Ancient Greek
Sect 18
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) 18
Not analysed yet
Διὸ καὶ νυμφίος αὐτὸς δὴ καὶ μόνος ὡς νύμφης τῆς πάσης ἀνθρωπότητος, καὶ οὔτε Ἰωάννης νυμφίος ὁ προφητῶν μέγιστος, ὅς γέ φησι περὶ Χριστοῦ καὶ ἑαυτοῦ, περὶ Χριστοῦ μέν· »Ὁ ἔχων τὴν νύμφην νυμφίος ἐστίν», περὶ ἑαυτοῦ δέ· »Ὁ φίλος δὲ τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων τὴν φωνὴν αὐτοῦ χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου· αὕτη οὖν ἡ χαρὰ ἡ ἐμὴ πεπλήρωται», οὐδὲ μὴν οἱ ἀπόστολοι νυμφίοι τῆς ἐκκλησίας, καίτοι γε τὴν πρὸς Χριστὸν ὁμοίωσιν κατὰ χάριν λαβόντες καὶ υἱοὶ Χριστοῦ διὰ τὸ Χριστοῦ πνεῦμα γενόμενοι, ἀλλὰ τί φησιν ὁ μακάριος Παῦλος; »Ἡρμοσάμην γὰρ ὑμᾶς ἑνὶ ἀνδρὶ παρθένον ἁγνὴν παραστῆσαι τῷ Χριστῷ».