Ancient Greek · ~2 min
Sect 15
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) 15
Not analysed yet
Μήτε οὖν τὰ παλαιά τις ἀπορρηγνύτω Χριστοῦ μηδὲ ἄνευ Χριστοῦ σώζεσθαί τινα τῶν προτέρων ὑπονοείτω, μήτε τοὺς νῦν παραδιδάσκοντας καὶ τὴν ἀλήθειαν παραχαράττοντας καὶ μάταια παρασκευάζοντας ἐκκλησιῶν σχήματά τε τῆς ἀληθείας ἐκτὸς καὶ ἀλλότρια Χριστοῦ, τοὺς τοιούτους μήτε χριστιανοὺς ὀνομαζέτω τις μήτε κοινωνίαν αἱρείσθω πρὸς αὐτούς· οὐ γὰρ ἔξεστιν, ἐπείπερ οὐκ ἐκκομίζεται τῆς ἱερᾶς οἰκίας τὸ θῦμα οὐδὲ εἰς κοινωνίαν τοῖς »ἔξω» προφέρεται.