Ancient Greek
Sect 20
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) 20
Not analysed yet
Εἴ τις οὖν ἄνθρωπον ψιλὸν λέγει τὸν κύριον καὶ τῆς ἡμετέρας φύσεως τίθησι τὸν Χριστόν, τούτῳ τὸ πρόβατον οὐκ ἔστι »τέλειον» οὐδὲ »ἄμωμον», οὐδεὶς γὰρ ἄνθρωπος ἄμωμος, τούτῳ τὸ πρόβατον οὐκ ἔστιν »ἄρσεν», οὐδεὶς γὰρ ἀνθρώπων ἡγεμονίαν ἔχει φυσικὴν καὶ ὁλόκληρον πρὸς τοὺς ὁμοφυεῖς ἀνθρώπους· καὶ ὃς ἐν κτίσει τὸν κύριον ἀριθμεῖ καί φησι κεχαρισμένην ἔχειν, οὐκ ἀληθῆ, τὴν θεότητα, οὐδ' οὗτος »ἄρσεν» ἔχει τὸ θυόμενον ὑπὲρ αὐτοῦ πρόβατον, οὐ γὰρ ἔγνω τὸν φύσει βασιλέα ἀλλ' εἰς ἕτερον τὸν μὴ φύσει μηδὲ ἀληθείᾳ περιτρέπει· ἀλλὰ καὶ εἴ τίς <τι> ἐκ τῆς ἀνθρωπίνης παλαιότητος εἰς Χριστὸν ἀνάγει ἢ δεκτικὸν ἁμαρτίας λέγειν τολμᾷ ἢ νόμου δουλείᾳ προσήκοντα ἢ θανάτῳ κατ' ἀνάγκην ὑποκείμενον, οὗτος »ἐνιαύσιον» οὐκ ἔχει τὸ πρόβατον οὐδὲ τῆς καινότητος ᾔσθετο τῆς ἐν Χριστῷ.