Ancient Greek
Sect 19
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) 19
Not analysed yet
Ἡγεμὼν οὖν ἀληθῶς καὶ δεσπότης καὶ βασιλεὺς ὁ κύριος, οὐ μόνον ὅτι θεὸς ἦν ἐν ἀνθρώποις, ἀλλὰ καὶ κατὰ τὴν προϋπάρχουσαν θεότητα, ὅτι φύσει βασιλεὺς ἁπάσης τῆς κτίσεως, οὐ χάριτι τὸ βασιλεύειν λαβών, ἀλλ' ἔχων ἐν ἀληθείᾳ καὶ γεννήσει τῇ ἐκ πατρός· ἔτι δὲ καὶ »ἐνιαύσιον» τὸ πρόβατον, ὅπερ ἐδήλου τὸν κύριον νέον ἐπὶ γῆς ὄντα καὶ παλαιότητος οὐδὲν τῆς ἐν ἀνθρώποις ἔχοντα.