Ancient Greek
Sect 14
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) 14
Not analysed yet
καὶ ταῦτα εἰδότες οὔτε ἐν τοῖς κατὰ νόμον ἀλλ' ἐν Χριστῷ τὴν ἁπαντὸς τοῦ κόσμου σωτηρίαν ἴσμεν περαιουμένην, οὐδὲ ταῖς ἀθέοις αἱρέσεσιν ἀπονέμομέν τι πρὸς τὴν ἐλπίδα ἀλλὰ παντελῶς ἔξω τῆς ἐλπίδος τίθεμεν αὐτάς, ἅτε δὴ μηδὲ τὴν βραχυτάτην ἐχούσας Χριστοῦ μετουσίαν ἀλλὰ κενῶς ἐπιφημιζούσας ἑαυταῖς τὸ σωτήριον ὄνομα πρὸς ἀπάτην καὶ βλάβην τῶν ὀνόματι καὶ σχήματι μᾶλλον ἢ ἀληθείᾳ προσέχειν δυναμένων.