Ancient Greek
Sect 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) 2
Not analysed yet
Οὐδ' ἂν εὕροιεν οἱ Χριστὸν ἀγνοοῦντες ἀπολογισμὸν ποιήσασθαι περὶ τούτων καὶ διδάξαι διὰ τί ταῦτα προσέταξεν ὁ Θεός, οὐδ' αὐτό γε ὅλως τίνα αἰτίαν ἔχει τὸ θυσίαν ἐπὶ τῇ σωτηρίᾳ τῶν πρωτοτόκων ὁρίσαι καὶ χρῖσιν τοῦ αἵματος ἐπὶ ταῖς εἰσόδοις ποιήσασθαι· τί γὰρ ἰσχυρὸν εἰς τὴν τῶν πρωτοτόκων σωτηρίαν ἡ τῶν θυμάτων σφαγή, τί δὲ ἀναγκαῖον ἡ τοῦ αἵματος χρῖσις εἰς σημεῖον ἐπὶ τῶν οἰκιῶν; Θεός γέ τοι καὶ ἄνευ σημείων τὰς Ἑβραίων ἐγίνωσκεν οἰκίας, ὥστε θαυμαστὸν τὸ λέγειν »Ὄψομαι τὸ αἷμα καὶ σκεπάσω ὑμᾶς»· ἀνάγων δὲ καὶ ταῦτα εἰς τὴν ἀλήθειαν τὸ εὔλογον αὐτῶν ἐπιγνώσκει, καθάπερ ἐπὶ τῶν ἄλλων τῶν προειρημένων ἐδείξαμεν.