Ancient Greek
Sect 9
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) 9
Not analysed yet
Τίνα τὰ πρὸς ἀπαλότητα προσάγοντα πάθη; γαστριμαργία καὶ οἰνοφλυγία καὶ συνουσιῶν ἐπιθυμία· τίνα τὰ σκληρὰ τῆς ψυχῆς; ὀργαὶ καὶ αὐθάδειαι· ὧν ὁ Παῦλος τὴν ἀναίρεσιν ποιούμενος ἔλεγε· »Μὴ κώμοις καὶ μέθαις, μὴ κοίταις καὶ ἀσελγείαις, μὴ ἔριδι καὶ ζήλῳ, ἀλλ' ἐνδύσασθε τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν».