Ancient Greek
Sect 10
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) 10
Not analysed yet
Ὅμοιον τοίνυν ἡ χρῖσις τῇ ἐνδύσει, ὅτε τῷ Χριστοῦ πάθει μορφούμενοι τὴν ἁγιότητα περιβαλλόμεθα τὴν Χριστοῦ μήτε εἰς ἡδονὰς ἐκλυόμενοι μήτε εἰς θυμοὺς ἐκτραχυνόμενοι· καλὸν δὲ καὶ τοῖς λογισμοῖς εἰπεῖν χρῖσμα καὶ ἐπένδυμα σοφία ἡ μὴ σαρκικὴ ἀλλ' ἡ κατὰ Χριστόν, ὥστε νεκροῦσθαι μὲν ἡμᾶς περὶ τὸν σαρκικὸν νοῦν οἷον ἀποθανόντας, κοσμεῖσθαι δὲ τῷ πνευματικῷ· οὕτω γὰρ οὔτε διὰ τῶν ἀλόγων παθῶν οὔτε διὰ τῶν ἀφρόνων λογισμῶν ἐπίησιν ἡμῖν ἡ ἁμαρτία οὔτε καταδυναστεύει ἡμῖν ὁ θάνατος.