Ancient Greek
Sect 23
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In sanctum pascha (sermo 2) [Sp.] (fort. auctore Apollinare Laodicense) 23
Not analysed yet
Σκεπτέον δὲ καὶ τί τὸ »Οὐκ ἀπολείψετε ἀπ' αὐτοῦ εἰς τὸ πρωΐ», καὶ τοῦτο ἡμῖν ὁ Παῦλος ἑρμηνευέτω λέγων »ἀνάμνησιν» ἡμᾶς τοῦ πάθους τοῦ κυρίου ποιεῖσθαι »ἕως ἂν ἔλθῃ»· αὕτη γὰρ ἕως τοσούτου τελεῖται καὶ σώζει τοὺς τελοῦντας, ἕως ἡ παροῦσα νὺξ παρέλθῃ καὶ πρωῒ γένηται καὶ ζῶν ἡμῖν ἐξ οὐρανοῦ Χριστὸς ἐπιλάμψῃ, διὰ τῆς ζωῆς ἑαυτοῦ σώζων ἡμᾶς ὁ νῦν διὰ τοῦ θανάτου σώζων· »Εἰ γὰρ ἐχθροὶ ὄντες» φησὶ »κατηλλάγημεν τῷ θεῷ διὰ τοῦ θανάτου τοῦ υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα ἐν τῇ ζωῇ αὐτοῦ».