Ancient Greek · ~26 min
Section 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum Julianum martyrem 4.1
Not analysed yet
Βούλεσθε καὶ ἄλλο τι εἴπω παλαιὸν διήγημα, ἔνθα δίκαιος καὶ θηρία, Ἀναμνήσθητε τοῦ κατακλυσμοῦ τοῦ ἐπὶ Νῶε καὶ τῆς κιβωτοῦ· καὶ γὰρ καὶ τότε δίκαιος ὁμοῦ καὶ θηρία· ἀλλ' ὁ μὲν Νῶε εἰσῆλθεν ἄνθρωπος, καὶ ἐξῆλθεν ἄνθρωπος· Ἰουλιανὸς δὲ εἰσῆλθε μὲν ἄνθρωπος, ἐξῆλθε δὲ ἄγγελος· ἐκεῖνος εἰσῆλθεν ἀπὸ τῆς γῆς, καὶ ἐξῆλθεν εἰς τὴν γῆν πάλιν· οὗτος εἰσῆλθεν ἀπὸ τῆς γῆς εἰς σάκκον, καὶ ἀπὸ τοῦ σάκκου εἰς τὸν οὐρανὸν ἀπῄει. Ἔλαβεν αὐτὸν τὸ πέλαγος, οὐχ ἵνα ἀποκτείνῃ, ἀλλ' ἵνα στεφανώσῃ, καὶ μετὰ τὸν στέφανον ἀπέδωκεν ἡμῖν τὴν ἁγίαν ταύτην κιβωτὸν τὸ σῶμα τοῦ μάρτυρος· ταύτην κατέχομεν μέχρι τῆς παρούσης ἡμέρας μυρίων οὖσαν ἀγαθῶν θησαυρόν. Καὶ γὰρ ἐμερίσατο ὁ Θεὸς πρὸς ἡμᾶς τοὺς μάρτυρας, τὰς ψυχὰς λαβὼν αὐτὸς, τὰ σώματά πως ἡμῖν ἔδωκεν, ἵνα ἔχωμεν ὑπόμνησιν ἀρετῆς διηνεκῶς τὰ ἅγια τούτων ὀστέα. Εἰ γὰρ ὅπλα τις ἀγωνιστοῦ βλέπων ᾑμαγμένα, ἀσπίδα, καὶ δόρυ, καὶ θώρακα, κἂν ἁπάντων νωθρότατος ᾖ, εὐθέως ἐξάλλεται, καὶ θερμότερος γίνεται, καὶ πρὸς τὸν πόλεμον ἐκπηδᾷ, ἀπὸ τῆς ὄψεως τῶν ὅπλων λαβὼν παράκλησιν πρὸς τὸ τοῖς αὐτοῖς ἐπιχειρῆσαι πράγμασιν· ἡμεῖς οὐχ ὅπλα ὁρῶντες, ἀλλ' αὐτὸ τὸ σῶμα τοῦ ἁγίου τὸ καταξιωθὲν αἱμαχθῆναι διὰ τὴν εἰς Χριστὸν ὁμολογίαν, κἂν ἁπάντων ὦμεν δειλότεροι, πῶς οὐ πολλὴν ἕξομεν προθυμίαν, ὥσπερ τινὸς πυρὸς τῆς ὄψεως ταύτης εἰς τὴν διάνοιαν ἡμῶν ἐμπιπτούσης, καὶ πρὸς τὸν αὐτὸν ἀγῶνα καλούσης ἡμᾶς; Διὰ τοῦτο παρακατέθετο ἡμῖν τὰ σώματα τῶν ἁγίων ὁ Θεὸς ἕως τοῦ καιροῦ τῆς ἀναστάσεως, ἵνα ἔχωμεν ὑπόθεσιν φιλοσοφίας μεγίστης. Ἀλλ' οἱ μὲν τοῦ μάρτυρος ἔπαινοι μὴ ἐλαττούσθωσαν τῇ ἀσθενείᾳ τῆς ἡμετέρας γλώττης, ἀλλὰ μενέτωσαν τὸν ἀγωνοθέτην Θεόν. Ὁ στεφανῶν αὐτοὺς, ἐκεῖνος καὶ ἐπαινέσει· ὁ γὰρ ἔπαινος αὐτῶν οὐκ ἐξ ἀνθρώπων, ἀλλ' ἐκ τοῦ Θεοῦ· καὶ γὰρ καὶ ταῦτα ἅπερ εἰρήκαμεν, οὐχ ἵνα τὸν μάρτυρα λαμπρότερον δείξωμεν, εἴπομεν, ἀλλ' ἵνα ὑμᾶς προθυμοτέρους ἐργασώμεθα. Ἡμεῖς δὲ, ἀφέντες τὰ ἐγκώμια, πρὸς ὑμᾶς τὸν λόγον τρέψωμεν ἅπαντα· μᾶλλον δὲ οὐκ ἔνι ἀφεῖναι ἐγκώμια μαρτύρων, ὅταν ἐν ἐκκλησίᾳ τις διαλέγηται περὶ τῶν συμφερόντων. Ἀλλὰ προσέχετε· καὶ γὰρ πονηρὸν ἔθος καὶ παλαιὸν βούλομαι ἐκκόψαι σήμερον, ἵνα μὴ μόνον παραγινώμεθα πρὸς τοὺς μάρτυρας, ἀλλὰ καὶ μιμώμεθα μάρτυρας. Τιμὴ γὰρ μαρτύρων οὐ τὸ παραγενέσθαι πρὸς αὐτοὺς μόνον, ἀλλὰ καὶ πρὸ τούτου τὸ ζηλῶσαι τὴν ἀνδρείαν αὐτῶν. Διὸ δεῖ πρῶτον εἰπεῖν τὸ πονηρὸν ἔθος· τοῦ γὰρ νοσήματος ἀγνοουμένου οὐδὲ ἰατρείαν προσάγειν ῥᾴδιον· διὰ τοῦτο ἀποκαλύπτω τὸ τραῦμα πρῶτον, καὶ τότε τὸ φάρμακον ἐπιτίθημι. Τί οὖν ἐστι τὸ πονηρὸν ἔθος; Τινὲς τῶν ἐνταῦθα συλλεγομένων τήμερον (μὴ γάρ μοι γένοιτο πάσης καταγνῶναι τῆς Ἐκκλησίας τοιαύτην κατάγνωσιν) ὑπὸ ῥᾳθυμίας τινὸς καὶ ἀφελείας τὴν αὔριον ἡμᾶς ἐγκαταλιμπάνοντες, πρὸς τὴν Δάφνην ἀποπηδῶσιν, ἅπερ συνελέξαμεν σήμερον, αὔριον ἐκχέοντες, καὶ ἅπερ ᾠκοδομήσαμεν καθαιροῦντες. Ἵν' οὖν μὴ ἄκαρπος αὐτοῖς γένηται ἡ ἐνταῦθα παρουσία, ὀλίγα περὶ τούτων διαλεχθέντες καταπαύσομεν τὸν λόγον. Τί σπεύδεις ἐπὶ τὸ προάστειον τῆς πόλεως, εἰπέ μοι; Ἰδοὺ τὸ προάστειον τῆς ἄνω Ἱερουσαλήμ· ἰδοὺ Δάφνη πνευματική· ἐκεῖ πηγαὶ ὑδάτων, ἐνταῦθα πηγαὶ μαρτύρων· ἐκεῖ κυπάρισσοι, δένδρα ἄκαρπα, ἐνταῦθα λείψανα ἁγίων καὶ ῥίζαι κάτω πεφυτευμέναι, καὶ τοὺς κλάδους εἰς τὸν οὐρανὸν ἀνατείνουσαι. Βούλει καὶ τῶν κλάδων τούτων τὸν καρπὸν ἰδεῖν; Ἄνοιξον ἡμῖν τοὺς τῆς πίστεως ὀφθαλμοὺς, καὶ εὐθέως ἐπιδείξω σοι φύσιν καρπῶν θαυμαστῶν. Οὐ γὰρ ὀπωρῶν, καὶ ἀκροδρύων, οὐδὲ ἄλλο τι τῶν φθειρομένων καὶ ἀπολλυμένων τούτων τῶν κλάδων ὁ καρπὸς, ἀλλὰ σωμάτων πεπυρωμένων ἴασις, καὶ ἁμαρτημάτων συγχώρησις, κακίας ἀναίρεσις, νοσημάτων ψυχῆς θεραπεία, εὐχὴ ἐκτενὴς, παῤῥησία πρὸς Θεὸν, πάντα πνευματικὰ, καὶ οὐρανίων γέμοντα ἀγαθῶν. Οὗτοι οἱ καρποὶ ἀεὶ τρυγώμενοι ἀεὶ βρύουσι, καὶ οὐδέποτε ἀπολιμπάνουσι τοὺς οἰκείους αὐτῶν γεωργούς. Καὶ τὰ μὲν ἐπὶ γῆς φυόμενα δένδρα ἅπαξ τοῦ ἐνιαυτοῦ δίδωσι τὴν φορὰν, κἂν μὴ τρυγήσῃς, ἐπιστάσης τῆς ὥρας τοῦ χειμῶνος ἀπόλλυσι τὴν οἰκείαν εὐπρέπειαν, φθειρομένου τοῦ καρποῦ καὶ καταῤῥέοντος· ταῦτα δὲ οὐ χειμῶνα οἶδεν, οὐ θέρος, οὐκ ἀνάγκῃ καιρῶν ὑπόκειται, οὐδὲ ἔστι γυμνὰ τῶν καρπῶν αὐτὰ τῶν οἰκείων ἰδεῖν, ἀλλὰ διὰ παντὸς ἐπὶ τῆς αὐτῆς ἕστηκεν εὐπρεπείας· οὐχ ἅπτεται αὐτῶν φθορὰ, οὐδὲ μεταβολὴ καιρῶν. Πόσοι γοῦν, ἐξ οὗ τὸ σῶμα ἐφυτεύθη τοῦτο ἐν τῇ γῇ, μυρίας ἐτρύγησαν ἰάσεις ἀπὸ τῆς ἁγίας ταύτης θήκης, καὶ οὐκ ἐπέλιπεν ὁ καρπός· ἐθέρισαν τὰ λήϊα, καὶ οὐκ ἐδαπανήθησαν οἱ στάχυες· ἤντλησαν τὰς πηγὰς, καὶ οὐκ ἐκενώθη τὰ νάματα, ἀλλὰ συνεχής τίς ἐστιν ἡ ἐπιῤῥοὴ, οὐδέποτε ἐπιλιμπάνουσα, ἀλλὰ τοῦ κενουμένου πλέον ἀεὶ παρέχουσα τὸ ἀναβλύζον θαῦμα. Οὐ θαύματα δὲ μόνον ἐργάζεται, ἀλλὰ καὶ φιλοσοφεῖν πείθει. Ἄν τε γὰρ πλούσιος ᾖς, καὶ μεγαλοφρονῇς, καὶ φλεγμαίνουσαν ἔχῃς τὴν ψυχὴν, ἐλθὼν ἐνταῦθα, καὶ ἰδὼν τὸν μάρτυρα, καὶ τὸ μέσον λογισάμενος τοῦ σοῦ πλούτου, καὶ τῆς τούτου περιουσίας, καταστελεῖς εὐθέως τὸ φύσημα, καὶ τὴν φλεγμονὴν ἀποθέμενος ἀπελεύσῃ πολλὴν ἔχων ὑγίειαν ἐν τῇ ψυχῇ· ἄν τε πένης καὶ εὐκαταφρόνητος εἶναι νομίσῃς, ἐλθὼν καὶ ἰδὼν τὸν πλοῦτον τοῦ μάρτυρος, καὶ καταγελάσας τῶν χρημάτων τῶν ἔξωθεν, οὕτως ἀναχωρήσεις πολλῆς σαυτὸν ἐμπλήσας φιλοσοφίας, κἂν ἐπήρειαι, κἂν ζημίαι, κἂν μάστιγες ἐπενεχθῶσιν· ἰδὼν, ὅτι οὐδέπω τοσαῦτα ἔπαθες, ὅσα ὁ μάρτυς οὗτος ὁ ἅγιος, ἱκανὴν πάλιν λήψῃ παραμυθίαν ἐντεῦθεν. Εἶδες οἷοι οἱ καρποὶ τῶν ῥιζῶν τούτων; πῶς ἀνάλωτοι; πῶς πνευματικοί; πῶς αὐτῆς ἅπτονται τῆς ψυχῆς; Οὐ κωλύω ἀπελθεῖν εἰς τὸ προάστειον, ἀλλ' αὔριον κωλύω· τίνος ἕνεκεν; Ἵνα ἡ τέρψις μὴ ἔχῃ κατάγνωσιν, ἵνα καθαρὰ ᾖ ἡ ἡδονὴ, μὴ ὑπεισέλθῃ δὲ ἡ κατάγνωσις· καὶ γὰρ ἔξεστιν ἐν ἄλλῃ ἡμέρᾳ καὶ τῇ τέρψει χαρίσασθαι, καὶ τῆς ἁμαρτίας ἀπαλλαγῆναι. Εἰ δὲ βούλει καὶ νῦν τέρψεως ἀπολαῦσαι, τί τερπνότερον τοῦ συλλόγου τούτου; τί χαριέστερον τοῦ θεάτρου τοῦ πνευματικοῦ; τῶν μελῶν τῶν σῶν; τῆς τῶν ἀδελφῶν συνουσίας; Ἀλλὰ καὶ σωματικῆς θέλεις τραπέζης μετασχεῖν; ἐνταῦθα ἔξεστι μετὰ τὸ λυθῆναι τὸν σύλλογον, τοῦ μαρτυρίου πλησίον ὑπὸ συκῆν καὶ ἄμπελον καταλύσαντι, καὶ τῷ σώματι χαρίσασθαι τὴν ἄνεσιν, καὶ τὸ συνειδὸς ἀπαλλάξαι καταγνώσεως. Ὁ γὰρ μάρτυς ἐγγύθεν ὁρώμενος καὶ πλησίον ὢν καὶ παρεστηκὼς αὐτῇ τῇ τραπέζῃ, οὐκ ἀφίησι τὴν ἡδονὴν εἰς ἁμαρτίαν ἐκχυθῆναι, ἀλλ' ὥσπερ τις παιδαγωγὸς, ἢ πατὴρ ἄριστος τοῖς τῆς πίστεως ὁρώμενος ὀφθαλμοῖς καταστέλλει τὸν γέλωτα, περικόπτει τὰς ἡδονὰς τὰς ἀτόπους, τὰ σκιρτήματα τῆς σαρκὸς ἅπαντα ἀναιρεῖ, ἅπερ ἐκεῖ οὐκ ἔστι διαφυγεῖν. Τίνος ἕνεκεν; Ὅτι χοροὶ ἀνδρῶν αὔριον τὸ προάστειον καταλαμβάνουσιν· ἡ δὲ τῶν τοιούτων ὄψις καὶ τὸν βουλόμενον σωφρονεῖν ἄκοντα ὑπεξάγει πολλάκις πρὸς τὴν τῆς αὐτῆς ἀσχημοσύνης μίμησιν, καὶ μάλιστα ὅταν καὶ ὁ διάβολος μέσος ἐκείνοις παρῇ· καὶ γὰρ πάρεστιν ὑπὸ τῶν πορνικῶν ᾀσμάτων, ὑπὸ τῶν αἰσχρῶν ῥημάτων, ὑπὸ τῆς δαιμονικῆς πομπῆς καλούμενος. Σὺ δὲ ἀπετάξω πάσῃ ταύτῃ τῇ πομπῇ, καὶ τῇ τοῦ Χριστοῦ λατρείᾳ συνετάξω κατὰ τὴν ἡμέραν ἐκείνην, καθ' ἣν τῶν ἱερῶν κατηξιώθης μυστηρίων. Ἀναμνήσθητι τοίνυν τῶν ῥημάτων ἐκείνων καὶ τῆς συνθήκης, καὶ φύγε τὴν παράβασιν.