ ἀλόγως εἰργάσατο ὁ τῆς σοφίας θησαυρὸς, ἀλλ' ἕκαστον, ὧν δι' ἡμᾶς ᾠκονόμησεν, εὐκαίρῳ καιρῷ διεπράξατο. Θεὸς γὰρ ὢν καὶ δημιουργὸς παντὸς χρόνου καὶ παντὸς διαστήματος, ἔπραξε τὸν χρόνον, καὶ ταῖς ἐκεῖ τότε συγκαταβάσεσιν ὡς ἄνθεσι κατέβαλε τῶν παρ' αὐτοῦ γεγενημένων τὰς ἀφορμάς. Τότε παραγίνεται ὁ Ἰησοῦς. Τότε· πότε; Ὅτε πάντας τῆς ἡλικίας ἀνέδραμε τοὺς βαθμούς· ὅτε πᾶσαν τῆς φύσεως ἀνέβη τὴν κλίμακα· ὅτε τοῦ σώματος αὐτοῦ καὶ τῆς ψυχῆς ἡ τελειότης διέλαμψεν· ὅτε τριάκοντα περιόδοις ἐνιαυτῶν ἄνθρωπος τέλειος γενόμενος, ἀψευδῶς τότε τὸν Ἰορδάνην κατέλαβε, καὶ μετὰ τῶν ἁμαρτωλῶν ἀναμάρτητος προσῆλθε τῷ βαπτίσματι, καὶ τὴν ἑαυτοῦ κεφαλὴν ὑποκλίνας τῇ τούτου χειρὶ, τὸ βάπτισμα λαμβάνειν ἠπείγετο. Ὁ δὲ Βαπτιστὴς Ἰωάννης καταμαθὼν ἀκριβῶς, ὃν ἐμεμαθήκει παρὰ τοῦ πατρὸς ἐκ τῆς μήτρας τῆς ἰδίας μητρὸς, εἶτα σὺν φόβῳ καὶ τρόμῳ πολλῷ τὴν αὑτοῦ δεξιὰν συστείλας ἀπὸ τῆς κεφαλῆς, Τί τοῦτο, φησὶν, ὦ Δέσποτα; τί τοῦτο τὸ παράδοξον θαυματούργημα βούλεται; τί τῆς προόδου ταύτης τὸ ταπεινὸν τοῦτο καὶ πρᾶον θεώρημα; Ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, τῆς Ἐκκλησίας ἡ κεφαλή; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ κλίνας τοὺς οὐρανοὺς, καὶ κατελθὼν ἐπὶ γῆς, ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ κεκτημένος κεφαλὴν τὸν Θεόν; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ἣν τὰ Χερουβεὶμ προσκυνεῖ; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ἣν τὰ Σεραφεὶμ σέβει καὶ τρέμει; ἐμοὶ τὴν κεφαλὴν ὑποκλίνεις, ὁ τὸν Ἀδὰμ καὶ τὴν Εὔαν ἐν τῷ παραδείσῳ, καθάπερ ἐν θαλάμῳ, νυμφοστολήσας, καὶ ταῖς ἐκείνων κεφαλαῖς τῇ φωνῇ τὸν στέφανον ἐπιθεὶς, καὶ τῆς εὐπαιδίας τὴν εὐλογίαν προσθεὶς, καὶ εἰπὼν πρὸς αὐτούς· Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν; ὁ λόγῳ μεθοδεύων ἐξ ἐκείνου τὴν φύσιν, τῆς φύσεως τὴν συγκρότησιν, ὁ στρατεύσας κατὰ τοῦ θανάτου τὸν τόκον, ἵνα φυτεύῃ πλείονας οὗτος, ὡς ἐκεῖνος κλαδεύῃ· ὁ τοῦ βίου τὸν τροχὸν κυλίων ὡς βούλει· ὁ παντὸς ἁγιασμοῦ πληρῶν τὰς κλινομένας σοι κεφαλάς· ὁ μὴ χωρούμενος μηδαμοῦ· ὁ βλύζων ποταμοὺς οἰκτιρμῶν, εἰς τοῦτον θέλεις συγκαταδῦναι τὸν ποταμόν; καὶ τῶν ναμάτων ὁ ποιητὴς, τούτοις προσομιλῆσαι προῄρησαι; καὶ τὸ βάπτισμα αἰτεῖς, ὅπερ σύ μοι δέδωκας εἰς τὸ διδόναι τοῖς δεομένοις; Καὶ ποῦ χρείαν ἔχεις βαπτίσματος μετανοίας, αὐτὸς μετανοοῦντας ἐλεῶν; ποῦ χρείαν ἔχεις τοῦ τοιούτου φαρμάκου, προστάγματι μόνῳ θεραπεύων τὰς τῶν ἄλλων πληγάς; ποῦ σοι δεῖ μετανοίας, εὐφημίας ἄξια πράττοντι; οὐ συγκατέβης τοῖς ἀνθρώποις, ὡς μόνος φιλάνθρωπος; Σὺ τὴν τοῦ δούλου μορφὴν φορεῖς, ἣν ἔπλασας σεαυτῷ· καὶ διὰ ταύτης ἡγίασάς σου τὴν εἰκόνα, ἣν συνέτριψεν ὁ διάβολος, ἀνακαινίσας ὡς ἠθέλησας· σὺ γεννήτωρ γέγονας πάντων ἡμῶν. Οὐκ ἐν σοὶ ὁ ἐξόριστος Ἀδὰμ ἀνακέκληται; οὐκ ἐν σοὶ βασιλεύει τό ποτε κατάκριτον φῦλον; οὐ διὰ τῆς Μαρίας τὴν πεσοῦσαν Εὔαν ἀνέστησας; οὐ περιέρχῃ, τοὺς ἀνθρώπους ἰσαγγέλους ποιῆσαι βουλόμενος; οὐ τὴν ἀνομίαν ὡς ἐπίβουλον τοῦ γένους ἐκδιώκεις τῆς γῆς; οὐ τὴν εὐνομίαν ὡς τροφὸν τῆς ἀνθρωπότητος ἐπεισάγεις τῷ βίῳ; οὐ τὴν ζοφερὰν νύκτα τῆς ἀπάτης ἀποσοβεῖς; οὐ τὴν ἡμέραν τῆς θεογνωσίας ἀνατέλλεις τοῖς βουλομένοις τὸ ταύτης κάλλος ὁρᾷν; οὐ τὸ φῶς τῆς ἀληθείας ἐφαπλοῖς ταῖς πάντων ψυχαῖς; οὐ τὰ νέφη τῆς δυσσεβείας ὡς καπνὸν διαλύεις; οὐχ ὡς ἥλιος δικαιοσύνης περιβεβλημένος τὸ λευκὸν νέφος τοῦ σώματος, σπείρεις πανταχοῦ τῆς θεότητος τὰς ἀκτῖνας; οὐ παρθένος εἶ τὸ βλέμμα, καὶ τὸ βῆμα, καὶ τὸ σχῆμα, καὶ τὸν λογισμὸν, καὶ τὸν νοῦν, καὶ τὴν ψυχήν; οὐκ ἐκ παρθένου παρθένον σῶμα σαυτῷ κατεσκεύασας; Μὴ ταῦτα διανοίας δεῖται καὶ κατανύξεως; Τίνος οὖν ἕνεκα βαπτίσω σε νῦν, τοῦ ποταμοῦ δημιουργὲ, καὶ τοῦ βαπτίσματος χορηγὲ, καὶ διὰ φιλανθρωπίαν ἄνθρωπε; Ἀνομίας ἴχνος οὐκ ἔστιν ἐν σοὶ, οὔτε κηλὶς ἁμαρτίας ἔχρανέ σου τὴν ἄχραντον σάρκα, οὔτε τῷ στόματί σού ποτε δόλος παρήδρευσεν. Ἰὸς ἀσπίδων τοῖς Ἰουδαϊκοῖς ἐπικρύπτεται χείλεσι· γεννήματα γάρ εἰσιν ἐχιδνῶν, καὶ τούτων αἱ γλῶσσαι τυγχάνουσι δόλιαι· σοῦ δὲ ἐν τῷ στόματι ζωῆς ἀεννάου βρύουσι πηγαί· ζωὴ γὰρ ὑπάρχων, ζωὴν φθέγγῃ καὶ χορηγεῖς. Πῶς οὖν ὁ χορηγὸς τῆς παρούσης καὶ τῆς μελλούσης ζωῆς, τῶν πτωχῶν ἐπιβαίνεις ῥευμάτων; Οἱ ἄλλοι πάντες ὑπ' ἐμοῦ βαπτιζόμενοι ταῦτα ἀκούουσι παρ' ἐμοῦ· Μετανοεῖτε· ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν· καὶ πιστεύσατε εἰς τὸν Κύριον Ἰησοῦν Χριστὸν τὸν Υἱὸν τοῦ Θεοῦ τὸν μονογενῆ. Ἐπὶ σοῦ δὲ βαπτιζομένου τί λαλήσω; τί φθέγξομαι; εἴπω, Μετανόησον; ἵνα τίς σου τὴν μετάνοιαν δέξηται; τίς γὰρ ἄλλος ἐστί σου μείζων Θεός; Εἴπω, Μετανόησον· Ἤγγικε γὰρ ἡ βασιλεία τῶν οὐρανῶν; καὶ τῇ βασιλείᾳ τὴν βασιλείαν εὐαγγελίσομαι; καὶ σοὶ διαλεχθῶ περὶ σοῦ; ἀγνοεῖς γὰρ ὃ πέφυκας; οὐκ ἐπίστασαι τὴν βασιλείαν τῶν οὐρανῶν, ἣν φέρων τοῖς ἀνθρώποις οὐρανόθεν ἐλήλυθας; Εἴπω πρὸς σέ· Πίστευσον εἰς τὸν Κύριον Ἰησοῦν Χριστόν; σὲ σοὶ πιστεῦσαι παρεγγυήσω; καὶ τίς ποτε νενουθέτηται αὐτὸς ἑαυτῷ πιστεῦσαι; Πιστεῦσαι γὰρ δεῖ τὸν προσερχόμενον, ὅτι ἔστι Θεός· σὺ δὲ Θεὸς εἶ, καὶ Υἱὸς τοῦ Θεοῦ, εἰ καὶ ἄνθρωπος εἶ τὸ φαινόμενον, καὶ πιστεύεσθαι δίκαιος εἶ παρὰ πάντων. Ἀλλ' εἴπω πρὸς σέ· Πίστευσον εἰς τὸν Πατέρα τὸν σόν; Πότε γὰρ ὤφθης ἄπιστος καὶ πολέμιος τῷ Πατρί; πότε δὲ τῆς τοῦ Θεοῦ γεγεννηκότος ἐχωρίσθης θεότητος; Τί οὖν εἴπω πρὸς σέ; Πίστευσον εἰς τὸ Πνεῦμα τὸ ἅγιον; Ἀλλ' ἐν σοὶ, καὶ σὺν σοὶ τοῦτο καθέστηκεν. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι, καὶ σὺ ἔρχῃ πρὸς μέ; ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ πρὸς τὸν υἱὸν τοῦ Ζαχαρίου; ὁ ἐκ τῆς παρθένου πρὸς τὸν ἐκ τῆς στείρας; ὁ μὴ λύσας τὴν παρθενίαν τῆς μητρὸς, πρὸς τὸν λύσαντα τῆς τεκούσης τὴν στείρωσιν; ὁ ἐκ γαστρὸς προσκυνηθεὶς πρὸς τὸν ἐκ κοιλίας ἐπιγνόντα τὴν σὴν δεσποτείαν; ὁ ἐνανθρωπήσας πρὸς τὴν τῆς ἐρήμου φωνήν; ὁ τοσοῦτος ὑψηλὸς πρὸς τὸν τοσοῦτον εὐτελῆ; ὁ Κύριος πάσης τῆς κτίσεως πρὸς τὸν ἀνάξιον τῆς σῆς ἀγαθότητος ὑπηρέτην; ὁ πλούσιος κατὰ φύσιν πρὸς τὸν πένητα κατὰ φύσιν, διὰ μόνην δὲ τὴν σὴν χάριν εὔπορον; ὁ οὐράνιος καὶ ἐπίγειος πρὸς τὸν ἐπίγειον μόνον; ὁ ἄνωθεν ἔχων τὴν θεότητα, κάτωθεν δὲ τὴν ἀνθρωπότητα, πρὸς τὸν κάτωθεν μόνον βλαστήσαντα; ὁ τοσοῦτος Δεσπότης πρὸς ἐμὲ τὸν μικρὸν οἰκέτην; Ἀλλὰ δοῦλος δεσπότην οὐκ ἐλευθεροῖ, λύχνος ἥλιον οὐ φωτίζει, πηλὸς οὐ διορθοῦται κεραμέα, πρόβατον οὐ ποιμαίνει ποιμένα, πρόδρομος οὐ σεμνύνει βασιλέα. Ποταμὸς τὴν σὴν οὐ βαστάζει θεότητα· ποταμὸς οὐ μετρεῖ, ὃν οὐρανὸς οὐ χωρεῖ· ὁ Ἰορδάνης οὐ λούει τὸν ἑαυτοῦ ποιητήν· τὸ ὕδωρ ἐπιγινώσκει τὸν πλάσαντα· τὰ ῥεύματα ταῦτα οὐκ οἶδε τὸ φῶς, κἀγὼ τολμήσω πρὸς τὴν λειτουργίαν; Ἡ ψυχή μου ἰλιγγιᾷ, ἡ χεΐρ μου τρέμουσα φοβεῖται πλησιάσαι τῷ παναγίῳ σου σώματι.