Ancient Greek
Sect 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) 1
Not analysed yet
Τὸ τῶν νομικῶν τύπων εὔλογον ἐπὶ τῆς ἀληθείας φαίνεται, οἷον τὸ ἄμωμον εἶναι τὸ πρόβατον, ᾧ περὶ τὴν τοῦ πάσχα θυσίαν ὁ νόμος ἐχρήσατο, τὸ ἄρρεν εἶναι, τὸ ἐνιαύσιον εἶναι, τὸ δεκάτῃ τοῦ μηνὸς ληφθὲν τεσσαρεσκαιδεκάτῃ θύεσθαι πρὸς ἑσπέραν, τὸ ἀρχὴν λελογίσθαι μηνῶν, ἡνίκα τὸ πάσχα ἐτελεῖτο· πάντα γὰρ ταῦτα ἐν Χριστῷ καὶ τῷ τοῦ Χριστοῦ πάθει συνίσταται καὶ ἀληθῆ καὶ ἀναγκαῖα, καὶ καθ' ἑαυτὰ λόγον ἔχειν οὐδένα δύναται.