Ancient Greek
Sect 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 1) [Sp.] (fort. auctore Apollinare Laodicense) 7
Not analysed yet
Ὥστε πᾶς ὁ γινώσκων τὸ τεθυμένον ὑπὲρ αὐτοῦ πάσχα ἀρχὴν ἑαυτῷ ζωῆς ὑποτιθέσθω ταύτην, ἀφ' οὗ τέθυται Χριστὸς ὑπὲρ αὐτοῦ· τέθυται δὲ ὑπὲρ αὐτοῦ τότε, ἡνίκα ἂν ἐπιγνῷ τὴν χάριν καὶ συνῇ τὴν διὰ τῆς θυσίας ἐκείνης ζωήν· καὶ τοῦτο γινώσκων τῆς νεαρᾶς ὀρεγέσθω ζωῆς λαμβάνειν τὴν ἀρχὴν καὶ μηκέτι ἀνατρεχέτω πρὸς τὴν παλαιάν, ἧς ἐπὶ τέλος ἔφθασεν· »Οἵτινες» γὰρ »ἀπεθάνομέν» φησι »τῇ ἁμαρτίᾳ, πῶς ἔτι ζήσομεν ἐν αὐτῇ;»