Ancient Greek
Sect 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) 16
Not analysed yet
Εἰς δὲ τὴν τοῦ Κυρίου δόξαν προτετυπωμένον ὁρῶμεν τὸ »τέλειον» εἶναι καὶ »ἄρσεν» καὶ »ἐνιαύσιον» τὸ πρόβατον. »Τέλειον» μὲν γὰρ ὅτι μόνος Χριστὸς ἀνενδεὴς ἐν τῇ πάσῃ ἀρετῇ καὶ κατὰ πάντα τρόπον ἄμωμος καὶ ἐξ ἀρχῆς καὶ εἰς τέλος οὐδεμιᾶς ἐνδέων δικαιοσύνης, ὡς αὐτός φησιν· »Οὕτως γὰρ πρέπον ἐστὶν ἡμῖν πληρῶσαι πᾶσαν δικαιοσύνην»· διὸ καὶ πάντα τὰ θύματα προσήγετο τέλεια καὶ ἄμωμα, ὅτι καὶ πάντα εἰς τύπον ἐθύετο τοῦ Χριστοῦ, καὶ τοὺς ἱερεῖς ἀρτίους εἶναι καὶ τελείους τοῖς σώμασιν ἐκέλευεν ὁ θεός, ὅτι τοῦ ἀληθοῦς ἱερέως ἦσαν ἅπαντες τύπος.