Ancient Greek
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Joannem praecursorem [Sp.] 2.1
Not analysed yet
Τί ποιήσω; τί διαπράξομαι; Καὶ τρέμω σε, Δέσποτα, καὶ ποθῶ· καὶ φεύγειν οὐ τολμῶ, καὶ προσελθεῖν οὐ θαῤῥῶ· καὶ δοῦναι τὸ βάπτισμα φρίττω, καὶ λαβεῖν ἁγιασμὸν ἐπιποθῶ. Ἐγὼ χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι· ἐγώ σε προσκυνεῖν, οὐ βαπτίζειν δεδίδαγμαι· ἐγὼ μᾶλλον ὑποκλίνω τὸν ἐμὸν αὐχένα τῇ σῇ δεξιᾷ. Εὐλόγησόν με. ὁ εὐλογῶν ἔτη δικαίων· ποίησόν με τοῖς Ἰορδανείοις ῥείθροις ἐγχορεῦσαι σήμερον, ὡς ἐποίησάς με πρώην ἐνσκιρτῆσαι τοῖς μητρῴοις ἐμβρύοις. Ναὶ, φησὶν ὁ Δεσπότης, ὦ βαπτιστὰ, θαυμάζω σου τὴν εὐλάβειαν, ἀλλὰ τὴν εὐπείθειαν ἐπιζητῶ. Γέγονας τῆς ἐμῆς βασιλείας συνήγορος, ἀλλ' ὀφείλεις γενέσθαι καὶ τῆς ἐμῆς οἰκονομίας διάκονος· Ἦλθον ἐγὼ πρὸς σὲ, ἐπειδὴ τοῦτο συμφέρει σοί τε καὶ τοῖς κατὰ σέ· ἦλθον ἐγὼ πρὸς σὲ, ἵνα πάντες οἱ ἄνθρωποι παραγένωνται πρὸς ἐμέ· κατῆλθον ἐκ τῶν οὐρανῶν, καὶ ὅλος ἐν τοῖς κόλποις εἰμὶ τοῦ Πατρὸς, ἵνα συνάψω τῷ πλάστῃ τὸ ποίημα· ἦλθον ὁ παρὼν, ἵνα ζωγρήσω τοὺς φεύγοντας· ἦλθον ὡς ἄνθρωπος, ὅπου παρήμην ὡς Θεὸς, ἵνα τοὺς ἀνθρώπους θεοὺς ἀπεργάσωμαι· ἔλαβον ἐξ ὑμῶν μητέρα πενιχρὰν, ἵνα δυνηθῆτε μετὰ παῤῥησίας ὑμεῖς τὸν ἐμὸν Πατέρα καλεῖν· ἐτράφην ὡς βρέφος τῇ τοῦ γάλακτος τροφῇ, ἵνα τοῖς πιστοῖς τροφὴν ἐμαυτὸν παραθήσω· περιεβλήθην σπαργάνοις παιδικοῖς, ἵνα διαῤῥήξω τοὺς τῆς ἀνομίας δεσμούς· ἀνεκλίθην οὐκ ἐπὶ κλίνης βασιλικῆς, ἀλλ' ἐπὶ φάτνης εὐτελοῦς ἵνα μετὰ τὴν ἐμὴν ἐπὶ τῆς φάτνης ἀνάκλισιν μηκέτι μηδεὶς τῶν λογικῶν ὡς ἄλογος ἀλογίαν νοσῇ· ἐδεξάμην ἐν τῇ σαρκί μου περιτομὴν, ἣν ἐγὼ πρώην ἐνομοθέτησα, ἵνα τὴν ἀχειροποίητον ἐπεισάγω περιτομήν· ἀνήνεγκα τὴν νενομισμένην θυσίαν ὡς πρωτότοκος ὁ Μονογενὴς, ἵνα μεταποιήσω τὴν τοιαύτην θυσίαν, καὶ ξένην θυσίαν ἐμαυτὸν ἀπεργάσωμαι. Ἔφυγον εἰς Αἴγυπτον, ἀλλ' οὐκ ἀπέστην τοῦ εἶναι πάντων καταφυγή· ἐγενόμην βρέφος νέον, τέλειος ἀνὴρ, ὡς ὁρᾷς, ἵνα τὸ τέλειον τοῖς ἀτελέσι χαρίσωμαι· ἦλθον διὰ πάσης ἡλικίας, ἵνα πᾶσαν ἡλικίαν τειχίσω τῇ κατὰ μικρὸν προκοπῇ. Ἐπέβην καὶ ποταμῷ, ἵνα ποιήσω τοὺς γηγενεῖς ἐπιβαίνειν τοῦ οὐρανοῦ· καὶ δέχομαι τὸ βάπτισμα τοῦτο, ἵνα παράσχω τοῖς ἐμοῖς μαθηταῖς τῆς παλιγγενεσίας τὸ βάπτισμα. Ἀνέχομαι καταδύσεως, ὡς ἠνεσχόμην τῆς κατὰ σάρκα γεννήσεως. Ὡς νομοθέτης τιμῶ τοῦ νόμου τὰ δίκαια, ἵνα καινουργήσω τῆς χάριτος τὰ σύμβολα· ὡς ἰατρὸς ὑγιαίνων μεταλαμβάνω τοῦ φαρμάκου τῶν νοσούντων, μὴ δεόμενος τούτου, ἵνα καινότερον βοήθημα τὸ τῆς κολυμβήθρας ἐπινοήσω τοῖς κάμνουσι. Σταυρὸν διὰ τοὺς ἁμαρτωλοὺς καταδέχομαι, καὶ λουτρὸν ἀκίνδυνον παραιτήσομαι; νέκρωσιν ὑπομένειν μέλλω τριήμερον, καὶ κατάδυσιν ἄλυπον οὐ ποιήσομαι; εἰς αὐτὸν καταβῆναι ἐπείγομαι τὸν τοῦ ᾄδου βυθὸν, καὶ ποταμοῦ ῥεῖθρον οὐ περιπτύξομαι; Βάπτισον οὖν με, τὸν μέλλοντα βαπτίζειν καὶ σώζειν τοὺς θέλοντας· βάπτισόν με τὸν μέλλοντα βεβαπτισμένην ταῖς ἁμαρτίαις τῶν ἀνθρώπων τὴν φύσιν εἰς ὕψος ἐπαίρειν οὐράνιον· βάπτισόν με ὡς ἄνθρωπον κάτω, τὸν ἄνω παρὰ τῶν ἀγγέλων ὑμνούμενον ὡς Θεόν. Γενοῦ τῶν ἐμῶν μυστηρίων ὑπηρέτης ὀξύς· μετάθες τὴν παραίτησιν εἰς πρᾶξιν ἀγαθήν· στῆσον τὴν γλῶτταν, καὶ κίνησον πρὸς τὸ ἔργον τὴν δεξιάν· ἐπίθες θαῤῥῶν τὴν χεῖρα τῇ ἐμῇ κορυφῇ, τῇ ληφθείσῃ ἀπὸ τοῦ σοῦ φυράματος διὰ σέ· κέρδανον ἐκ τοῦ βαπτίσματός μου καὶ σὺ τὸ Βαπτιστὴς ὀνομάζεσθαι. Ἄφες ἄρτι· τέως βάπτισον, καὶ τότε θεολόγησον· τέως βάπτισον, καὶ τότε προσκύνησον· Οὕτω γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην. Οὐδὲν οὕτω σεμνύνει τὸν ὑψηλὸν, ὡς ἡ ἐθελούσιος συγκατάβασις· ὕψος γὰρ ἀληθὲς οὐ σεμνύνει πράξεις ἐπιεικεῖς. Τότε ἀφίησιν αὐτὸν ὁ Ἰωάννης, βοῶν πρὸς αὐτόν· Ἰδοὺ διακονῶ τῷ σῷ προστάγματι, Δέσποτα· ἃ γὰρ ἀγνοῶν ἔμαθον, ταῦτα χαίρων ἐπιτελῶ. Ἰδοὺ προσάγω τὴν ἐμὴν δεξιάν σου τῇ κεφαλῇ, ἐπειδὴ σὺ τοῦτο προσέταξας· κἀγὼ δοῦλος σὸς, καὶ υἱὸς τῆς παιδίσκης σου· καὶ ἡ χείρ μου δημιούργημα σὸν, καὶ ὁ ποταμὸς οὗτος τῆς σῆς δεσποτείας ἀπόῤῥοια, καὶ τὰ νάματα ταῦτα ποιήματα σὰ, καὶ τὸ βάπτισμα τοῦτο δῶρον σόν· καὶ σὺ μόνος ἐπίστασαι ὃ κατεργάζῃ μυστήριον. Βαπτίσθητι, βαπτίσθητι, δέομαι· καὶ σῶσον, ὡς θέλεις, οὓς ἔπλασας. Μακάριος ἐγὼ, διὰ σὲ παραδόξως τεχθεὶς, καὶ ξένως ἐν ἐρήμῳ τραφεὶς, καὶ νῦν τῆς διακονίας ταύτης ἀξιωθείς· μακάριος ἐγὼ παρὰ σοῦ δοκιμασθεὶς τηλικούτῳ ὑπουργῆσαι μυστηρίῳ. Ὦ δεξιὰ, πόσον ὑψώθης. ὦ πήλινον ὄργανον, πόσον τετίμησαι. Φιλάνθρωπε καὶ μεγαλόδωρε Κύριε, μετὰ τὸ κεράσαι τὴν χάριν τοῖς ὕδασι, καὶ δοῦναι τούτοις ὥσπερ τινὰ ζύμην ἁγιασμοῦ τὴν κατάδυσιν, ἀνελθὼν τῶν ὑδάτων (γονυπετῶ, Δέσποτα), ἀνάδραμε καὶ κατάλαβε τὴν ἀνθρωπότητα ψυχοῤῥαγοῦσαν καὶ κάμνουσαν, ἐπίσκεψαι τὴν ἑκουσίως πυρέττουσαν, ἀνάστησον τὴν ἐπὶ τῆς γῆς ὡς ἐπὶ κλίνης ἐξηπλωμένην, καὶ νοσοῦσαν πάθει διαφόρῳ· ὡς ἰατρὸς τὰς νόσους ἀπέλασον. Σὲ περιμένουσιν οἱ χωλοὶ, ἵνα σοῦ λαλήσαντος δράμωσι· σὲ περιμένουσιν οἱ τυφλοὶ, πρὸς ἀνάβλεψιν· τὴν σὴν προσδέχονται φωνὴν οἱ νεκροὶ πάντες, πρὸς ἀνάστασιν· τὴν σὴν παρουσίαν διψῶσιν οἱ φλεγόμενοι τῷ καύσωνι τῶν συμφορῶν· ἐπίστηθι πᾶσιν ὡς δρόσος ἰάσεως. Καὶ βαπτισθεὶς ὁ Ἰησοῦς ἀνέβη ἀπὸ τοῦ ὕδατος· καὶ ἰδοὺ ἠνεῴχθησαν αὐτῷ οἱ οὐρανοὶ, καὶ εἶδε τὸ Πνεῦμα τοῦ Θεοῦ καταβαῖνον, ὡσεὶ περιστερὰν, καὶ ἐρχόμενον ἐπ' αὐτόν. Ὢ ξένων καὶ παραδόξων μυστηρίων. ὁ οὐρανὸς ἄνωθεν προσκυνεῖ, ὃν ὁ ποταμὸς πρὸ βραχέων ἐπέκλυσε· καὶ τὸ Πνεῦμα τὸ ἅγιον θεολογεῖ, ὃν ὁ δοῦλος ἐβάπτισε. Καὶ ἰδοὺ φωνὴ ἐκ τῶν οὐρανῶν λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οὗτός ἐστιν ὁ βαπτισθεὶς, οὐ διὰ χρείαν ἰδίαν, ἀλλὰ διὰ μόνην φιλανθρωπίαν, ὁ παρὰ τοῦ ἁγίου Πνεύματος μαρτυρούμενος, ὁ παρ' ἐμοῦ τοῦ σαφῶς ἰδόντος αὐτὸν κηρυττόμενος· ὁ πρὸ τῶν αἰώνων ἐξ ἐμοῦ γεννηθεὶς, καὶ νῦν ἐκ Μαρίας σαρκὶ τεχθεὶς, ὁ ὁμοούσιος ἐμοὶ καὶ ὑμῖν· ὁ συναΐδιος ἐμοὶ, καὶ σύμμορφος τῆς ὑμετέρας μορφῆς· ὁ ποιητὴς τοῦ Ἀδὰμ, καὶ ἀπόγονος τοῦ Δαυΐδ· ὁ δημιουργὸς τῆς Παρθένου, καὶ υἱὸς τῆς Παρθένου· ὁ νοούμενος καὶ φαινόμενος· ὁ πίστει καὶ ὄψει κατοπτευόμενος· ὁ τέλειος ἐν θεότητι, καὶ τέλειος ἐν ἀνθρωπότητι. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητός. Οὗτος, καὶ θαυματουργῶν ὡς Θεὸς, καὶ πάσχων ὡς ἄνθρωπος, Υἱός ἐστιν ἐμός· σταυρὸς γὰρ οὐ χωρίζει μου τὸν κατὰ φύσιν ἀχώριστον. Οὗτος καὶ τοῖς ἥλοις κεντούμενος, Υἱός ἐστιν ἐμός· ἧλοι γὰρ τούτου τὴν θείαν οὐσίαν οὐ βλάπτουσιν. Οὗτος καὶ πάσχων Υἱός ἐστιν ἐμός· τὴν γὰρ τούτου θεότητα πάθος οὐκ ἰσχύει καταλαβεῖν. Οὗτος καὶ νεκρούμενος ἑκουσίως, κατὰ τὸ νεκροῦσθαι πεφυκὸς Υἱός ἐστιν ἐμός· ἀποθανεῖν γὰρ εἰς θεότητα οὐ πέφυκεν, οὔτε βούλεται, οὔτε δύναται· ζωὴν γὰρ νέκρωσις οὐ νικᾷ, καὶ θάνατος ἀθανασίας οὐ περιγίνεται. Οὗτος καὶ ἀνιστάμενος ἐκ νεκρῶν Υἱός ἐστιν ἐμός· ὡς γὰρ δημιουργὸς τοῦ παντὸς ἀναστήσει τοῦ σώματος αὐτοῦ τὸν ναὸν, ὃν λυθῆναι παρὰ τῶν ἐχθρῶν αὐτοῦ συνεχώρησεν. Οὗτος μετὰ τῆς σαρκὸς ταύτης ἀνιὼν εἰς τοὺς οὐρανοὺς, ὧν οὐκ ἀπέστη, Υἱός ἐστιν ἐμός. Τοῦτον ὁ δεχόμενος, ἐμὲ δέχεται σὺν αὐτῷ· τοῦτον ὁ προσκυνῶν, ἐμὲ προσκυνεῖ· εἰς τοῦτον ὁ πιστεύων, εἰς ἐμὲ πιστεύει· τοῦτον ὁ σμικρύνων, ἐμὲ σμικρύνει· ὕβρις γὰρ παιδὸς ζημία πατρός· τοῦτον ὁ δεχόμενος, καὶ μὴ πολυπραγμονῶν, ἀλλὰ σέβων ἀπεριέργως, μακάριος. Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ ηὐδόκησα. Οἱ ἁμαρτωλοὶ, δράμετε πρὸς τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου· οἱ κατάκριτοι, καταλάβετε τὸν φιλάνθρωπον δικαστήν· οἱ νενεκρωμένοι ταῖς ἁμαρτίαις, σπεύσατε πρὸς τὴν πηγὴν τῆς ζωῆς. Ταῦτα τῆς τοῦ Βαπτιστοῦ πανηγύρεως κάλλιστα δῶρα· ταῦτα πάντα παρέσχεν ἡμῖν ὁ δι' ἡμᾶς ἐπιφανεὶς Δεσπότης Χριστὸς ὁ Θεὸς ἡμῶν· αὐτῷ ἡ δόξα καὶ τὸ κράτος ἅμα σὺν τῷ Πατρὶ καὶ τῷ παναγίῳ καὶ ζωοποιῷ αὐτοῦ Πνεύματι, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.