Ancient Greek · ~18 min
Section 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Julianum martyrem 3.1
Not analysed yet
Εἶδες πῶς τῶν οὐρανίων ἀστέρων τὰ τῶν μαρτύρων τραύματα φαιδρότερα καὶ θαυμαστότερα, καὶ μείζονα ἔχει τὴν ἰσχύν; Ἤγετο τοίνυν εἰς μέσον ὁ ἅγιος, καὶ πικραὶ πανταχόθεν περιειστήκεισαν κολάσεις, φόβος τῶν μελλόντων, πόνος τῶν παρόντων, ὀδύνη τῶν ἐπελθόντων, ἀγωνία τῶν προσδοκωμένων. Καθάπερ γάρ τινες θῆρες ἄγριοι οἱ δήμιοι περιστάντες αὐτοῦ τὸ σῶμα διώρυττον τὰς πλευρὰς, κατέξαινον τὰς σάρκας, ἀπεγύμνουν ὀστᾶ, πρὸς αὐτὰ τὰ εἴσω τῶν σπλάγχνων ἐβάδιζον. Ἀλλ' ὅμως καὶ πάντα διερευνώμενοι τὸν θησαυρὸν τῆς πίστεως ἀποσυλῆσαι οὐκ ἴσχυσαν. Ἐπὶ μὲν οὖν τῶν ταμείων τῶν βασιλικῶν, ἔνθα χρυσίον ἀπόκειται καὶ πλοῦτος ἕτερος ἄφατος, ἂν τοὺς τοίχους διέλῃς μόνον, ἂν τὰς θύρας ἀνοίξῃς, εὐθέως ὁρᾷς τὸν θησαυρὸν προκείμενον· ἐνταῦθα δὲ ἐπὶ τοῦ ἁγίου καὶ χριστοφόρου τούτου ναοῦ τὸ ἐναντίον ἐγίγνετο. Διεῖλον τοὺς τοίχους οἱ δήμιοι, καὶ τὰ στέρνα ἀνέῤῥηξαν, καὶ τὸν πλοῦτον τὸν ἐναποκείμενον οὔτε ἔβλεπον, οὔτε λαβεῖν ἠδύναντο· ἀλλ' ὅπερ ἔπασχον οἱ ἐν Σοδόμοις, παρ' αὐτῇ μὲν τῇ θύρᾳ ἑστῶτες τῆς τοῦ Λὼτ οἰκίας, τὴν δὲ εἴσοδον οὐχ εὑρίσκοντες· οὕτω δὴ καὶ οὗτοι διηρεύνων πανταχόθεν τὸ σῶμα τοῦ μάρτυρος, ἐπιλαβέσθαι δὲ τοῦ θησαυροῦ, καὶ κενῶσαι τὸν πλοῦτον τῆς πίστεως οὐκ ἴσχυον. Τοιαῦτα τῆς ψυχῆς τῶν ἁγίων τὰ κατορθώματα, ἀναφαίρετα καὶ ἀκαταγώνιστα, καθάπερ ἐν ἀσύλῳ τινὶ χωρίῳ τῇ τῆς ψυχῆς ἀνδρείᾳ ἐναποκείμενα, καὶ οὔτε τυράννων αὐτὰ βλέπουσιν ὀφθαλμοὶ, οὔτε δημίων ἁρπάσαι δύνανται χεῖρες, ἀλλὰ κἂν αὐτὴν διέλωσι τὴν καρδίαν, ἣ μάλιστα τῆς ψυχῆς τὴν ἀνδρείαν πεπίστευται, κἂν εἰς μικρὰ κατατέμωσι μέρη, οὐδὲ οὕτω κενοῦσι τὸν πλοῦτον, ἀλλὰ καὶ πλείω τοῦτον ἐργάζονται. Τὸ δὲ αἴτιον Θεός ἐστιν ὁ ταῖς τοιαύταις ἐνοικῶν ψυχαῖς· τὸν δὲ Θεῷ πολεμοῦντα ἀμήχανον νικῆσαί ποτε, ἀλλ' ἀνάγκη καταγελασθέντα καὶ αἰσχρῶς ἡττηθέντα ἀπελθεῖν. Διὰ τοῦτο καὶ τότε τὰ ἐναντία τῶν εἰωθότων ἐγίγνετο. Πανταχοῦ μὲν γὰρ τὰ πράγματα ῥημάτων κρατεῖ· τότε δὲ λόγοι πράξεων ἐκράτησαν· πῶς; Προσῆγον αὐτοὶ πῦρ καὶ σίδηρον καὶ βασάνους· προσῆγον κολάσεις, τιμωρίας, μάστιγας· διώρυττον πάντοθεν τὰς πλευρὰς, καὶ ὁ πάσχων ἀνάλωτος ἔμενεν· ἐκεῖνος ἐφθέγγετο μόνον, καὶ ψιλὴν ἠφίει φωνὴν, καὶ λόγος ἔργων ἐκράτησεν. Ἐξήλλετο γὰρ ἡ ἁγία φωνὴ τοῦ μαρτυρικοῦ στόματος, καὶ ἐφείλκετο μεθ' ἑαυτῆς φῶς φαιδρότερον τῆς ἡλιακῆς ἀκτῖνος. Ταύτης τοσοῦτον τὸ φῶς ἐστιν, ὅσον τὸ διάστημα ἀπὸ τοῦ οὐρανοῦ πρὸς τὴν γῆν· μᾶλλον δὲ οὐδὲ τοῦτο ὅλον δύναται διαβῆναι, ὅταν ἢ στέγη, ἢ τοῖχος, ἢ νέφος, ἢ ἄλλο τι σῶμα μεταξὺ παρεμπέσῃ, ἀλλὰ ἀποφράττεται καὶ διατειχίζεται τοῖς τοιούτοις καλύμμασιν ἡ εἰς τὸ πρόσω φορά· ἡ δὲ τοῦ μάρτυρος φωνὴ ἐκπηδήσασα ἀπὸ τῆς ἁγίας γλώττης ἐκείνης ἀνεπήδησεν εἰς τὸν οὐρανόν. Παρῆλθε τὸν οὐρανὸν τοῦ οὐρανοῦ· εἶδον αὐτὴν ἄγγελοι, καὶ παρεχώρησαν, ἀρχάγγελοι, καὶ ὑπεξέστησαν· τὰ χερουβὶμ καὶ αἱ ἄλλαι δυνάμεις αὐτὴν ὡδήγησαν ἄνω, καὶ οὐ πρότερον ἀπέστησαν, ἕως οὗ πρὸς αὐτὸν ἤγαγον τὸν θρόνον τὸν βασιλικόν. Μετὰ δὲ τὴν φωνὴν ταύτην, ἐπειδὴ εἶδεν ὁ τότε δικάζων, ὅτι πάντα εἰκῆ καὶ μάτην μεμηχάνηται, καὶ πρὸς κέντρα λακτίζει, καὶ ἀδάμαντα παίει, τί ποιεῖ; Πρὸς τὴν ὡμολογημένην ἧτταν βαδίζει λοιπὸν, καὶ τοῦ παρόντος ὑπεξάγει τὸν μάρτυρα βίου· θάνατος γὰρ μαρτύρων τῶν μὲν ἀποκτιννύντων ἧττα σαφὴς, τῶν δὲ ἀναιρουμένων νίκη λαμπρά. Σὺ δέ μοι σκόπει πῶς αὐτοῦ τῆς τελευτῆς τὸν τρόπον χαλεπόν τινα καὶ πικρὸν ἐπενόησεν, ἱκανὸν ἐνδείξασθαι ὄντα κἀκείνου τὴν ὠμότητα, καὶ τοῦ μάρτυρος τὴν ἀνδρείαν. Τίς οὖν ὁ τρόπος τῆς τιμωρίας; Σάκκον κομίσας, καὶ ἐμπλήσας ἄμμου, καὶ σκορπίους, καὶ ὄφεις, καὶ ἔχεις, καὶ δράκοντας ἐμβαλὼν, ἐνέβαλε μετ' ἐκείνων καὶ τὸν ἅγιον, καὶ ῥίπτει εἰς τὸ πέλαγος. Καὶ ἦν μετὰ θηρίων ὁ μάρτυς, καὶ συναπεκλείετο θηρίοις πάλιν δίκαιος ἄνθρωπος· πάλιν δὲ εἶπον, ἵνα ἀναμνήσθητέ μοι παλαιοῦ διηγήματος τοῦ κατὰ τὸν Δανιήλ. Ἐκεῖνον μὲν εἰς λάκκον ἀπέκλεισαν, τοῦτον δὲ εἰς σάκκον ἐνέβαλον· ἐκεῖνοι λίθον ἐπέθηκαν τότε, οὗτος τὸν σάκκον ἔῤῥαψε, στενότερον ποιῶν τῷ δικαίῳ τὸ δεσμωτήριον. Ἀλλὰ πανταχοῦ αἰδοῦνται τὰ σώματα τῶν ἁγίων οἱ θῆρες, εἰς αἰσχύνην καὶ κατηγορίαν τῶν λόγῳ τετιμημένων, καὶ ἀνθρώπων μὲν εἶναι καταξιωθέντων, τὴν δὲ ἐκείνων ἀγριότητα τῇ τῆς οἰκείας ὑπερβολῇ θηριωδίας ἀποκρυπτόντων· οἷον εἰκὸς εἶναι καὶ τοῦτον τὸν τύραννον. Καὶ ἦν ἰδεῖν θαῦμα παράδοξον, οὐκ ἔλαττον ἢ ἐπὶ τοῦ Δανιήλ. Καθάπερ γὰρ ἐκεῖνον τότε μεθ' ἡμέρας πολλὰς ἀπὸ τοῦ λάκκου τῶν λεόντων ἀναβάντα ἐθαύμασαν ἰδόντες οἱ Βαβυλώνιοι, οὕτω καὶ τὴν Ἰουλιανοῦ ψυχὴν ἀπὸ τοῦ σάκκου καὶ τῶν κυμάτων ἀναβαίνουσαν εἰς τὸν οὐρανὸν ἐθαύμασαν ὁρῶντες οἱ ἄγγελοι. Ὁ Δανιὴλ κατηγωνίσατο καὶ ἐνίκησε δύο λέοντας, ἀλλ' αἰσθητούς· οὗτος κατηγωνίσατο καὶ ἐνίκησεν ἕνα λέοντα, ἀλλὰ νοητόν. Ὁ γὰρ ἐχθρὸς, φησὶν, ἡμῶν διάβολος περιέρχεται ὡς λέων ὠρυόμενος, ζητῶν τίνα καταπίῃ· ἀλλ' ἡττήθη τῇ ἀνδρείᾳ τοῦ μάρτυρος· ἀπέθετο γὰρ τὸν ἰὸν τῆς ἁμαρτίας· διόπερ οὐ κατέπιε τοῦτον· διὰ τοῦτο οὐκ ἔδεισεν οὔτε λέοντα, οὔτε τὸν θυμὸν τῶν θηρίων.