Ancient Greek
Sect 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) 6
Not analysed yet
Ὅτε τοίνυν ἔμελλε τὴν δεκάτην ἐπάγειν πληγὴν Αἰγυπτίοις ὁ θεός—αὕτη δὲ ἦν ὁ τῶν πρωτοτόκων θάνατος—, ἔλεγεν πρὸς τὸν Μωϋσῆν· »Ὁ μὴν οὗτος ὑμῖν ἀρχὴ μηνῶν· πρῶτός ἐστιν ὑμῖν ἐν τοῖς μησὶ τοῦ ἐνιαυτοῦ», καὶ διέταττεν ἐφ' ἑξῆς τὴν τοῦ πάσχα θυσίαν καὶ τὴν τοῦ αἵματος χρῖσιν ἐπὶ τῶν θυρῶν· καὶ τῇ μὲν τούτου χρίσει σωτηρίαν τῶν πρωτοτόκων ἐπηγγέλλετο· τί δὲ τοῦτό ἐστιν εὐθὺς ἐπὶ τῆς ἀληθείας θεωρούμενον τὸ ἀρχὴν ἐνιαυτοῦ τὸν καιρὸν ἐκεῖνον ὁρίζεσθαι, ἐν ᾧ τὸ πάσχα καὶ ἡ σωτηρία τῶν πρωτοτόκων; ὅτι καὶ ἡμῖν ἀρχὴ ζωῆς αἰωνίας ἡ τοῦ ἀληθινοῦ πάσχα θυσία— αἰῶνος γὰρ ὁ ἐνιαυτὸς σύμβολον, διότι κύκλῳ περιιὼν αὐτὸς εἰς ἑαυτὸν ἀεὶ στρέφεται καὶ εἰς τέλος οὐδὲν ἀποπαύεται—καὶ »πατὴρ τοῦ μέλλοντος αἰῶνός» ἐστι προσαχθεὶς ὑπὲρ ἡμῶν θυσία Χριστὸς καὶ τὸν πρότερον ἅπαντα βίον ἡμῶν ἄκαιρον ποιῶν ἀρχὴν ἑτέρου διὰ τοῦ λουτροῦ τῆς παλιγγενεσίας δίδωσι καθ' ὁμοιότητα τοῦ ἰδίου θανάτου καὶ τῆς ἀναστάσεως.